|
Κεφάλαιο 37
|
Chapter 37
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ᾿Εζεκίαν ἔσχισε τὰ ἱμάτια καὶ περιεβάλετο σάκκον καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου. | And it came to pass, when king Ezekias heard it, that he rent his clothes, and put on sackcloth, and went up to the house of the Lord. |
|
2
|
2
|
| καὶ ἀπέστειλεν ῾Ελιακεὶμ τὸν οἰκονόμον καὶ Σομνᾶν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς ῾Ησαΐαν υἱὸν ᾿Αμὼς τὸν προφήτην, | And he sent Heliakim the steward, and Somnas the scribe, and the elders of the priests clothed with sackcloth, to Esaias the son of Amos, the prophet. And they said to him, Thus says Ezekias, |
|
3
|
3
|
| καὶ εἶπαν αὐτῷ· τάδε λέγει ᾿Εζεκίας· ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. | To-day is a day of affliction, and reproach, and rebuke, and anger: for the pangs are come upon the travailing woman, but she has not strength to bring forth. |
|
4
|
4
|
| εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ραψάκου, οὓς ἀπέστειλε βασιλεὺς ᾿Ασσυρίων ὀνειδίζειν Θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσε Κύριος ὁ Θεός σου· καὶ δεηθήσῃ πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλελειμμένων τούτων. | May the Lord thy God hear the words of Rabsaces, which the king of the Assyrians has sent, to reproach the living God, even to reproach with the words which the Lord thy God has heard: therefore thou shalt pray to thy Lord for these that are left. |
|
5
|
5
|
| καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως ᾿Εζεκίου πρὸς ῾Ησαΐαν, | So the servants of king Ezekias came to Esaias. |
|
6
|
6
|
| καὶ εἶπεν αὐτοῖς ῾Ησαΐας· οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· τάδε λέγει Κύριος· μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως ᾿Ασσυρίων. | And Esaias said to them, Thus shall ye say to your master, Thus saith the Lord, Be not thou afraid at the words which thou hast heard, wherewith the ambassadors of the king of the Assyrians have reproached me. |
|
7
|
7
|
| ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. | Behold, I will send a blast upon him, and he shall hear a report, and return to his own country, and he shall fall by the sword in his own land. |
|
8
|
8
|
| Καὶ ἀπέστρεψε Ραψάκης καὶ κατέλαβε τὸν βασιλέα ᾿Ασσυρίων πολιορκοῦντα Λομνάν. καὶ ἤκουσε βασιλεὺς ᾿Ασσυρίων ὅτι | So Rabsaces returned, and found the king of the Assyrians besieging Lobna: for he had heard that he had departed from Lachis. |
|
9
|
9
|
| ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Εζεκίαν λέγων· | And Tharaca king of the Ethiopians went forth to attack him. And when he heard it, he turned aside, and sent messengers to Ezekias, saying, |
|
10
|
10
|
| οὕτως ἐρεῖτε ᾿Εζεκίᾳ βασιλεῖ τῆς ᾿Ιουδαίας· μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ᾿ ᾧ πέποιθας ἐπ᾿ αὐτῷ λέγων· οὐ μὴ παραδοθῇ ῾Ιερουσαλὴμ εἰς χεῖρας βασιλέως ᾿Ασσυρίων. | Thus shall ye say to Ezekias king of Judea, Let not thy God, in whom thou trustest, deceive thee, saying, Jerusalem shall not be delivered into the hand of the king of the Assyrians. |
|
11
|
11
|
| ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς ᾿Ασσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν; | Hast thou not heard what the kings of the Assyrians have done, how they have destroyed the whole earth? and shalt thou be delivered? |
|
12
|
12
|
| μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζᾶν καὶ Χαρὰν καὶ Ραφές, αἵ εἰσιν ἐν χώρᾳ Θεεμάθ; | Have the gods of the nations which my fathers destroyed delivered them, both Gozan, and Charrhan, and Rapheth, which are in the land of Theemath? |
|
13
|
13
|
| ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ καὶ ᾿Αρφὰθ καὶ πόλεως Σεπφαρείμ, ᾿Ανὰγ Οὐγαυά; | Where are the kings of Emath? and where is the king of Arphath? and where is the king of the city of Eppharuaim, and of Anagugana? |
|
14
|
14
|
| καὶ ἔλαβεν ᾿Εζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου, | And Ezekias received the letter from the messengers, and read it, and went up to the house of the Lord, and opened it before the Lord. |
|
15
|
15
|
| καὶ προσηύξατο ᾿Εζεκίας πρὸς Κύριον λέγων· | And Ezekias prayed to the Lord, saying, |
|
16
|
16
|
| Κύριε σαβαὼθ ὁ Θεὸς ᾿Ισραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ Θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. | O Lord of hosts, God of Israel, who sittest upon the cherubs, thou alone art the God of every kingdom of the world: thou hast made heaven and earth. |
|
17
|
17
|
| κλῖνον, Κύριε, τὸ οὖς σου, εἰσάκουσον, Κύριε, ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου, εἴσβλεψον, Κύριε, καὶ ἰδὲ τοὺς λόγους Σενναχηρείμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα. | Incline thine ear, O Lord, hearken, O Lord; open thine eyes, O Lord, look, O Lord: and behold the words of Sennacherim, which he has sent to reproach the living God. |
|
18
|
18
|
| ἐπ᾿ ἀληθείας γάρ, Κύριε, ἠρήμωσαν βασιλεῖς ᾿Ασσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν | For of a truth, Lord, the kings of the Assyrians have laid waste the whole world, and the countries thereof, |
|
19
|
19
|
| καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ· οὐ γὰρ θεοὶ ἦσαν, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσεν αὐτούς. | and have cast their idols into the fire: for they were no gods, but the work of men's hands, wood and stone; and they have cast them away. |
