|
ΨΑΛΜΟΙ
|
Psalms
|
|
Κεφάλαιο 1
|
Psalm 1
|
|
1
|
1
|
| ΜΑΚΑΡΙΟΣ ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. | Blessed is the man who has not walked in the counsel of the ungodly, and has not stood in the way of sinners, and has not sat in the seat of evil men. |
|
2
|
2
|
| ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. | But his pleasure is in the law of the Lord; and in his law will he meditate day and night. |
|
3
|
3
|
| καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. | And he shall be as a tree planted by the brooks of waters, which shall yield its fruit in its season, and its leaf shall not fall off; and whatsoever he shall do shall be prospered. |
|
4
|
4
|
| οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. | Not so the ungodly;—not so: but rather as the chaff which the wind scatters away from the face of the earth. |
|
5
|
5
|
| διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· | Therefore the ungodly shall not rise in judgment, nor sinners in the counsel of the just. |
|
6
|
6
|
| ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. | For the Lord knows the way of the righteous; but the way of the ungodly shall perish. |
|
Κεφάλαιο 2
|
Psalm 2
|
|
1
|
1
|
| ΙΝΑΤΙ ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; | Wherefore did the heathen rage, and the nations imagine vain things? |
|
2
|
2
|
| παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (διάψαλμα). | The kings of the earth stood up, and the rulers gathered themselves together, against the Lord, and against his Christ; |
|
3
|
3
|
| Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν. | saying, Let us break through their bonds, and cast away their yoke from us. |
|
4
|
4
|
| ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. | He that dwells in the heavens shall laugh them to scorn, and the Lord shall mock them. |
|
5
|
5
|
| τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. | Then shall he speak to them in his anger, and trouble them in his fury. |
|
6
|
6
|
| ᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ | But I have been made king by him on Sion his holy mountain, |
|
7
|
7
|
| διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. | declaring the ordinance of the Lord: the Lord said to me, Thou art my Son, to-day have I begotten thee. |
|
8
|
8
|
| αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. | Ask of me, and I will give thee the heathen for thine inheritance, and the ends of the earth for thy possession. |
|
9
|
9
|
| ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. | Thou shalt rule them with a rod of iron; thou shalt dash them in pieces as a potter's vessel. |
|
10
|
10
|
| καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. | Now therefore understand, ye kings: be instructed, all ye that judge the earth. |
|
11
|
11
|
| δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. | Serve the Lord with fear, and rejoice in him with trembling. |
|
12
|
12
|
| δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. | Accept correction, lest at any time the Lord be angry, and ye should perish from the righteous way: whensoever his wrath shall be suddenly kindled, blessed are all they that trust in him. |
|
13
|
|
| ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ. | |
|
Κεφάλαιο 3
|
Psalm 3
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου ᾿Αβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ | A Psalm of David, when he fled from the presence of his son Abessalom. |
|
2
|
2
|
| ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· | O Lord, why are they that afflict me multiplied? many rise up against me. |
|
3
|
3
|
| πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα). | Many say concerning my soul, There is no deliverance for him in his God. Pause. |
|
4
|
4
|
| σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. | But thou, O Lord, art my helper: my glory, and the one that lifts up my head. |
|
5
|
5
|
| φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα). | I cried to the Lord with my voice, and he heard me out of his holy mountain. Pause. |
|
6
|
6
|
| ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. | I lay down and slept; I awaked; for the Lord will help me. |
|
7
|
7
|
| οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. | I will not be afraid of ten thousands of people, who beset me round about. |
|
8
|
8
|
| ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. | Arise, Lord; deliver me, my God: for thou hast smitten all who were without cause mine enemies; thou hast broken the teeth of sinners. |
|
9
|
9
|
| τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. | Deliverance is the Lord's, and thy blessing is upon thy people. |
|
Κεφάλαιο 4
|
Psalm 4
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυΐδ. | For the end, a Song of David among the Psalms. |
|
2
|
2
|
| ΕΝ τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. | When I called upon him, the God of my righteousness heard me: thou hast made room for me in tribulation; pity me, and hearken to my prayer. |
|
3
|
3
|
| υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα). | O ye sons of men, how long will ye be slow of heart? wherefore do ye love vanity, and seek falsehood? Pause. |
|
4
|
4
|
| καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. | But know ye that the Lord has done wondrous things for his holy one: the Lord will hear me when I cry to him. |
|
5
|
5
|
| ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα). | Be ye angry, and sin not; feel compunction upon your beds for what ye say in your hearts. Pause. |
|
6
|
6
|
| θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον. | Offer the sacrifice of righteousness, and trust in the Lord. |
|
7
|
7
|
| πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; ᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. | Many say, Who will shew us good things? the light of thy countenance, O Lord, has been manifested towards us. |
|
8
|
8
|
| ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. | Thou hast put gladness into my heart: they have been satisfied with the fruit of their corn and wine and oil. |
|
9
|
9
|
| ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με. | I will both lie down in peace and sleep: for thou, Lord, only hast caused me to dwell securely. |
|
Κεφάλαιο 5
|
Psalm 5
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David, concerning her that inherits. |
|
2
|
2
|
| ΤΑ ρήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· | Hearken to my words, O Lord, attend to my cry. |
|
3
|
3
|
| πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε· | Attend to the voice of my supplication, my King, and my God: for to thee, O Lord, will I pray. |
|
4
|
4
|
| τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψει με, | In the morning thou shalt hear my voice: in the morning will I wait upon thee, and will look up. |
|
5
|
5
|
| ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, | For thou art not a God that desires iniquity; neither shall the worker of wickedness dwell with thee. |
|
6
|
6
|
| οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· | Neither shall the transgressors continue in thy sight: thou hatest, O Lord, all them that work iniquity. |
|
7
|
7
|
| ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. | Thou wilt destroy all that speak falsehood: the Lord abhors the bloody and deceitful man. |
|
8
|
8
|
| ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. | But I will enter into thine house in the multitude of thy mercy: I will worship in thy fear toward thy holy temple. |
|
9
|
9
|
| Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. | Lead me, O Lord, in thy righteousness because of mine enemies; make my way plain before thy face. |
|
10
|
10
|
| ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. | For there is no truth in their mouth; their heart is vain; their throat is an open sepulchre; with their tongues they have used deceit. |
|
11
|
11
|
| κρῖνον αὐτούς, ὁ Θεός. ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. | Judge them, O God; let them fail of their counsels: cast them out according to the abundance of their ungodliness; for they have provoked thee, O Lord. |
|
12
|
12
|
| καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. | But let all that trust on thee be glad in thee: they shall exult for ever, and thou shalt dwell among them; and all that love thy name shall rejoice in thee. |
|
13
|
13
|
| ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. | For thou, Lord, shalt bless the righteous: thou hast compassed us as with a shield of favour. |
|
Κεφάλαιο 6
|
Psalm 6
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David among the Hymns for the eighth. |
|
2
|
2
|
| ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. | O Lord, rebuke me not in thy wrath, neither chasten me in thine anger. |
|
3
|
3
|
| ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, | Pity me, O Lord; for I am weak: heal me, O Lord; for my bones are vexed. |
|
4
|
4
|
| καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε; | My soul also is grievously vexed: but thou, O Lord, how long? |
|
5
|
5
|
| ἐπίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. | Return, O Lord, deliver my soul: save me for thy mercy's sake. |
|
6
|
6
|
| ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ῞ᾼδῃ τίς ἐξομολογήσεταί σοι; | For in death no man remembers thee: and who will give thee thanks in Hades? |
|
7
|
7
|
| ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. | I am wearied with my groaning; I shall wash my bed every night; I shall water my couch with my tears. |
|
8
|
8
|
| ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. | Mine eye is troubled because of my wrath; I am worn out because of all my enemies. |
|
9
|
9
|
| ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· | Depart from me, all ye that work iniquity; for the Lord has heard the voice of my weeping. |
|
10
|
10
|
| ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. | The Lord has hearkened to my petition; the Lord has accepted my prayer. |
|
11
|
11
|
| αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. | Let all mine enemies be put to shame and sore troubled: let them be turned back and grievously put to shame speedily. |
|
Κεφάλαιο 7
|
Psalm 7
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ ᾿Ιεμενεί. | A Psalm of David, which he sang to the Lord because of the words of Chusi the Benjamite. |
|
2
|
2
|
| ΚΥΡΙΕ ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, | O Lord my God, in thee have I trusted: save me from all them that persecute me, and deliver me. |
|
3
|
3
|
| μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. | Lest at any time the enemy seize my soul as a lion, while there is none to ransom, nor to save. |
|
4
|
4
|
| Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, | O Lord my God, if I have done this; (if there is unrighteousness in my hands;) |
|
5
|
5
|
| εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· | if I have requited with evil those who requited me with good; may I then perish empty by means of my enemies. |
|
6
|
6
|
| καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. (διάψαλμα). | Let the enemy persecute my soul, and take it; and let him trample my life on the ground, and lay my glory in the dust. Pause. |
|
7
|
7
|
| ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, | Arise, O Lord, in thy wrath; be exalted in the utmost boundaries of mine enemies: awake, O Lord my God, according to the decree which thou didst command. |
|
8
|
8
|
| καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. | And the congregation of the nations shall compass thee: and for this cause do thou return on high. |
|
9
|
9
|
| Κύριος κρινεῖ λαούς. κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾿ ἐμοί. | The Lord shall judge the nations: judge me, O Lord, according to my righteousness, and according to my innocence that is in me. |
|
10
|
10
|
| συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. | Oh let the wickedness of sinners come to an end; and then thou shalt direct the righteous, O God that searchest the hearts and reins. |
|
11
|
11
|
| δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. | My help is righteous, coming from God who saves the upright in heart. |
|
12
|
12
|
| ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος καὶ μὴ ὀργὴν ἐπάγων καθ᾿ ἑκάστην ἡμέραν. | God is a righteous judge, and strong, and patient, not inflicting vengeance every day. |
|
13
|
13
|
| ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ρομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό· | If ye will not repent, he will furbish his sword; he has bent his bow, and made it ready. |
|
14
|
14
|
| καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. | And on it he has fitted the instruments of death; he has completed his arrows for the raging ones. |
|
15
|
15
|
| ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. | Behold, he has travailed with unrighteousness, he has conceived trouble, and brought forth iniquity. |
|
16
|
16
|
| λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο· | He has opened a pit, and dug it up, and he shall fall into the ditch which he has made. |
|
17
|
17
|
| ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. | His trouble shall return on his own head, and his unrighteousness shall come down on his own crown. |
|
18
|
18
|
| ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου. | I will give thanks to the Lord according to his righteousness; I will sing to the name of the Lord most high. |
