|
Κεφάλαιο 51
|
Chapter 51
|
|
1
|
1
|
| ΑΚΟΥΣΑΤΕ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν Κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. | Hearken to me, ye that follow after righteousness, and seek the Lord: look to the solid rock, which ye have hewn, and to the hole of the pit which ye have dug. |
|
2
|
2
|
| ἐμβλέψατε εἰς ῾Αβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν. | Look to Abraam your father, and to Sarrha that bore you: for he was alone when I called him, and blessed him, and loved him, and multiplied him. |
|
3
|
3
|
| καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως. | And now I will comfort thee, O Sion: and I have comforted all her desert places; and I will make her desert places as a garden, and her western places as the garden of the Lord; they shall find in her gladness and exultation, thanksgiving and the voice of praise. |
|
4
|
4
|
| ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. | Hear me, hear me, my people; and ye kings, hearken to me: for a law shall proceed from me, and my judgment shall be for a light of the nations. |
|
5
|
5
|
| ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι καὶ εἰς τὸν βραχίονά ἐλπιοῦσιν. | My righteousness speedily draws nigh, and my salvation shall go forth as light, and on mine arm shall the Gentiles trust: the isles shall wait for me, and on mine arm shall they trust. |
|
6
|
6
|
| ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατέ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ. | Lift up your eyes to the sky, and look on the earth beneath: for the sky was darkened like smoke, and the earth shall wax old like a garment, and the inhabitants shall die in like manner: but my righteousness shall not fail. |
|
7
|
7
|
| ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. | Hear me, ye that know judgment, the people in whose heart is my law: fear not the reproach of men, and be not overcome by their contempt. |
|
8
|
8
|
| ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. | For as a garment will be devoured by time, and as wool will be devoured by a moth, so shall they be consumed; but my righteousness shall be for ever, and my salvation for all generations. |
|
9
|
9
|
| ᾿Εξεγείρου ἐξεγείρου, ῾Ιερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ | Awake, awake, O Jerusalem, and put on the strength of thine arm; awake as in the early time, as the ancient generation. |
|
10
|
10
|
| ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ρυομένοις | Art thou not it that dried the sea, the water, even the abundance of the deep; that made the depths of the sea a way of passage for the delivered and redeemed? |
|
11
|
11
|
| καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις; καὶ εὐφροσύνη καταλήψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. | for by the help of the Lord they shall return, and come to Sion with joy and everlasting exultation, for praise and joy shall come upon their head: pain, and grief, and groaning, have fled away. |
|
12
|
12
|
| ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίνα εὐλαβηθεῖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. | I, even I, am he that comforts thee: consider who thou art, that thou wast afraid of mortal man, and of the son of man, who are withered as grass. |
|
13
|
13
|
| καὶ ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; | And thou hast forgotten God who made thee, who made the sky and founded the earth; and thou wert continually afraid because of the wrath of him that afflicted thee: for whereas he counselled to take thee away, yet now where is the wrath of him that afflicted thee? |
|
14
|
14
|
| ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ· | For in thy deliverance he shall not halt, nor tarry; |
|
15
|
15
|
| ὅτι ἐγὼ ὁ Θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι. | for I am thy God, that troubles the sea, and causes the waves thereof to roar: the Lord of hosts is my name. |
|
16
|
16
|
| θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιών· λαός μου εἶ σύ. | I will put my words into thy mouth, and I will shelter thee under the shadow of mine hand, with which I fixed the sky, and founded the earth: and the Lord shall say to Sion, Thou art my people. |
|
17
|
17
|
| ᾿Εξεγείρου ἐξεγείρου, ἀνάστηθι, ῾Ιερουσαλήμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας. | Awake, awake, stand up, O Jerusalem, that hast drunk at the hand of the Lord the cup of his fury: for thou hast drunk out and drained the cup of calamity, the cup of wrath: |
|
18
|
18
|
| καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. | and there was none to comfort thee of all the children whom thou borest; and there was none to take hold of thine hand, not even of all the children whom thou hast reared. |
|
19
|
19
|
| δύο ταῦτα ἀντικείμενά σοι· τίς συλλυπηθήσεταί σοι; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα. τίς παρακαλέσει σε; | Wherefore these things are against thee; who shall sympathise with thee in thy grief? downfall, and destruction, famine, and sword: who shall comfort thee? |
|
20
|
20
|
| οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ᾿ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ. | Thy sons are the perplexed ones, that sleep at the top of every street as a half-boiled beet; they that are full of the anger of the Lord, caused to faint by the Lord God. |
|
21
|
21
|
| διὰ τοῦτο ἄκουε, τεταπεινωμένη, καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου· | Therefore hear, thou afflicted one, and drunken, but not with wine; |
|
22
|
22
|
| οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό· | thus saith the Lord God that judges his people, Behold, I have taken out of thine hand the cup of calamity, the cup of my wrath; and thou shalt not drink it any more. |
|
23
|
23
|
| καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου· κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις. | And I will give it into the hands of them that injured thee, and them that afflicted thee; who said to thy soul, Bow down, that we may pass over: and thou didst level thy body with the ground to them passing by without. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.