|
20
|
20
|
| σὺ δέ, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ Θεὸς μόνος. | But now, O Lord our God, deliver us from his hands, that every kingdom of the earth may know that thou art God alone. |
|
21
|
21
|
| Καὶ ἀπεστάλη ῾Ησαΐας υἱὸς ᾿Αμὼς πρὸς ᾿Εζεκίαν καὶ εἶπεν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηρεὶμ βασιλέως ᾿Ασσυρίων. | And Esaias the son of Amos was sent to Ezekias, and said to him, Thus saith the Lord, the God of Israel, I have heard thy prayer to me concerning Sennacherim king of the Assyrians. |
|
22
|
22
|
| οὗτος ὁ λόγος, ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ ῾Ιερουσαλήμ. | This is the word which God has spoken concerning him; The virgin daughter of Sion has despised thee, and mocked thee; the daughter of Jerusalem has shaken her head at thee. |
|
23
|
23
|
| τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ ᾿Ισραήλ; | Whom hast thou reproached and provoked? and against whom hast thou lifted up thy voice? and hast thou not lifted up thine eyes on high against the Holy One of Israel? |
|
24
|
24
|
| ὅτι δι᾿ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας· τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρος τοὺς δρυμοῦ | For thou hast reproached the Lord by messengers; for thou hast said, With the multitude of chariots have I ascended to the height of mountains, and to the sides of Libanus; and I have cropped the height of his cedars and the beauty of his cypresses; and I entered into the height of the forest region: |
|
25
|
25
|
| καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. | and I have made a bridge, and dried up the waters, and every pool of water. |
|
26
|
26
|
| οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς. | Hast thou not heard of these things which I did of old? I appointed them from ancient times; but now have I manifested my purpose of desolating nations in their strong holds, and them that dwell in strong cities. |
|
27
|
27
|
| ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις. | I weakened their hands, and they withered; and they became as dry grass on the house-tops, and as grass. |
|
28
|
28
|
| νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι. | But now I know thy rest, and thy going out, and thy coming in. |
|
29
|
29
|
| ὁ δὲ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ρῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. | And thy wrath wherewith thou hast been enraged, and thy rancour has come up to me; therefore I will put a hook in thy nose, and a bit in thy lips, and will turn thee back by the way by which thou camest. |
|
30
|
30
|
| τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. | And this shall be a sign to thee, Eat this year what thou hast sown; and the second year that which is left: and the third year sow, and reap, and plant vineyards, and eat the fruit of them. |
|
31
|
31
|
| καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ ᾿Ιουδαίᾳ φυήσουσι ρίζαν κάτω καὶ ποιήσουσι σπέρμα ἄνω. | And they that are left in Judea shall take root downward, and bear fruit upward: |
|
32
|
32
|
| ὅτι ἐξ ῾Ιερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. | for out of Jerusalem there shall be a remnant, and the saved ones out of mount Sion: the zeal of the Lord of hosts shall perform this. |
|
33
|
33
|
| διὰ τοῦτο οὕτω λέγει Κύριος ἐπὶ βασιλέα ᾿Ασσυρίων· οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπὶ αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ᾿ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ᾿ αὐτὴν χάρακα, | Therefore thus saith the Lord concerning the king of the Assyrians, He shall not enter into this city, nor cast a weapon against it, nor bring a shield against it, nor make a rampart round it. |
|
34
|
34
|
| ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. τάδε λέγει Κύριος· | But by the way by which he came, by it shall he return, and shall not enter into this city: thus saith the Lord. |
|
35
|
35
|
| ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν παῖδά μου. | I will protect this city to save it for my own sake, and for my servant David's sake. |
|
36
|
36
|
| Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν ᾿Ασσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας, καὶ ἀναστάντες τὸ πρωΐ εὗρον πάντα τὰ σώματα νεκρά. | And the angel of the Lord went forth, and slew out of the camp of the Assyrians a hundred and eighty-five thousand: and they arose in the morning and found all these bodies dead. |
|
37
|
37
|
| καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς ᾿Ασσυρίων, καὶ ᾤκησεν ἐν Νινευῇ. | And Sennacherim king of the Assyrians turned and departed, and dwelt in Nineve. |
|
38
|
38
|
| καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, ᾿Αδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς ᾿Αρμενίαν· καὶ ἐβασίλευσεν ᾿Ασορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And while he was worshipping Nasarach his country's god in the house, Adramelech and Sarasar his sons smote him with swords; and they escaped into Armenia: and Asordan his son reigned in his stead. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.