|
Κεφάλαιο 8
|
Psalm 8
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυΐδ. | For the end, concerning the wine-presses, a Psalm of David. |
|
2
|
2
|
| ΚΥΡΙΕ ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. | O Lord, our Lord, how wonderful is thy name in all the earth! for thy magnificence is exalted above the heavens. |
|
3
|
3
|
| ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. | Out of the mouth of babes and sucklings hast thou perfected praise, because of thine enemies; that thou mightest put down the enemy and avenger. |
|
4
|
4
|
| ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· | For I will regard the heavens, the work of thy fingers; the moon and stars, which thou hast established. |
|
5
|
5
|
| τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; | What is man, that thou art mindful of him? or the son of man, that thou visitest him? |
|
6
|
6
|
| ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, | Thou madest him a little less than angels, thou hast crowned him with glory and honour; |
|
7
|
7
|
| καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, | and thou hast set him over the works of thy hands: thou hast put all things under his feet: |
|
8
|
8
|
| πρόβατα, καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, | sheep and all oxen, yea, and the cattle of the field; |
|
9
|
9
|
| τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. | the birds of the sky, and the fish of the sea, the creatures passing through the paths of the sea. |
|
10
|
10
|
| Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! | O Lord our Lord, how wonderful is thy name in all the earth! |
|
Κεφάλαιο 9
|
Psalm 9
|
|
2
|
2
|
| ΕΞΟΜΟΛΟΓΗΣΟΜΑΙ σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· | I will give thanks to thee, O Lord, with my whole heart; I will recount all thy wonderful works. |
|
3
|
3
|
| εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ῞Υψιστε. | I will be glad and exult in thee: I will sing to thy name, O thou Most High. |
|
4
|
4
|
| ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, | When mine enemies are turned back, they shall be feeble and perish at thy presence. |
|
5
|
5
|
| ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. | For thou hast maintained my cause and my right; thou satest on the throne, that judgest righteousness. |
|
6
|
6
|
| ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | Thou hast rebuked the nations, and the ungodly one has perished; thou hast blotted out their name for ever, even for ever and ever. |
|
7
|
7
|
| τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ᾿ ἤχου, | The swords of the enemy have failed utterly; and thou hast destroyed cities: their memorial has been destroyed with a noise, |
|
8
|
8
|
| καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, | but the Lord endures for ever: he has prepared his throne for judgment. |
|
9
|
9
|
| καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. | And he will judge the world in righteousness, he will judge the nations in uprightness. |
|
10
|
10
|
| καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσι· | The Lord also is become a refuge for the poor, a seasonable help, in affliction. |
|
11
|
11
|
| καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. | And let them that know thy name hope in thee: for thou, O Lord, hast not failed them that diligently seek thee. |
|
12
|
12
|
| ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, | Sing praises to the Lord, who dwells in Sion: declare his dealings among the nations. |
|
13
|
13
|
| ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. | For he remembered them, in making inquisition for blood: he has not forgotten the supplication of the poor. |
|
14
|
14
|
| ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, | Have mercy upon me, O Lord; look upon my affliction which I suffer of mine enemies, thou that liftest me up from the gates of death: |
|
15
|
15
|
| ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. | that I may declare all thy praises in the gates of the daughter of Sion: I will exult in thy salvation. |
|
16
|
16
|
| ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. | The heathen are caught in the destruction which they planned: in the very snare which they hid is their foot taken. |
|
17
|
17
|
| γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. (ᾠδὴ διαψάλματος). | The Lord is known as executing judgments: the sinner is taken in the works of his hands. A song of Pause. |
|
19
|
19
|
| ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. | For the poor shall not be forgotten for ever: the patience of the needy ones shall not perish for ever. |
|
20
|
20
|
| ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. | Arise, O Lord, let not man prevail: let the heathen be judged before thee. |
|
21
|
21
|
| κατάστησον, Κύριε, νομοθέτην ἐπ᾿ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. (διάψαλμα). (Μασ. | Appoint, O Lord, a lawgiver over them: let the heathen know that they are men. Pause. |
|
1
|
1
|
| - | For the end, a Psalm of David, concerning the secrets of the Son. |
|
18
|
18
|
| ). | Let sinners be driven away into Hades, even all the nations that forget God. |
|
22
|
22
|
| ῾Ινατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσιν; | Why standest thou afar off, O Lord? why dost thou overlook us in times of need, in affliction? |
|
23
|
23
|
| ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός, συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. | While the ungodly one acts proudly, the poor is hotly pursued: the wicked are taken in the crafty counsels which they imagine. |
|
24
|
24
|
| ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται· | Because the sinner praises himself for the desires of his heart; and the unjust one blesses himself. |
|
25
|
25
|
| παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. | The sinner has provoked the Lord: according to the abundance of his pride he will not seek after him: God is not before him. |
|
26
|
26
|
| βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει· | His ways are profane at all times; thy judgments are removed from before him: he will gain the mastery over all his enemies. |
|
27
|
27
|
| εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐ μὴ σαλευθῶ, ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. | For he has said in his heart, I shall not be moved, continuing without evil from generation to generation. |
|
28
|
28
|
| οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. | Whose mouth is full of cursing, and bitterness, and fraud: under his tongue are trouble and pain. |
|
29
|
29
|
| ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων, ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν· | He lies in wait with rich men in secret places, in order to slay the innocent: his eyes are set against the poor. |
|
30
|
30
|
| ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· | He lies in wait in secret as a lion in his den: he lies in wait to ravish the poor, to ravish the poor when he draws him after him: he will bring him down in his snare. |
|
31
|
31
|
| ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. | He will bow down and fall when he has mastered the poor. |
|
32
|
32
|
| εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· ἐπιλέλησται ὁ Θεός, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος. | For he has said in his heart, God has forgotten: he has turned away his face so as never to look. |
|
33
|
33
|
| ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων. | Arise, O Lord God; let thy hand be lifted up: forget not the poor. |
|
34
|
34
|
| ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει. | Wherefore has the wicked provoked God? for he has said in his heart, He will not require it. |
|
35
|
35
|
| βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ᾖσθα βοηθός. | Thou seest it; for thou dost observe trouble and wrath, to deliver them into thy hands: the poor has been left to thee; thou wast a helper to the orphan. |
|
36
|
36
|
| σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. | Break thou the arm of the sinner and wicked man: his sin shall be sought for, and shall not be found. |
|
37
|
37
|
| βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ. | The Lord shall reign for ever, even for ever and ever: ye Gentiles shall perish out of his land. |
|
38
|
38
|
| τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου | The Lord has heard the desire of the poor: thine ear has inclined to the preparation of their heart; |
|
39
|
39
|
| κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς. | to plead for the orphan and afflicted, that man may no more boast upon the earth. |
|
Κεφάλαιο 10
|
Psalm 10
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. ΕΠΙ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; | For the end, a Psalm of David. In the Lord I have put my trust: how will ye say to my soul, Flee to the mountains as a sparrow? |
|
2
|
2
|
| ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. | For behold the sinners have bent their bow, they have prepared their arrows for the quiver, to shoot privily at the upright in heart. |
|
3
|
3
|
| ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; | For they have pulled down what thou didst frame, but what has the righteous done? |
|
4
|
4
|
| Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. | The Lord is in his holy temple, as for the Lord, his throne is in heaven: his eyes look upon the poor, his eyelids try the sons of men. |
|
5
|
5
|
| Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. | The Lord tries the righteous and the ungodly: and he that loves unrighteousness hates his own soul. |
|
6
|
6
|
| ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. | He shall rain upon sinners snares, fire, and brimstone, and a stormy blast shall be the portion of their cup. |
|
7
|
7
|
| ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. | For the Lord is righteous, and loves righteousness; his face beholds uprightness. |
|
Κεφάλαιο 11
|
Psalm 11
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David, upon the eighth. |
|
2
|
2
|
| ΣΩΣΟΝ με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. | Save me, O Lord; for the godly man has failed; for truth is diminished from among the children of men. |
|
3
|
3
|
| μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. | Every one has spoken vanity to his neighbour: their lips are deceitful, they have spoken with a double heart. |
|
4
|
4
|
| ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλοῤῥήμονα. | Let the Lord destroy all the deceitful lips, and the tongue that speaks great words: |
|
5
|
5
|
| τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν; | who have said, We will magnify our tongue; our lips are our own: who is Lord of us? |
|
6
|
6
|
| ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. | Because of the misery of the poor, and because of the sighing of the needy, now will I arise, saith the Lord, I will set them in safety; I will speak to them thereof openly. |
|
7
|
7
|
| τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. | The oracles of the Lord are pure oracles; as silver tried in the fire, proved in a furnace of earth, purified seven times. |
|
8
|
8
|
| σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. | Thou, O Lord, shalt keep us, and shalt preserve us, from this generation, and for ever. |
|
9
|
9
|
| κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. | The ungodly walk around: according to thy greatness thou hast greatly exalted the sons of men. |
|
Κεφάλαιο 12
|
Psalm 12
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David. |
|
2
|
2
|
| ΕΩΣ πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; | How long, O Lord, wilt thou forget me? for ever? how long wilt thou turn away thy face from me? |
|
3
|
3
|
| ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ; | How long shall I take counsel in my soul, having sorrows in my heart daily? how long shall my enemy be exalted over me? |
|
4
|
4
|
| ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, | Look on me, hearken to me, O Lord my God: lighten mine eyes, lest I sleep in death; |
|
5
|
5
|
| μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. | lest at any time mine enemy say, I have prevailed against him: my persecutors will exult if ever I should be moved. |
|
6
|
6
|
| ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου. | But I have hoped in thy mercy; my heart shall exult in thy salvation. I will sing to the Lord who has dealt bountifully with me, and I will sing psalms to the name of the Lord most high. |
|
Κεφάλαιο 13
|
Psalm 13
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. ΕΙΠΕΝ ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. | For the end, a Psalm of David. The fool has said in his heart, There is no God. They have corrupted themselves, and become abominable in their devices; there is none that does goodness, there is not even so much as one. |
|
2
|
2
|
| Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. | The Lord looked down from heaven upon the sons of men, to see if there were any that understood, or sought after God. |
|
3
|
3
|
| πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός*. | They are all gone out of the way, they are together become good for nothing, there is none that does good, no not one. Their throat is an open sepulchre; with their tongues they have used deceit; the poison of asps is under their lips: whose mouth is full of cursing and bitterness; their feet are swift to shed blood: destruction and misery are in their ways; and the way of peace they have not known: there is no fear of God before their eyes. |
|
4
|
4
|
| οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. | Will not all the workers of iniquity know, who eat up my people as they would eat bread? they have not called upon the Lord. |
|
5
|
5
|
| ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. | There were they alarmed with fear, where there was no fear; for God is in the righteous generation. |
|
6
|
6
|
| βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι. | Ye have shamed the counsel of the poor, because the Lord is his hope. |
|
7
|
7
|
| τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ᾿Ισραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται ᾿Ιακὼβ καὶ εὐφρανθήσεται ᾿Ισραήλ. —————————————— * τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὑτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. | Who will bring the salvation of Israel out of Sion? when the Lord brings back the captivity of his people, let Jacob exult, and Israel be glad. |
|
Κεφάλαιο 14
|
Psalm 14
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. ΚΥΡΙΕ, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; | A Psalm of David. O Lord, who shall sojourn in thy tabernacle? and who shall dwell in thy holy mountain? |
|
2
|
2
|
| πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, | He that walks blameless, and works righteousness, who speaks truth in his heart. |
|
3
|
3
|
| ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ. | Who has not spoken craftily with his tongue, neither has done evil to his neighbour, nor taken up a reproach against them that dwelt nearest to him. |
|
4
|
4
|
| ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν· | In his sight an evil-worker is set at nought, but he honours them that fear the Lord. He swears to his neighbour, and disappoints him not. |
|
5
|
5
|
| τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾿ ἀθῴοις οὐκ ἔλαβεν. ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. | He has not lent his money on usury, and has not received bribes against the innocent. He that does these things shall never be moved. |
|
Κεφάλαιο 15
|
Psalm 15
|
|
1
|
1
|
| Στηλογραφία τῷ Δαυΐδ. ΦΥΛΑΞΟΝ με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. | A writing of David. Keep me, O Lord; for I have hoped in thee. |
|
2
|
2
|
| εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. | I said to the Lord, Thou art my Lord; for thou hast no need of my goodness. |
|
3
|
3
|
| τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. | On behalf of the saints that are in his land, he has magnified all his pleasure in them. |
|
4
|
4
|
| ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδ᾿ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. | Their weaknesses have been multiplied; afterward they hasted. I will by no means assemble their bloody meetings, neither will I make mention of their names with my lips. |
|
5
|
5
|
| Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. | The Lord is the portion of mine inheritance and of my cup: thou art he that restores my inheritance to me. |
|
6
|
6
|
| σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν. | The lines have fallen to me in the best places, yea, I have a most excellent heritage. |
|
7
|
7
|
| εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. | I will bless the Lord who has instructed me; my reins too have chastened me even till night. |
|
8
|
8
|
| προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. | I foresaw the Lord always before my face; for he is on my right hand, that I should not be moved. |
|
9
|
9
|
| διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι, | Therefore my heart rejoiced and my tongue exulted; moreover also my flesh shall rest in hope: |
|
10
|
10
|
| ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. | because thou wilt not leave my soul in hell, neither wilt thou suffer thine Holy One to see corruption. |
|
11
|
11
|
| ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος. | Thou hast made known to me the ways of life; thou wilt fill me with joy with thy countenance: at thy right hand there are delights for ever. |
|
Κεφάλαιο 16
|
Psalm 16
|
|
1
|
1
|
| Προσευχὴ τοῦ Δαυΐδ. ΕΙΣΑΚΟΥΣΟΝ, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. | A Prayer of David. Hearken, O Lord of my righteousness, attend to my petition; give ear to my prayer not uttered with deceitful lips. |
|
2
|
2
|
| ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. | Let my judgment come forth from thy presence; let mine eyes behold righteousness. |
|
3
|
3
|
| ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. | Thou hast proved mine heart; thou hast visited me by night; thou hast tried me as with fire, and unrighteousness has not been found in me: I am purposed that my mouth shall not speak amiss. |
|
4
|
4
|
| ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. | As for the works of men, by the words of thy lips I have guarded myself from hard ways. |
|
5
|
5
|
| κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. | Direct my steps in thy paths, that my steps slip not. |
|
6
|
6
|
| ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου. | I have cried, for thou heardest me, O God: incline thine ear to me, and hearken to my words. |
|
7
|
7
|
| θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου. | Shew the marvels of thy mercies, thou that savest them that hope in thee. |
|
8
|
8
|
| φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με | Keep me as the apple of the eye from those that resist thy right hand: thou shalt screen me by the covering of thy wings, |
|
9
|
9
|
| ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· | from the face of the ungodly that have afflicted me: mine enemies have compassed about my soul. |
|
10
|
10
|
| τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. | They have enclosed themselves with their own fat: their mouth has spoken pride. |
|
11
|
11
|
| ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. | They have now cast me out and compassed me round about: they have set their eyes so as to bow them down to the ground. |
|
12
|
12
|
| ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. | They laid wait for me as a lion ready for prey, and like a lion's whelp dwelling in secret places. |
|
13
|
13
|
| ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ρῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ρομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. | Arise, O Lord, prevent them, and cast them down: deliver my soul from the ungodly: draw thy sword, |
|
14
|
14
|
| Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν υἱῶν*, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. | because of the enemies of thine hand: O Lord, destroy them from the earth; scatter them in their life, though their belly has been filled with thy hidden treasures: they have been satisfied with uncleanness, and have left the remnant of their possessions to their babes. |
|
15
|
15
|
| ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. —————————————— * ῎Αλλη γραφή· ὑείων. —————————————— * ῎Αλλη γραφή· ὑείων. | But I shall appear in righteousness before thy face: I shall be satisfied when thy glory appears. |
|
Κεφάλαιο 17
|
Psalm 17
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυΐδ, ἃ ἐλάλησεν τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, | For the end, a Psalm of David the servant of the Lord; the words which he spoke to the Lord, even the words of this Song, in the day in which the Lord delivered him out of the hand of all his enemies, and out of the hand of Saul: and he said: |
|
2
|
2
|
| καὶ εἶπεν· ΑΓΑΠΗΣΩ σε, Κύριε, ἡ ἰσχύς μου. | I will love thee, O Lord, my strength. |
|
3
|
3
|
| Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ρύστης μου. ῾Ο Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου. | The Lord is my firm support, and my refuge, and my deliverer; my God is my helper, I will hope in him; he is my defender, and the horn of my salvation, and my helper. |
|
4
|
4
|
| αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. | I will call upon the Lord with praises, and I shall be saved from mine enemies. |
|
5
|
5
|
| περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με. | The pangs of death compassed me, and the torrents of ungodliness troubled me exceedingly. |
|
6
|
6
|
| ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. | The pangs of hell came round about me: the snares of death prevented me. |
|
7
|
7
|
| καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. | And when I was afflicted I called upon the Lord, and cried to my God: he heard my voice out of his holy temple, and my cry shall enter before him, even into his ears. |
|
8
|
8
|
| καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. | Then the earth shook and quaked, and the foundations of the mountains were disturbed, and were shaken, because God was angry with them. |
|
9
|
9
|
| ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται, ἄνθρακες ἀνήφθησαν ἀπ᾿ αὐτοῦ. | There went up a smoke in his wrath, and fire burst into a flame at his presence: coals were kindled at it. |
|
10
|
10
|
| καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. | And he bowed the heaven, and came down: and thick darkness was under his feet. |
|
11
|
11
|
| καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. | And he mounted on cherubs and flew: he flew on the wings of winds. |
|
12
|
12
|
| καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. | And he made darkness his secret place: round about him was his tabernacle, even dark water in the clouds of the air. |
|
13
|
13
|
| ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. | At the brightness before him the clouds passed, hail and coals of fire. |
|
14
|
14
|
| καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ· | The Lord also thundered from heaven, and the Highest uttered his voice. |
|
15
|
15
|
| ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. | And he sent forth his weapons, and scattered them; and multiplied lightnings, and routed them. |
|
16
|
16
|
| καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. | And the springs of waters appeared, and the foundations of the world were exposed, at thy rebuke, O Lord, at the blasting of the breath of thy wrath. |
|
17
|
17
|
| ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. | He sent from on high and took me, he drew me to himself out of many waters. |
|
18
|
18
|
| ρύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ. | He will deliver me from my mighty enemies, and from them that hate me; for they are stronger than I. |
|
19
|
19
|
| προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου | They prevented me in the day of mine affliction: but the Lord was my stay against them. |
|
20
|
20
|
| καὶ ἐξήγαγέ με εἰς πλατυσμόν, ρύσεταί με, ὅτι ἠθέλησέ με. | And he brought me out into a wide place: he will deliver me, because he has pleasure in me. |
|
21
|
21
|
| καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, | And the Lord will recompense me according to my righteousness; even according to the purity of my hands will he recompense me. |
|
22
|
22
|
| ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου, | For I have kept the ways of the Lord and have not wickedly departed from my God. |
|
23
|
23
|
| ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ᾿ ἐμοῦ. | For all his judgments were before me, and his ordinances departed not from me. |
|
24
|
24
|
| καὶ ἔσομαι ἄμωμος μετ᾿ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. | And I shall be blameless with him, and shall keep myself from mine iniquity. |
|
25
|
25
|
| καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. | And the Lord shall recompense me according to my righteousness, and according to the purity of my hands before his eyes. |
|
26
|
26
|
| μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, | With the holy thou wilt be holy; and with the innocent man thou wilt be innocent. |
|
27
|
27
|
| καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. | And with the excellent man thou wilt be excellent; and with the perverse thou wilt shew frowardness. |
|
28
|
28
|
| ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. | For thou wilt save the lowly people, and wilt humble the eyes of the proud. |
|
29
|
29
|
| ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. | For thou, O Lord, wilt light my lamp: my God, thou wilt lighten my darkness. |
|
30
|
30
|
| ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. | For by thee shall I be delivered from a troop; and by my God I will pass over a wall. |
|
31
|
31
|
| ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ᾿ αὐτόν. | As for my God, his way is perfect: the oracles of the Lord are tried in the fire; he is a protector of all them that hope in him. |
|
32
|
32
|
| ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου, καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; | For who is God but the Lord? and who is a God except our God? |
|
33
|
33
|
| ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· | It is God that girds me with strength, and has made my way blameless: |
|
34
|
34
|
| καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με· | who strengthens my feet as hart's feet, and sets me upon high places. |
