|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΕΓΕΝΕΤΟ δὲ ῞Αβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος, | And Abram was ninety-nine years old, and the Lord appeared to Abram and said to him, I am thy God, be well-pleasing before me, and be blameless. |
|
2
|
2
|
| καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα. | And I will establish my covenant between me and thee, and I will multiply thee exceedingly. |
|
3
|
3
|
| καὶ ἔπεσεν ῞Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων· | And Abram fell upon his face, and God spoke to him, saying, |
|
4
|
4
|
| καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, | And I, behold! my covenant is with thee, and thou shalt be a father of a multitude of nations. |
|
5
|
5
|
| καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ῞Αβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου ῾Αβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. | And thy name shall no more be called Abram, but thy name shall be Abraam, for I have made thee a father of many nations. |
|
6
|
6
|
| καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. | And I will increase thee very exceedingly, and I will make nations of thee, and kings shall come out of thee. |
|
7
|
7
|
| καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ. | And I will establish my covenant between thee and thy seed after thee, to their generations, for an everlasting covenant, to be thy God, and the God of thy seed after thee. |
|
8
|
8
|
| καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν. | And I will give to thee and to thy seed after thee the land wherein thou sojournest, even all the land of Chanaan for an everlasting possession, and I will be to them a God. |
|
9
|
9
|
| καὶ εἶπεν ὁ Θεὸς πρὸς ῾Αβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. | And God said to Abraam, Thou also shalt fully keep my covenant, thou and thy seed after thee for their generations. |
|
10
|
10
|
| καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν, | And this is the covenant which thou shalt fully keep between me and you, and between thy seed after thee for their generations; every male of you shall be circumcised. |
|
11
|
11
|
| καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. | And ye shall be circumcised in the flesh of your foreskin, and it shall be for a sign of a covenant between me and you. |
|
12
|
12
|
| καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου. | And the child of eight days old shall be circumcised by you, every male throughout your generations, and the servant born in the house and he that is bought with money, of every son of a stranger, who is not of thy seed. |
|
13
|
13
|
| περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. | He that is born in thy house, and he that is bought with money shall be surely circumcised, and my covenant shall be on your flesh for an everlasting covenant. |
|
14
|
14
|
| καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε. | And the uncircumcised male, who shall not be circumcised in the flesh of his foreskin on the eighth day, that soul shall be utterly destroyed from its family, for he has broken my covenant. |
|
15
|
15
|
| Καὶ εἶπεν ὁ Θεὸς τῷ ῾Αβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. | And God said to Abraam, Sara thy wife—her name shall not be called Sara, Sarrha shall be her name. |
|
16
|
16
|
| εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται. | And I will bless her, and give thee a son of her, and I will bless him, and he shall become nations, and kings of nations shall be of him. |
|
17
|
17
|
| καὶ ἔπεσεν ῾Αβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν τέξεται; | And Abraam fell upon his face, and laughed; and spoke in his heart, saying, Shall there be a child to one who is a hundred years old, and shall Sarrha who is ninety years old, bear? |
|
18
|
18
|
| εἶπε δὲ ῾Αβραὰμ πρὸς τὸν Θεόν· ᾿Ισμαὴλ οὗτος ζήτω ἐναντίον σου. | And Abraam said to God, Let this Ismael live before thee. |
|
19
|
19
|
| εἶπε δὲ ὁ Θεὸς πρὸς ῾Αβραὰμ· ναί· ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ισαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν. | And God said to Abraam, Yea, behold, Sarrha thy wife shall bear thee a son, and thou shalt call his name Isaac; and I will establish my covenant with him, for an everlasting covenant, to be a God to him and to his seed after him. |
|
20
|
20
|
| περὶ δὲ ᾿Ισμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτόν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. | And concerning Ismael, behold, I have heard thee, and, behold, I have blessed him, and will increase him and multiply him exceedingly; twelve nations shall he beget, and I will make him a great nation. |
|
21
|
21
|
| τὴν δὲ διαθήκην μου στήσω πρὸς ᾿Ισαάκ, ὃν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ. | But I will establish my covenant with Isaac, whom Sarrha shall bear to thee at this time, in the next year. |
|
22
|
22
|
| συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπό ῾Αβραάμ. | And he left off speaking with him, and God went up from Abraam. |
|
23
|
23
|
| Καὶ ἔλαβεν ῾Αβραὰμ ᾿Ισμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ ῾Αβραὰμ καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. | And Abraam took Ismael his son, and all his home-born servants, and all those bought with money, and every male of the men in the house of Abraam, and he circumcised their foreskins in the time of that day, according as God spoke to him. |
|
24
|
24
|
| ῾Αβραὰμ δὲ ἐνενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. | And Abraam was ninety-nine years old, when he was circumcised in the flesh of his foreskin. |
|
25
|
25
|
| ᾿Ισμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. | And Ismael his son was thirteen years old when he was circumcised in the flesh of his foreskin. |
|
26
|
26
|
| ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη ῾Αβραὰμ καὶ ᾿Ισμαὴλ ὁ υἱὸς αὐτοῦ· | And at the period of that day, Abraam was circumcised, and Ismael his son, |
|
27
|
27
|
| καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς. | and all the men of his house, both those born in the house, and those bought with money of foreign nations. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.