|
Κεφάλαιο 43
|
Chapter 43
|
|
1
|
1
|
| ΚΑΙ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, ᾿Ιακώβ, ὁ πλάσας σε, ᾿Ισραήλ· μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ. | And now thus saith the Lord God that made thee, O Jacob, and formed thee, O Israel, Fear not: for I have redeemed thee, I have called thee by thy name; thou art mine. |
|
2
|
2
|
| καὶ ἐὰν διαβαίνῃς δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε. | And if thou pass through water, I am with thee; and the rivers shall not overflow thee: and if thou go through fire, thou shalt not be burned; the flame shall not burn thee. |
|
3
|
3
|
| ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἅγιος ᾿Ισραὴλ ὁ σῴζων σε· ἐποίησα ἄλλαγμά σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ. | For I am the Lord thy God, the Holy One of Israel, that saves thee: I have made Egypt and Ethiopia thy ransom, and given Soene for thee. |
|
4
|
4
|
| ἀφ᾿ οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης, καὶ ἐγὼ σὲ ἠγάπησα· καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. | Since thou becamest precious in my sight, thou hast become glorious, and I have loved thee: and I will give men for thee, and princes for thy life. |
|
5
|
5
|
| μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε. | Fear not; for I am with thee: I will bring thy seed from the east, and will gather thee from the west. |
|
6
|
6
|
| ἐρῶ τῷ Βορρᾷ· ἄγε, καὶ τῷ Λιβί· μὴ κώλυε, ἅγιε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ᾿ ἄκρων τῆς γῆς, | I will say to the north, Bring; and to the south, Keep not back; bring my sons from the land afar off, and my daughters from the ends of the earth; |
|
7
|
7
|
| πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν· | even all who are called by my name: for I have prepared him for my glory, and I have formed him, and have made him: |
|
8
|
8
|
| καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες. | and I have brought forth the blind people; for their eyes are alike blind, and they that have ears are deaf. |
|
9
|
9
|
| πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. | All the nations are gathered together, and princes shall be gathered out of them: who will declare these things? or who will declare to you things from the beginning? let them bring forth their witnesses, and be justified; and let them hear, and declare the truth. |
|
10
|
10
|
| γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. | Be ye my witnesses, and I too am a witness, saith the Lord God, and my servant whom I have chosen: that ye may know, and believe, and understand that I am he: before me there was no other God, and after me there shall be none. |
|
11
|
11
|
| ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. | I am God; and beside me there is no Saviour. |
|
12
|
12
|
| ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. | I have declared, and have saved; I have reproached, and there was no strange god among you: ye are my witnesses, and I am the Lord God, |
|
13
|
13
|
| ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; | even from the beginning; and there is none that can deliver out of my hands: I will work, and who shall turn it back? |
|
14
|
14
|
| Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ῾υμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ· ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. | Thus saith the Lord God that redeems you, the Holy One of Israel; For your sakes I will send to Babylon, and I will stir up all that flee, and the Chaldeans shall be bound in ships. |
|
15
|
15
|
| ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας ᾿Ισραὴλ βασιλέα ὑμῶν. | I am the Lord God, your Holy One, who have appointed for Israel your king. |
|
16
|
16
|
| οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν ἐν ὕδατι ἰσχυρῷ τρίβον, | Thus saith the Lord, who makes a way in the sea, and a path in the mighty water; |
|
17
|
17
|
| ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλ᾿ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον. | who brought forth chariots and horse, and a mighty multitude: but they have lain down, and shall not rise: they are extinct, as quenched flax. |
|
18
|
18
|
| μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. | Remember ye not the former things, and consider not the ancient things. |
|
19
|
19
|
| ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ τῇ ἀνύδρῳ ποταμούς. | Behold, I will do new things, which shall presently spring forth, and ye shall know them: and I will make a way in the wilderness, and rivers in the dry land. |
|
20
|
20
|
| εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, | The beasts of the field shall bless me, the owls and young ostriches; for I have given water in the wilderness, and rivers in the dry land, to give drink to my chosen race, |
|
21
|
21
|
| λαόν μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι. | even my people whom I have preserved to tell forth my praises. |
|
22
|
22
|
| οὐ νῦν ἐκάλεσά σε, ᾿Ιακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, ᾿Ισραήλ. | I have not now called thee, O Jacob; neither have I made thee weary, O Israel. |
|
23
|
23
|
| οὐκ ἐμοὶ ἤνεγκας πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλωσά σε ἐν θυσίαις, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ, | Thou hast not brought me the sheep of thy whole-burnt-offering; neither hast thou glorified me with thy sacrifices. I have not caused thee to serve with sacrifices, neither have I wearied thee with frankincense. |
|
24
|
24
|
| οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου. | Neither hast thou purchased for me victims for silver, neither have I desired the fat of thy sacrifices: but thou didst stand before me in thy sins, and in thine iniquities. |
|
25
|
25
|
| ἐγώ εἰμι, ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ καὶ τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι. | I, even I, am he that blots out thy transgressions for mine own sake, and thy sins; and I will not remember them. |
|
26
|
26
|
| σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. | But do thou remember, and let us plead together: do thou first confess thy transgressions, that thou mayest be justified. |
|
27
|
27
|
| οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ, | Your fathers first, and your princes have transgressed against me. |
|
28
|
28
|
| καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι ᾿Ιακὼβ καὶ ᾿Ισραὴλ εἰς ὀνειδισμόν. | And the princes have defiled my sanctuaries: so I gave Jacob to enemies to destroy, and Israel to reproach. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.