|
35
|
35
|
| διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· | He instructs my hands for war; and thou hast made my arms as a brazen bow. |
|
36
|
36
|
| καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. | And thou hast made me secure in my salvation: and thy right hand has helped me, and thy correction has upheld me to the end; yea, thy correction itself shall instruct me. |
|
37
|
37
|
| ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. | Thou hast made room for my goings under me, and my footsteps did not fail. |
|
38
|
38
|
| καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν· | I will pursue mine enemies, and overtake them; and I will not turn back until they are consumed. |
|
39
|
39
|
| ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. | I will dash them to pieces and they shall not be able to stand: they shall fall under my feet. |
|
40
|
40
|
| καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ᾿ ἐμὲ ὑποκάτω μου. | For thou hast girded me with strength for war: thou hast beaten down under me all that rose up against me. |
|
41
|
41
|
| καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας. | And thou hast made mine enemies turn their backs before me; and thou hast destroyed them that hated me. |
|
42
|
42
|
| ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. | They cried, but there was no deliverer: even to the Lord, but he hearkened not to them. |
|
43
|
43
|
| καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς. | I will grind them as the mud of the streets: and I will beat them small as dust before the wind. |
|
44
|
44
|
| ρύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, | Deliver me from the gainsayings of the people: thou shalt make me head of the Gentiles: a people whom I knew not served me, |
|
45
|
45
|
| εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, | at the hearing of the ear they obeyed me: the strange children lied to me. |
|
46
|
46
|
| υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. | The strange children waxed old, and fell away from their paths through lameness. |
|
47
|
47
|
| ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου, | The Lord lives; and blessed be my God; and let the God of my salvation be exalted. |
|
48
|
48
|
| ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ, | It is God that avenges me, and has subdued the nations under me; |
|
49
|
49
|
| ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με. | my deliverer from angry enemies: thou shalt set me on high above them that rise up against me: thou shalt deliver me from the unrighteous man. |
|
50
|
50
|
| διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ, | Therefore will I confess to thee, O Lord, among the Gentiles, and sing to thy name. |
|
51
|
51
|
| μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυΐδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. | God magnifies the deliverances of his king; and deals mercifully with David his anointed, and his seed, for ever. |
|
Κεφάλαιο 18
|
Psalm 18
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David. |
|
2
|
2
|
| ΟΙ ΟΥΡΑΝΟΙ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. | The heavens declare the glory of God; and the firmament proclaims the work of his hands. |
|
3
|
3
|
| ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. | Day to day utters speech, and night to night proclaims knowledge. |
|
4
|
4
|
| οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· | There are no speeches or words, in which their voices are not heard. |
|
5
|
5
|
| εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. | Their voice is gone out into all the earth, and their words to the ends of the world. |
|
6
|
6
|
| ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. | In the sun he has set his tabernacle; and he comes forth as a bridegroom out of his chamber: he will exult as a giant to run his course. |
|
7
|
7
|
| ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ. | His going forth is from the extremity of heaven, and his circuit to the other end of heaven: and no one shall be hidden from his heat. |
|
8
|
8
|
| ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια. | The law of the Lord is perfect, converting souls: the testimony of the Lord is faithful, instructing babes. |
|
9
|
9
|
| τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς· | The ordinances of the Lord are right, rejoicing the heart: the commandment of the Lord is bright, enlightening the eyes. |
|
10
|
10
|
| ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό, | The fear of the Lord is pure, enduring for ever and ever: the judgments of the Lord are true, and justified altogether. |
|
11
|
11
|
| ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. | To be desired more than gold, and much precious stone: sweeter also than honey and the honey-comb. |
|
12
|
12
|
| καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. | For thy servant keeps to them: in the keeping of them there is great reward. |
|
13
|
13
|
| παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με. | Who will understand his transgressions? purge thou me from my secret sins. |
|
14
|
14
|
| καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. | And spare thy servant the attack of strangers: if they do not gain the dominion over me, then shall I be blameless, and I shall be clear from great sin. |
|
15
|
15
|
| καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός, Κύριε, βοηθέ μου καὶ λυτρωτά μου. | So shall the sayings of my mouth, and the meditation of my heart, be pleasing continually before thee, O Lord my helper, and my redeemer. |
|
Κεφάλαιο 19
|
Psalm 19
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David. |
|
2
|
2
|
| ΕΠΑΚΟΥΣΑΙ σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ. | The Lord hear thee in the day of trouble; the name of the God of Jacob defend thee. |
|
3
|
3
|
| ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. | Send thee help from the sanctuary, and aid thee out of Sion. |
|
4
|
4
|
| μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. (διάψαλμα). | Remember all thy sacrifice, and enrich thy whole-burnt-offering. Pause. |
|
5
|
5
|
| δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. | Grant thee according to thy heart, and fulfil all thy desire. |
|
6
|
6
|
| ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. | We will exult in thy salvation, and in the name of our God shall we be magnified: the Lord fulfil all thy petitions. |
|
7
|
7
|
| νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. | Now I know that the Lord has saved his Christ: he shall hear him from his holy heaven: the salvation of his right hand is mighty. |
|
8
|
8
|
| οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. | Some glory in chariots, and some in horses: but we will glory in the name of the Lord our God. |
|
9
|
9
|
| αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. | They are overthrown and fallen: but we are risen, and have been set upright. |
|
10
|
10
|
| Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. | O Lord, save the king: and hear us in whatever day we call upon thee. |
|
Κεφάλαιο 20
|
Psalm 20
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David. |
|
2
|
2
|
| ΚΥΡΙΕ, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. | O Lord, the king shall rejoice in thy strength; and in thy salvation he shall greatly exult. |
|
3
|
3
|
| τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. (διάψαλμα). | Thou hast granted him the desire of his soul, and hast not withheld from him the request of his lips. Pause. |
|
4
|
4
|
| ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. | For thou hast prevented him with blessings of goodness: thou hast set upon his head a crown of precious stone. |
|
5
|
5
|
| ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. | He asked life of thee, and thou gavest him length of days for ever and ever. |
|
6
|
6
|
| μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν· | His glory is great in thy salvation: thou wilt crown him with glory and majesty. |
|
7
|
7
|
| ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. | For thou wilt give him a blessing for ever and ever: thou wilt gladden him with joy with thy countenance. |
|
8
|
8
|
| ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ῾Υψίστου οὐ μὴ σαλευθῇ. | For the king trusts in the Lord, and through the mercy of the Highest he shall not be moved. |
|
9
|
9
|
| εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. | Let thy hand be found by all thine enemies: let thy right hand find all that hate thee. |
|
10
|
10
|
| θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου· Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. | Thou shalt make them as a fiery oven at the time of thy presence: the Lord shall trouble them in his anger, and fire shall devour them. |
|
11
|
11
|
| τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, | Thou shalt destroy their fruit from the earth, and their seed from among the sons of men. |
|
12
|
12
|
| ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι. | For they intended evils against thee; they imagined a device which they shall by no means be able to perform. |
|
13
|
13
|
| ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. | For thou shalt make them turn their back in thy latter end, thou wilt prepare their face. |
|
14
|
14
|
| ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. | Be thou exalted, O Lord, in thy strength: we will sing and praise thy mighty acts. |
|
Κεφάλαιο 21
|
Psalm 21
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυΐδ. | For the end, concerning the morning aid, a Psalm of David. |
|
2
|
2
|
| Ο ΘΕΟΣ, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. | O God, my God, attend to me: why hast thou forsaken me? the account of my transgressions is far from my salvation. |
|
3
|
3
|
| ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. | O my God, I will cry to thee by day, but thou wilt not hear: and by night, and it shall not be accounted for folly to me. |
|
4
|
4
|
| σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ ᾿Ισραήλ. | But thou, the praise of Israel, dwellest in a sanctuary. |
|
5
|
5
|
| ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς· | Our fathers hoped in thee; they hoped, and thou didst deliver them. |
|
6
|
6
|
| πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. | They cried to thee, and were saved: they hoped in thee, and were not ashamed. |
|
7
|
7
|
| ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. | But I am a worm, and not a man; a reproach of men, and scorn of the people. |
|
8
|
8
|
| πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· | All that saw me mocked me: they spoke with their lips, they shook the head, saying, |
|
9
|
9
|
| ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. | He hoped in the Lord: let him deliver him, let him save him, because he takes pleasure in him. |
|
10
|
10
|
| ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· | For thou art he that drew me out of the womb; my hope from my mother's breasts. |
|
11
|
11
|
| ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· | I was cast on thee from the womb: thou art my God from my mother's belly. |
|
12
|
12
|
| μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. | Stand not aloof from me; for affliction is near; for there is no helper. |
|
13
|
13
|
| περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· | Many bullocks have compassed me: fat bulls have beset me round. |
|
14
|
14
|
| ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. | They have opened their mouth against me, as a ravening and roaring lion. |
|
15
|
15
|
| ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· | I am poured out like water, and all my bones are loosened: my heart in the midst of my belly is become like melting wax. |
|
16
|
16
|
| ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. | My strength is dried up like a potsherd; and my tongue is glued to my throat; and thou hast brought me down to the dust of death. |
|
17
|
17
|
| ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. | For many dogs have compassed me: the assembly of the wicked doers has beset me round: they pierced my hands and my feet. |
|
18
|
18
|
| ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. | They counted all my bones; and they observed and looked upon me. |
|
19
|
19
|
| διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. | They parted my garments among themselves, and cast lots upon my raiment. |
|
20
|
20
|
| σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿ ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες. | But thou, O Lord, remove not my help afar off: be ready for mine aid. |
|
21
|
21
|
| ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· | Deliver my soul from the sword; my only-begotten one from the power of the dog. |
|
22
|
22
|
| σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. | Save me from the lion's mouth; and regard my lowliness from the horns of the unicorns. |
|
23
|
23
|
| διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. | I will declare thy name to my brethren: in the midst of the church will I sing praise to thee. |
|
24
|
24
|
| οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα ᾿Ιακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα ᾿Ισραήλ, | Ye that fear the Lord, praise him; all ye seed of Jacob, glorify him: let all the seed of Israel fear him. |
|
25
|
25
|
| ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. | For he has not despised nor been angry at the supplication of the poor; nor turned away his face from me; but when I cried to him, he heard me. |
|
26
|
26
|
| παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. | My praise is of thee in the great congregation: I will pay my vows before them that fear him. |
|
27
|
27
|
| φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. | The poor shall eat and be satisfied; and they shall praise the Lord that seek him: their heart shall live for ever. |
|
28
|
28
|
| μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, | All the ends of the earth shall remember and turn to the Lord: and all the kindreds of the nations shall worship before him. |
|
29
|
29
|
| ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. | For the kingdom is the Lord's; and he is the governor of the nations. |
|
30
|
30
|
| ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, | All the fat ones of the earth have eaten and worshipped: all that go down to the earth shall fall down before him: my soul also lives to him. |
|
31
|
31
|
| καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, | And my seed shall serve him: the generation that is coming shall be reported to the Lord. |
|
32
|
32
|
| καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. | And they shall report his righteousness to the people that shall be born, whom the Lord has made. |
|
Κεφάλαιο 22
|
Psalm 22
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. | A Psalm of David. The Lord tends me as a shepherd, and I shall want nothing. |
|
2
|
2
|
| εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, | In a place of green grass, there he has made me dwell: he has nourished me by the water of rest. |
|
3
|
3
|
| τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. | He has restored my soul: he has guided me into the paths of righteousness, for his name's sake. |
|
4
|
4
|
| ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. | Yea, even if I should walk in the midst of the shadow of death, I will not be afraid of evils: for thou art with me; thy rod and thy staff, these have comforted me. |
|
5
|
5
|
| ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. | Thou hast prepared a table before me in presence of them that afflict me: thou hast thoroughly anointed my head with oil; and thy cup cheers me like the best wine. |
|
6
|
6
|
| καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. | Thy mercy also shall follow me all the days of my life: and my dwelling shall be in the house of the Lord for a very long time. |
|
Κεφάλαιο 23
|
Psalm 23
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ· τῆς μιᾶς Σαββάτων. ΤΟΥ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. | A Psalm for David on the first day of the week. The earth is the Lord's and the fulness thereof; the world, and all that dwell in it. |
|
2
|
2
|
| αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. | He has founded it upon the seas, and prepared it upon the rivers. |
|
3
|
3
|
| τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; | Who shall go up to the mountain of the Lord, and who shall stand in his holy place? |
|
4
|
4
|
| ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. | He that is innocent in his hands and pure in his heart; who has not lifted up his soul to vanity, nor sworn deceitfully to his neighbour. |
|
5
|
5
|
| οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. | He shall receive a blessing from the Lord, and mercy from God his Saviour. |
|
6
|
6
|
| αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ ᾿Ιακώβ. (διάψαλμα). | This is the generation of them that seek him, that seek the face of the God of Jacob. Pause. |
|
7
|
7
|
| ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. | Lift up your gates, ye princes, and be ye lifted up, ye everlasting doors; and the king of glory shall come in. |
|
8
|
8
|
| τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. | Who is this king of glory? the Lord strong and mighty, the Lord mighty in battle. |
|
9
|
9
|
| ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. | Lift up your gates, ye princes; and be ye lift up, ye everlasting doors; and the king of glory shall come in. |
|
10
|
10
|
| τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. | Who is this king of glory? The Lord of hosts, he is this king of glory. |
|
Κεφάλαιο 24
|
Psalm 24
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. ΠΡΟΣ σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου. | A Psalm of David. To thee, O Lord, have I lifted up my soul. |
|
2
|
2
|
| ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου. | O my God, I have trusted in thee: let me not be confounded, neither let mine enemies laugh me to scorn. |
|
3
|
3
|
| καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. | For none of them that wait on thee shall in any wise be ashamed: let them be ashamed that transgress without cause. |
|
4
|
4
|
| τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. | Shew me thy ways, O Lord; and teach me thy paths. |
|
5
|
5
|
| ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. | Lead me in thy truth, and teach me: for thou art God my Saviour: and I have waited on thee all the day. |
|
6
|
6
|
| μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. | Remember thy compassions, O Lord, and thy mercies, for they are from everlasting. |
|
7
|
7
|
| ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, σύ, ἕνεκεν χρηστότητός σου, Κύριε. | Remember not the sins of my youth, nor my sins of ignorance: remember me according to thy mercy, for thy goodness' sake, O Lord. |
|
8
|
8
|
| χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. | Good and upright is the Lord: therefore will he instruct sinners in the way. |
|
9
|
9
|
| ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. | The meek will he guide in judgment: the meek will he teach his ways. |
|
10
|
10
|
| πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. | All the ways of the Lord are mercy and truth to them that seek his covenant and his testimonies. |
|
11
|
11
|
| ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι. | For thy name's sake, O Lord, do thou also be merciful to my sin; for it is great. |
|
12
|
12
|
| τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. | Who is the man that fears the Lord? he shall instruct him in the way which he has chosen. |
|
13
|
13
|
| ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. | His soul shall dwell in prosperity; and his seed shall inherit the earth. |
|
14
|
14
|
| κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. | The Lord is the strength of them that fear him; and his covenant is to manifest truth to them. |
|
15
|
15
|
| οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. | Mine eyes are continually to the Lord; for he shall draw my feet out of the snare. |
|
16
|
16
|
| ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. | Look upon me, and have mercy upon me; for I am an only child and poor. |
|
17
|
17
|
| αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. | The afflictions of my heart have been multiplied; deliver me from my distresses. |
|
18
|
18
|
| ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. | Look upon mine affliction and my trouble; and forgive all my sins. |
|
19
|
19
|
| ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. | Look upon mine enemies; for they have been multiplied; and they have hated me with unjust hatred. |
|
20
|
20
|
| φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. | Keep my soul, and deliver me: let me not be ashamed; for I have hoped in thee. |
|
21
|
21
|
| ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. | The harmless and upright joined themselves to me: for I waited for thee, O Lord. |
|
22
|
22
|
| λύτρωσαι, ὁ Θεός, τὸν ᾿Ισραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. | Deliver Israel, O God, out of all his afflictions. |
|
Κεφάλαιο 25
|
Psalm 25
|
|
1
|
1
|
| Τοῦ Δαυΐδ. ΚΡΙΝΟΝ με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω. | A Psalm of David. Judge me, O Lord; for I have walked in my innocence: and hoping in the Lord I shall not be moved. |
|
2
|
2
|
| δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. | Prove me, O Lord, and try me; purify as with fire my reins and my heart. |
|
3
|
3
|
| ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. | For thy mercy is before mine eyes: and I am well pleased with thy truth. |
|
4
|
4
|
| οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· | I have not sat with the council of vanity, and will in nowise enter in with transgressors. |
|
5
|
5
|
| ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. | I have hated the assembly of wicked doers; and will not sit with ungodly men. |
|
6
|
6
|
| νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, | I will wash my hands in innocency, and compass thine altar, O Lord: |
|
7
|
7
|
| τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. | to hear the voice of praise, and to declare all thy wonderful works. |
|
8
|
8
|
| Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. | O Lord, I have loved the beauty of thy house, and the place of the tabernacle of thy glory. |
|
9
|
9
|
| μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, | Destroy not my soul together with the ungodly, nor my life with bloody men: |
|
10
|
10
|
| ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. | in whose hands are iniquities, and their right hand is filled with bribes. |
|
11
|
11
|
| ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με. | But I have walked in my innocence: redeem me, and have mercy upon me. |
|
12
|
12
|
| ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. | My foot stands in an even place: in the congregations will I bless thee, O Lord. |
|
Κεφάλαιο 26
|
Psalm 26
|
|
1
|
1
|
| Τοῦ Δαυΐδ· πρὸ τοῦ χρισθῆναι. ΚΥΡΙΟΣ φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; | A Psalm of David, before he was anointed. The Lord is my light and my Saviour; whom shall I fear? the Lord is the defender of my life; of whom shall I be afraid? |
|
2
|
2
|
| ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. | When evil-doers drew nigh against me to eat up my flesh, my persecutors and mine enemies, they fainted and fell. |
|
3
|
3
|
| ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. | Though an army should set itself in array against me, my heart shall not be afraid: though war should rise up against me, in this am I confident. |
|
4
|
4
|
| μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. | One thing have I asked of the Lord, this will I earnestly seek: that I should dwell in the house of the Lord all the days of my life, that I should behold the fair beauty of the Lord, and survey his temple. |
|
5
|
5
|
| ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ, ἐν πέτρᾳ ὕψωσέ με. | For in the day of mine afflictions he hid me in his tabernacle: he sheltered me in the secret of his tabernacle; he set me up on a rock. |
|
6
|
6
|
| καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ. | And now, behold, he has lifted up mine head over mine enemies: I went round and offered in his tabernacle the sacrifice of joy; I will sing, even sing psalms to the Lord. |
|
7
|
7
|
| εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου. | Hear, O Lord, my voice which I have uttered aloud: pity me, and hearken to me. |
|
8
|
8
|
| σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. | My heart said to thee, I have diligently sought thy face: thy face, O Lord, I will seek. |
|
9
|
9
|
| μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου. | Turn not thy face away from me, turn not thou away from thy servant in anger: be thou my helper, forsake me not; and, O God my Saviour, overlook me not. |
|
10
|
10
|
| ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με. | For my father and my mother have forsaken me, but the Lord has taken me to himself. |
|
11
|
11
|
| νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. | Teach me, O Lord, in thy way, and guide me in a right path, because of mine enemies. |
|
12
|
12
|
| μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. | Deliver me not over to the desire of them that afflict me; for unjust witnesses have risen up against me, and injustice has lied within herself. |
|
13
|
13
|
| πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. | I believe that I shall see the goodness of the Lord in the land of the living. |
|
14
|
14
|
| ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. | Wait on the Lord: be of good courage, and let thy heart be strengthened: yea, wait on the Lord. |
|
Κεφάλαιο 27
|
Psalm 27
|
|
1
|
1
|
| Τοῦ Δαυΐδ. ΠΡΟΣ σέ, Κύριε, ἐκέκραξα, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. | A Psalm of David. To thee, O Lord, have I cried; my God, be not silent toward me: lest thou be silent toward me, and so I should be likened to them that go down to the pit. |
|
2
|
2
|
| εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου. | Hearken to the voice of my supplication, when I pray to thee, when I lift up my hands toward thy holy temple. |
|
3
|
3
|
| μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. | Draw not away my soul with sinners, and destroy me not with the workers of iniquity, who speak peace with their neighbours, but evils are in their hearts. |
|
4
|
4
|
| δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. | Give them according to their works, and according to the wickedness of their devices: give them according to the works of their hands; render their recompence unto them. |
