|
Κεφάλαιο 45
|
Глава 45
|
|
1
|
1
|
|
(Μασ. ΛΗ´) ΚΑΙ ἤκουσε Σαφατίας υἱὸς Μάθαν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ ᾿Ιωάχαλ υἱὸς Σελεμίου τοὺς λόγους, οὓς ῾Ιερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων·
|
Слово, яке пророк Єремія сказав Варуху, синові Нирії, коли він написав слова ці з уст Єремії у книгу, у четвертий рік Іоакима, сина Іосії, царя Юдейського:
|
|
2
|
2
|
|
οὕτως εἶπε Κύριος· ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρημα, καὶ ζήσεται.
|
так говорить Господь, Бог Ізраїлів, до тебе, Варух:
|
|
3
|
3
|
|
ὅτι οὕτως εἶπε Κύριος· παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτήν.
|
ти говориш: «горе мені! тому що Господь приклав скорботу до хвороби моєї; я знеміг від зітхань моїх, і не знаходжу спокою».
|
|
4
|
4
|
|
καὶ εἶπαν τῷ βασιλεῖ· ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ, ἀλλ’ ἢ πονηρά.
|
Так скажи йому: так говорить Господь: ось, що Я побудував, зруйную, і що насадив, викоріню, — усю цю землю.
|
|
5
|
5
|
|
καὶ εἶπεν ὁ βασιλεύς· ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς.
|
А ти просиш собі великого: не проси; бо ось, Я наведу біду на всяку плоть, — говорить Господь, — а тобі замість здобичі залишу душу твою в усіх місцях, куди тільки підеш.
|
|
6
|
|
|
καὶ ἔρριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ’ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ. —
|
|
|
7
|
|
|
Καὶ ἤκουσεν ᾿Αβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν ῾Ιερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμίν,
|
|
|
8
|
|
|
καὶ ἐξῆλθε πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ εἶπεν·
|
|
|
9
|
|
|
ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.
|
|
|
10
|
|
|
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ᾿Αβδεμέλεχ λέγων· λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ.
|
|
|
11
|
|
|
καὶ ἔλαβεν ᾿Αβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ράκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς ῾Ιερεμίαν εἰς τὸν λάκκον
|
|
|
12
|
|
|
καὶ εἶπε· ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων, καὶ ἐποίησεν ῾Ιερεμίας οὕτως.
|
|
|
13
|
|
|
καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. —
|
|
|
14
|
|
|
Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ᾿Ασελεισὴ τὴν ἐν οἴκῳ Κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ρῆμα.
|
|
|
15
|
|
|
καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.
|
|
|
16
|
|
|
καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων· ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.
|
|
|
17
|
|
|
καὶ εἶπεν αὐτῷ ῾Ιερεμίας· οὕτως εἶπε Κύριος· ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.
|
|
|
18
|
|
|
καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς.
|
|
|
19
|
|
|
καὶ εἶπεν ὁ βασιλεὺς τῷ ῾Ιερεμίᾳ· ἐγὼ λόγον ἔχω τῶν ᾿Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.
|
|
|
20
|
|
|
καὶ εἶπεν ῾Ιερεμίας· οὐ μὴ παραδῶσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω πρός σε, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.
|
|
|
21
|
|
|
καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι Κύριος·
|
|
|
22
|
|
|
καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως ᾿Ιούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον· ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ.
|
|
|
23
|
|
|
καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.
|
|
|
24
|
|
|
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.
|
|
|
25
|
|
|
καὶ ἐὰν οἱ ἄρχοντες ἀκούσωσιν ὅτι ἐλάλησά σοι καὶ ἔλθωσι πρὸς σὲ καὶ εἴπωσί σοι· ἀνάγγειλον ἡμῖν, τί ἐλάλησέ σοι ὁ βασιλεύς, μὴ κρύψῃς ἀφ’ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε, καὶ τί ἐλάλησε πρός σε ὁ βασιλεύς;
|
|
|
26
|
|
|
καὶ ἐρεῖς αὐτοῖς· ρίπτω ἐγὼ τὸ ἔλεός μου κατ’ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν ᾿Ιωνάθαν ἀποθανεῖν με ἐκεῖ.
|
|
|
27
|
|
|
καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς ῾Ιερεμίαν καὶ ἠρώτησαν αὐτόν, καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη ὁ λόγος Κυρίου.
|
|
|
28
|
|
|
καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήφθη ῾Ιερουσαλήμ.
|
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.
• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.
• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.
• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.