|
5
|
5
|
| ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. | Because they have not attended to the works of the Lord, even to the works of his hands, thou shalt pull them down, and shalt not build them up. |
|
6
|
6
|
| εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. | Blessed be the Lord, for he has hearkened to the voice of my petition. |
|
7
|
7
|
| Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. | The Lord is my helper and my defender; my heart has hoped in him, and I am helped: my flesh has revived, and willingly will I give praise to him. |
|
8
|
8
|
| Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστι. | The Lord is the strength of his people, and the saving defender of his anointed. |
|
9
|
9
|
| σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. | Save thy people, and bless thine inheritance: and take care of them, and lift them up for ever. |
|
Κεφάλαιο 28
|
Psalm 28
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ· ἐξοδίου σκηνῆς. ΕΝΕΓΚΑΤΕ τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν, | A Psalm of David on the occasion of the solemn assembly of the Tabernacle. Bring to the Lord, ye sons of God, bring to the Lord young rams; bring to the Lord glory and honour. |
|
2
|
2
|
| ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. | Bring to the Lord glory, due to his name; worship the Lord in his holy court. |
|
3
|
3
|
| φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. | The voice of the Lord is upon the waters: the God of glory has thundered: the Lord is upon many waters. |
|
4
|
4
|
| φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. | The voice of the Lord is mighty; the voice of the Lord is full of majesty. |
|
5
|
5
|
| φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου | There is the voice of the Lord who breaks the cedars; the Lord will break the cedars of Libanus. |
|
6
|
6
|
| καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. | And he will beat them small, even Libanus itself, like a calf; and the beloved one is as a young unicorn. |
|
7
|
7
|
| φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός, | There is a voice of the Lord who divides a flame of fire. |
|
8
|
8
|
| φωνὴ Κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. | A voice of the Lord who shakes the wilderness; the Lord will shake the wilderness of Cades. |
|
9
|
9
|
| φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. | The voice of the Lord strengthens the hinds, and will uncover the thickets: and in his temple every one speaks of his glory. |
|
10
|
10
|
| Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. | The Lord will dwell on the waterflood: and the Lord will sit a king for ever. |
|
11
|
11
|
| Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. | The Lord will give strength to his people; the Lord will bless his people with peace. |
|
Κεφάλαιο 29
|
Psalm 29
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· Δαυΐδ. | For the end, a Psalm and Song at the dedication of the house of David. |
|
2
|
2
|
| ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ. | I will exalt thee, O Lord; for thou hast lifted me up, and not caused mine enemies to rejoice over me. |
|
3
|
3
|
| Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με· | O Lord my God, I cried to thee, and thou didst heal me. |
|
4
|
4
|
| Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. | O Lord, thou hast brought up my soul from Hades, thou hast delivered me from among them that go down to the pit. |
|
5
|
5
|
| ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· | Sing to the Lord, ye his saints, and give thanks for the remembrance of his holiness. |
|
6
|
6
|
| ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις. | For anger is in his wrath, but life in his favour: weeping shall tarry for the evening, but joy shall be in the morning. |
|
7
|
7
|
| ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. | And I said in my prosperity, I shall never be moved. |
|
8
|
8
|
| Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος. | O Lord, in thy good pleasure thou didst add strength to my beauty: but thou didst turn away thy face, and I was troubled. |
|
9
|
9
|
| πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. | To thee, O Lord, will I cry; and to my God will I make supplication. |
|
10
|
10
|
| τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; | What profit is there in my blood, when I go down to destruction? Shall the dust give praise to thee? or shall it declare thy truth? |
|
11
|
11
|
| ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου. | The Lord heard, and had compassion upon me; the Lord is become my helper. |
|
12
|
12
|
| ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέῤῥηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, | Thou hast turned my mourning into joy for me: thou hast rent off my sackcloth, and girded me with gladness; |
|
13
|
13
|
| ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. | that my glory may sing praise to thee, and I may not be pierced with sorrow. O Lord my God, I will give thanks to thee for ever. |
|
Κεφάλαιο 30
|
Psalm 30
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ· ἐκστάσεως. | For the end, a Psalm of David, an utterance of extreme fear. |
|
2
|
2
|
| ΕΠΙ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. | O Lord, I have hoped in thee; let me never be ashamed: deliver me in thy righteousness and rescue me. |
|
3
|
3
|
| κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. | Incline thine ear to me; make haste to rescue me: be thou to me for a protecting God, and for a house of refuge to save me. |
|
4
|
4
|
| ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με· | For thou art my strength and my refuge; and thou shalt guide me for thy name's sake, and maintain me. |
|
5
|
5
|
| ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. | Thou shalt bring me out of the snare which they have hidden for me; for thou, O Lord, art my defender. |
|
6
|
6
|
| εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. | Into thine hands I will commit my spirit: thou hast redeemed me, O Lord God of truth. |
|
7
|
7
|
| ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα. | Thou hast hated them that idly persist in vanities: but I have hoped in the Lord. |
|
8
|
8
|
| ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου | I will exult and be glad in thy mercy: for thou hast looked upon mine affliction; thou hast saved my soul from distresses. |
|
9
|
9
|
| καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. | And thou hast not shut me up into the hands of the enemy: thou hast set my feet in a wide place. |
|
10
|
10
|
| ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. | Pity me, O Lord, for I am afflicted: my eye is troubled with indignation, my soul and my belly. |
|
11
|
11
|
| ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. | For my life is spent with grief, and my years with groanings: my strength has been weakened through poverty, and my bones are troubled. |
|
12
|
12
|
| παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντες με ἔξω ἔφυγον ἀπ᾿ ἐμοῦ. | I became a reproach among all mine enemies, but exceedingly so to my neighbours, and a fear to mine acquaintance: they that saw me without fled from me. |
|
13
|
13
|
| ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. | I have been forgotten as a dead man out of mind: I am become as a broken vessel. |
|
14
|
14
|
| ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾿ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. | For I heard the slander of many that dwelt round about: when they were gathered together against me, they took counsel to take my life. |
|
15
|
15
|
| ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε, εἶπα· σὺ εἶ ὁ Θεός μου. | But I hoped in thee, O Lord: I said, Thou art my God. |
|
16
|
16
|
| ἐν ταῖς χερσί σου οἱ κλῆροί μου*· ρῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. | My lots are in thy hands: deliver me from the hand of mine enemies, |
|
17
|
17
|
| ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. | and from them that persecute me. Make thy face to shine upon thy servant: save me in thy mercy. |
|
18
|
18
|
| Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου. | O Lord, let me not be ashamed, for I have called upon thee: let the ungodly be ashamed, and brought down to Hades. |
|
19
|
19
|
| ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει. | Let the deceitful lips become dumb, which speak iniquity against the righteous with pride and scorn. |
|
20
|
20
|
| ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. | How abundant is the multitude of thy goodness, O Lord, which thou hast laid up for them that fear thee! thou hast wrought it out for them that hope on thee, in the presence of the sons of men. |
|
21
|
21
|
| κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. | Thou wilt hide them in the secret of thy presence from the vexation of man: thou wilt screen them in a tabernacle from the contradiction of tongues. |
|
22
|
22
|
| εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. | Blessed be the Lord: for he has magnified his mercy in a fortified city. |
|
23
|
23
|
| ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. | But I said in my extreme fear, I am cast out from the sight of thine eyes: therefore thou didst hearken, O Lord, to the voice of my supplication when I cried to thee. |
|
24
|
24
|
| ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. | Love the Lord, all ye his saints: for the Lord seeks for truth, and renders a reward to them that deal very proudly. |
|
25
|
25
|
| ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον. —————————————— * ῎Αλλη γραφή· οἱ καιροί μου. | Be of good courage, and let your heart be strengthened, all ye that hope in the Lord. |
|
Κεφάλαιο 31
|
Psalm 31
|
|
1
|
1
|
| Τῷ Δαυΐδ· συνέσεως. ΜΑΚΑΡΙΟΙ ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· | A Psalm of instruction by David. Blessed are they whose transgressions are forgiven, and whose sins are covered. |
|
2
|
2
|
| μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. | Blessed is the man to whom the Lord will not impute sin, and in whose mouth there is no guile. |
|
3
|
3
|
| ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν· | Because I kept silence, my bones waxed old, from my crying all the day. |
|
4
|
4
|
| ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾿ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. (διάψαλμα). | For day and night thy hand was heavy upon me: I became thoroughly miserable while a thorn was fastened in me. Pause. |
|
5
|
5
|
| τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα· ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. (διάψαλμα). | I acknowledged my sin, and hid not mine iniquity: I said, I will confess mine iniquity to the Lord against myself; and thou forgavest the ungodliness of my heart. Pause. |
|
6
|
6
|
| ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. | Therefore shall every holy one pray to thee in a fit time: only in the deluge of many waters they shall not come nigh to him. |
|
7
|
7
|
| σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. (διάψαλμα). | Thou art my refuge from the affliction that encompasses me; my joy, to deliver me from them that have compassed me. Pause. |
|
8
|
8
|
| συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. | I will instruct thee and guide thee in this way wherein thou shalt go: I will fix mine eyes upon thee. |
|
9
|
9
|
| μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ. | Be ye not as horse and mule, which have no understanding: but thou must constrain their jaws with bit and curb, lest they should come nigh to thee. |
|
10
|
10
|
| πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. | Many are the scourges of the sinner: but him that hopes in the Lord mercy shall compass about. |
|
11
|
11
|
| εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. | Be glad in the Lord, and exult, ye righteous: and glory, all ye that are upright in heart. |
|
Κεφάλαιο 32
|
Psalm 32
|
|
1
|
1
|
| Τῷ Δαυΐδ. ΑΓΑΛΛΙΑΣΘΕ, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. | A Psalm of David. Rejoice in the Lord, ye righteous; praise becomes the upright. |
|
2
|
2
|
| ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. | Praise the Lord on the harp; play to him on a psaltery of ten strings. |
|
3
|
3
|
| ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. | Sing to him a new song; play skilfully with a loud noise. |
|
4
|
4
|
| ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· | For the word of the Lord is right; and all his works are faithful. |
|
5
|
5
|
| ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. | He loves mercy and judgment; the earth is full of the mercy of the Lord. |
|
6
|
6
|
| τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· | By the word of the Lord the heavens were established; and all the host of them by the breath of his mouth. |
|
7
|
7
|
| συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. | Who gathers the waters of the sea as in a bottle; who lays up the deeps in treasuries. |
|
8
|
8
|
| φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ᾿ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· | Let all the earth fear the Lord; and let all that dwell in the world be moved because of him. |
|
9
|
9
|
| ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. | For he spoke, and they were made; he commanded, and they were created. |
|
10
|
10
|
| Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· | The Lord frustrates the counsels of the nations; he brings to nought also the reasonings of the peoples, and brings to nought the counsels of princes. |
|
11
|
11
|
| ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. | But the counsel of the Lord endures for ever, the thoughts of his heart from generation to generation. |
|
12
|
12
|
| μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. | Blessed is the nation whose God is the Lord; the people whom he has chosen for his own inheritance. |
|
13
|
13
|
| ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· | The Lord looks out of heaven; he beholds all the sons of men. |
|
14
|
14
|
| ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, | He looks from his prepared habitation on all the dwellers on the earth; |
|
15
|
15
|
| ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. | who fashioned their hearts alone; who understands all their works. |
|
16
|
16
|
| οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. | A king is not saved by reason of a great host; and a giant shall not be delivered by the greatness of his strength. |
|
17
|
17
|
| ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. | A horse is vain for safety; neither shall he be delivered by the greatness of his power. |
|
18
|
18
|
| ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, | Behold, the eyes of the Lord are on them that fear him, those that hope in his mercy; |
|
19
|
19
|
| ρύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. | to deliver their souls from death, and to keep them alive in famine. |
|
20
|
20
|
| ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν· | Our soul waits on the Lord; for he is our helper and defender. |
|
21
|
21
|
| ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. | For our heart shall rejoice in him, and we have hoped in his holy name. |
|
22
|
22
|
| γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. | Let thy mercy, O Lord, be upon us, according as we have hoped in thee. |
|
Κεφάλαιο 33
|
Psalm 33
|
|
1
|
1
|
| Τῷ Δαυΐδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον ᾿Αβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν. | A Psalm of David, when he changed his countenance before Abimelech; and he let him go, and he departed. |
|
2
|
2
|
| ΕΥΛΟΓΗΣΩ τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. | I will bless the Lord at all times: his praise shall be continually in my mouth. |
|
3
|
3
|
| ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. | My soul shall boast herself in the Lord: let the meek hear, and rejoice. |
|
4
|
4
|
| μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. | Magnify ye the Lord with me, and let us exalt his name together. |
|
5
|
5
|
| ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. | I sought the Lord diligently, and he hearkened to me, and delivered me from all my sojournings. |
|
6
|
6
|
| προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. | Draw near to him, and be enlightened: and your faces shall not by any means be ashamed. |
|
7
|
7
|
| οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. | This poor man cried, and the Lord hearkened to him, and delivered him out of all his afflictions. |
|
8
|
8
|
| παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. | The angel of the Lord will encamp round about them that fear him, and will deliver them. |
|
9
|
9
|
| γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν. | Taste and see that the Lord is good: blessed is the man who hopes in him. |
|
10
|
10
|
| φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. | Fear the Lord, all ye his saints: for there is no want to them that fear him. |
|
11
|
11
|
| πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (διάψαλμα). | The rich have become poor and hungry: but they that seek the Lord diligently shall not want any good thing. Pause. |
|
12
|
12
|
| δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. | Come, ye children, hear me: I will teach you the fear of the Lord. |
|
13
|
13
|
| τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; | What man is there that desires life, loving to see good days? |
|
14
|
14
|
| παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. | Keep thy tongue from evil, and thy lips from speaking guile. |
|
15
|
15
|
| ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. | Turn away from evil, and do good; seek peace, and pursue it. |
|
16
|
16
|
| ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. | The eyes of the Lord are over the righteous, and his ears are open to their prayer: |
|
17
|
17
|
| πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. | but the face of the Lord is against them that do evil, to destroy their memorial from the earth. The righteous cried, and the Lord hearkened to them, |
|
18
|
18
|
| ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. | and delivered them out of all their afflictions. |
|
19
|
19
|
| ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. | The Lord is near to them that are of a contrite heart; and will save the lowly in spirit. |
|
20
|
20
|
| πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· | Many are the afflictions of the righteous: but out of them all the Lord will deliver them. |
|
21
|
21
|
| φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. | He keeps all their bones: not one of them shall be broken. |
|
22
|
22
|
| θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. | The death of sinners is evil: and they that hate righteousness will go wrong. |
|
23
|
23
|
| λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν. | The Lord will redeem the souls of his servants: and none of those that hope in him shall go wrong. |
|
Κεφάλαιο 34
|
Psalm 34
|
|
1
|
1
|
| Τῷ Δαυΐδ. ΔΙΚΑΣΟΝ, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. | A Psalm of David. Judge thou, O Lord, them that injure me, fight against them that fight against me. |
|
2
|
2
|
| ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου, | Take hold of shield and buckler, and arise for my help. |
|
3
|
3
|
| ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ. | Bring forth a sword, and stop the way against them that persecute me: say to my soul, I am thy salvation. |
|
4
|
4
|
| αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. | Let them that seek my soul be ashamed and confounded: let them that devise evils against me be turned back and put to shame. |
|
5
|
5
|
| γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς· | Let them be as dust before the wind, and an angel of the Lord afflicting them. |
|
6
|
6
|
| γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς· | Let their way be dark and slippery, and an angel of the Lord persecuting them. |
|
7
|
7
|
| ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. | For without cause they have hid for me their destructive snare: without a cause they have reproached my soul. |
|
8
|
8
|
| ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. | Let a snare which they know not come upon them: and the gin which they hid take them; and let them fall into the very same snare. |
|
9
|
9
|
| ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. | But my soul shall exult in the Lord: it shall delight in his salvation. |
|
10
|
10
|
| πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ρυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. | All my bones shall say, O Lord, who is like to thee? delivering the poor out of the hand of them that are stronger than he, yea, the poor and needy one from them that spoil him. |
|
11
|
11
|
| ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. | Unjust witnesses arose, and asked me of things I knew not. |
|
12
|
12
|
| ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. | They rewarded me evil for good, and bereavement to my soul. |
|
13
|
13
|
| ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. | But I, when they troubled me, put on sackcloth, and humbled my soul with fasting: and my prayer shall return to my own bosom. |
|
14
|
14
|
| ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. | I behaved agreeably towards them as if it had been our neighbour or brother: I humbled myself as one mourning and sad of countenance. |
|
15
|
15
|
| καὶ κατ᾿ ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ᾿ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν. | Yet they rejoiced against me, and plagues were plentifully brought against me, and I knew it not: they were scattered, but repented not. |
|
16
|
16
|
| ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. | They tempted me, they sneered at me most contemptuously, they gnashed their teeth upon me. |
|
17
|
17
|
| Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. | O Lord, when wilt thou look upon me? Deliver my soul from their mischief, mine only-begotten one from the lions. |
|
18
|
18
|
| ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. | I will give thanks to thee even in a great congregation: in an abundant people I will praise thee. |
|
19
|
19
|
| μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντες με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. | Let not them that are mine enemies without a cause rejoice against me; who hate me for nothing, and wink with their eyes. |
|
20
|
20
|
| ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ᾿ ὀργὴν δόλους διελογίζοντο. | For to me they spoke peaceably, but imagined deceits in their anger. |
|
21
|
21
|
| καὶ ἐπλάτυναν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. | And they opened wide their mouth upon me; they said, Aha, aha, our eyes have seen it. |
|
22
|
22
|
| εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· | Thou hast seen it, O Lord: keep not silence: O Lord, withdraw not thyself from me. |
|
23
|
23
|
| ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου. | Awake, O Lord, and attend to my judgment, even to my cause, my God and my Lord. |
|
24
|
24
|
| κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι. | Judge me, O Lord, according to thy righteousness, O Lord my God; and let them not rejoice against me. |
|
25
|
25
|
| μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν. | Let them not say in their hearts, Aha, aha, it is pleasing to our soul: neither let them say, We have devoured him. |
|
26
|
26
|
| αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ᾿ ἐμέ. | Let them be confounded and ashamed together that rejoice at my afflictions: let them be clothed with shame and confusion that speak great swelling words against me. |
|
27
|
27
|
| ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. | Let them that rejoice in my righteousness exult and be glad: and let them say continually, The Lord be magnified, who desire the peace of his servant. |
|
28
|
28
|
| καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. | And my tongue shall meditate on thy righteousness, and on thy praise all the day. |
|
Κεφάλαιο 35
|
Psalm 35
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· τῷ δούλῳ Κυρίου τῷ Δαυΐδ. | For the end, by David the servant of the Lord. |
|
2
|
2
|
| ΦΗΣΙΝ ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· | The transgressor, that he may sin, says within himself, that there is no fear of God before his eyes. |
|
3
|
3
|
| ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. | For he has dealt craftily before him, to discover his iniquity and hate it. |
|
4
|
4
|
| τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι· | The words of his mouth are transgression and deceit: he is not inclined to understand how to do good. |
|
5
|
5
|
| ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε. | He devises iniquity on his bed; he gives himself to every evil way; and does not abhor evil. |
|
6
|
6
|
| Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν· | O Lord, thy mercy is in the heaven; and thy truth reaches to the clouds. |
|
7
|
7
|
| ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. | Thy righteousness is as the mountains of God, thy judgments are as a great deep: O Lord, thou wilt preserve men and beasts. |
|
8
|
8
|
| ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. | How hast thou multiplied thy mercy, O God! so the children of men shall trust in the shelter of thy wings. |
|
9
|
9
|
| μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς· | They shall be fully satisfied with the fatness of thine house; and thou shalt cause them to drink of the full stream of thy delights. |
|
10
|
10
|
| ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. | For with thee is the fountain of life: in thy light we shall see light. |
|
11
|
11
|
| παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. | Extend thy mercy to them that know thee; and thy righteousness to the upright in heart. |
|
12
|
12
|
| μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσαι με. | Let not the foot of pride come against me, and let not the hand of sinners move me. |
|
13
|
13
|
| ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι. | There have all the workers of iniquity fallen: they are cast out, and shall not be able to stand. |
|
Κεφάλαιο 36
|
Psalm 36
|
|
1
|
1
|
| Τῷ Δαυΐδ. ΜΗ ΠΑΡΑΖΗΛΟΥ ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· | A Psalm of David. Fret not thyself because of evil-doers, neither be envious of them that do iniquity. |
|
2
|
2
|
| ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. | For they shall soon be withered as the grass, and shall soon fall away as the green herbs. |
|
3
|
3
|
| ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. | Hope in the Lord, and do good; and dwell on the land, and thou shalt be fed with the wealth of it. |
|
4
|
4
|
| κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. | Delight thyself in the Lord; and he shall grant thee the requests of thine heart. |
|
5
|
5
|
| ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν, καὶ αὐτὸς ποιήσει | Disclose thy way to the Lord, and hope in him; and he shall bring it to pass. |
|
6
|
6
|
| καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. | And he shall bring forth thy righteousness as the light, and thy judgment as the noon-day. |
|
7
|
7
|
| ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. | Submit thyself to the Lord, and supplicate him: fret not thyself because of him that prospers in his way, at the man that does unlawful deeds. |
|
8
|
8
|
| παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι· | Cease from anger, and forsake wrath: fret not thyself so as to do evil. |
|
9
|
9
|
| ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν Κύριον αὐτοὶ κληρονομήσουσι γῆν. | For evil-doers shall be destroyed: but they that wait on the Lord, they shall inherit the land. |
|
10
|
10
|
| καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς· | And yet a little while, and the sinner shall not be, and thou shalt seek for his place, and shalt not find it. |
|
11
|
11
|
| οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. | But the meek shall inherit the earth; and shall delight themselves in the abundance of peace. |
|
12
|
12
|
| παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ᾿ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· | The sinner will watch for the righteous, and gnash his teeth upon him. |
|
13
|
13
|
| ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. | But the Lord shall laugh at him: for he foresees that his day will come. |
|
14
|
14
|
| ρομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ· | Sinners have drawn their swords, they have bent their bow, to cast down the poor and needy one, and to slay the upright in heart. |
|
15
|
15
|
| ἡ ρομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείη. | Let their sword enter into their own heart, and their bows be broken. |
|
16
|
16
|
| κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν· | A little is better to the righteous than abundant wealth of sinners. |
|
17
|
17
|
| ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ δικαίους ὁ Κύριος. | For the arms of sinners shall be broken; but the Lord supports the righteous. |
|
18
|
18
|
| γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται· | The Lord knows the ways of the perfect; and their inheritance shall be for ever. |
|
19
|
19
|
| οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. | They shall not be ashamed in an evil time; and in days of famine they shall be satisfied. |
|
20
|
20
|
| ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. | For the sinners shall perish; and the enemies of the Lord at the moment of their being honoured and exalted have utterly vanished like smoke. |
|
21
|
21
|
| δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν· | The sinner borrows, and will not pay again: but the righteous has compassion, and gives. |
|
22
|
22
|
| ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται. | For they that bless him shall inherit the earth; and they that curse him shall be utterly destroyed. |
|
23
|
23
|
| παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα· | The steps of a man are rightly ordered by the Lord: and he will take pleasure in his way. |
|
24
|
24
|
| ὅταν πέσῃ, οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. | When he falls, he shall not be ruined: for the Lord supports his hand. |
|
25
|
25
|
| νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους· | I was once young, indeed I am now old; yet I have not seen the righteous forsaken, nor his seed seeking bread. |
|
26
|
26
|
| ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται. | He is merciful, and lends continually; and his seed shall be blessed. |
|
27
|
27
|
| ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος· | Turn aside from evil, and do good; and dwell for ever. |
|
28
|
28
|
| ὅτι Κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄνομοι δὲ ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. | For the Lord loves judgment, and will not forsake his saints; they shall be preserved for ever: the blameless shall be avenged, but the seed of the ungodly shall be utterly destroyed. |
|
29
|
29
|
| δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾿ αὐτῆς. | But the righteous shall inherit the earth, and dwell upon it for ever. |
|
30
|
30
|
| στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. | The mouth of the righteous will meditate wisdom, and his tongue will speak of judgment. |
|
31
|
31
|
| ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. | The law of his God is in his heart; and his steps shall not slide. |
|
32
|
32
|
| κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν, | The sinner watches the righteous, and seeks to slay him. |
|
33
|
33
|
| ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ. | But the Lord will not leave him in his hands, nor by any means condemn him when he is judged. |
|
34
|
34
|
| ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν· ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει. | Wait on the Lord, and keep his way, and he shall exalt thee to inherit the land: when the wicked are destroyed, thou shalt see it. |
|
35
|
35
|
| εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· | I saw the ungodly very highly exalting himself, and lifting himself up like the cedars of Libanus. |
|
36
|
36
|
| καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. | Yet I passed by, and lo! he was not: and I sought him, but his place was not found. |
|
37
|
37
|
| φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ· | Maintain innocence, and behold uprightness: for there is a remnant to the peaceable man. |
|
38
|
38
|
| οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό, τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσονται. | But the transgressors shall be utterly destroyed together: the remnants of the ungodly shall be utterly destroyed. |
|
39
|
39
|
| σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως, | But the salvation of the righteous is of the Lord; and he is their defender in the time of affliction. |
|
40
|
40
|
| καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν. | And the Lord shall help them, and deliver them: and he shall rescue them from sinners, and save them, because they have hoped in him. |
|
Κεφάλαιο 37
|
Psalm 37
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ· εἰς ἀνάμνησιν περὶ τοῦ σαββάτου. | A Psalm of David for remembrance concerning the Sabbath-day. |
|
2
|
2
|
| ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. | O Lord, rebuke me not in thy wrath, neither chasten me in thine anger. |
|
3
|
3
|
| ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· | For thy weapons are fixed in me, and thou hast pressed thy hand heavily upon me. |
|
4
|
4
|
| οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. | For there is no health in my flesh because of thine anger; there is no peace to my bones because of my sins. |
|
5
|
5
|
| ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. | For my transgressions have gone over mine head: they have pressed heavily upon me like a weighty burden. |
|
6
|
6
|
| προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· | My bruises have become noisome and corrupt, because of my foolishness. |
|
7
|
7
|
| ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. | I have been wretched and bowed down continually: I went with a mourning countenance all the day. |
|
8
|
8
|
| ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· | For my soul is filled with mockings; and there is no health in my flesh. |
|
9
|
9
|
| ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. | I have been afflicted and brought down exceedingly: I have roared for the groaning of my heart. |
|
10
|
10
|
| Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. | But all my desire is before thee; and my groaning is not hidden from thee. |
|
11
|
11
|
| ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. | My heart is troubled, my strength has failed me; and the light of mine eyes is not with me. |
|
12
|
12
|
| οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· | My friends and my neighbours drew near before me, and stood still; and my nearest of kin stood afar off. |
|
13
|
13
|
| καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. | While they pressed hard upon me that sought my soul: and they that sought my hurt spoke vanities, and devised deceits all the day. |
|
14
|
14
|
| ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· | But I, as a deaf man, heard not; and was as a dumb man not opening his mouth. |
|
15
|
15
|
| καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. | And I was as a man that hears not, and who has no reproofs in his mouth. |
|
16
|
16
|
| ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. | For I hoped in thee, O Lord: thou wilt hear, O Lord my God. |
|
17
|
17
|
| ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. | For I said, Lest mine enemies rejoice against me: for when my feet were moved, they spoke boastingly against me. |
|
18
|
18
|
| ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. | For I am ready for plagues, and my grief is continually before me. |
|
19
|
19
|
| ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. | For I will declare mine iniquity, and be distressed for my sin. |
|
20
|
20
|
| οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· | But mine enemies live, and are mightier than I: and they that hate me unjustly are multiplied. |
|
21
|
21
|
| οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. | They that reward evil for good slandered me; because I followed righteousness. |
|
22
|
22
|
| μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· | Forsake me not, O Lord my God: depart not from me. |
|
23
|
23
|
| πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. | Draw nigh to my help, O Lord of my salvation. |
|
Κεφάλαιο 38
|
Psalm 38
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, τῷ ᾿Ιδιθούν· ᾠδὴ τῷ Δαυΐδ. | For the end, a Song of David, to Idithun. |
|
2
|
2
|
| ΕΙΠΑ· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. | I said, I will take heed to my ways, that I sin not with my tongue: I set a guard on my mouth, while the sinner stood in my presence. |
|
3
|
3
|
| ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. | I was dumb, and humbled myself, and kept silence from good words; and my grief was renewed. |
|
4
|
4
|
| ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ἐλάλησα ἐν γλώσσῃ μου· | My heart grew hot within me, and a fire would kindle in my meditation: I spoke with my tongue, |
|
5
|
5
|
| γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. | O Lord, make me to know mine end, and the number of my days, what it is; that I may know what I lack. |
|
6
|
6
|
| ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. (διάψαλμα). | Behold, thou hast made my days old; and my existence is as nothing before thee: nay, every man living is altogether vanity. Pause. |
|
7
|
7
|
| μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. | Surely man walks in a shadow; nay, he is disquieted in vain: he lays up treasures, and knows not for whom he shall gather them. |
|
8
|
8
|
| καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν. | And now what is my expectation? is it not the Lord? and my ground of hope is with thee. Pause. |
|
9
|
9
|
| ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με. | Deliver me from all my transgressions: thou hast made me a reproach to the foolish. |
|
10
|
10
|
| ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. | I was dumb, and opened not my mouth; for thou art he that made me. |
|
11
|
11
|
| ἀπόστησον ἀπ᾿ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. | Remove thy scourges from me: I have fainted by reason of the strength of thine hand. |
|
12
|
12
|
| ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. (διάψαλμα). | Thou chastenest man with rebukes for iniquity, and thou makest his life to consume away like a spider's web: nay, every man is disquieted in vain. Pause. |
|
13
|
13
|
| εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου, ἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. | O Lord, hearken to my prayer and my supplication: attend to my tears: be not silent, for I am a sojourner in the land, and a stranger, as all my fathers were. |
|
14
|
14
|
| ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω. | Spare me, that I may be refreshed, before I depart, and be no more. |
|
Κεφάλαιο 39
|
Psalm 39
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David. |
|
2
|
2
|
| ΥΠΟΜΕΝΩΝ ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου | I waited patiently for the Lord; and he attended to me, and hearkened to my supplication. |
|
3
|
3
|
| καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου | And he brought me up out of a pit of misery, and from miry clay: and he set my feet on a rock, and ordered my goings aright. |
|
4
|
4
|
| καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον. | And he put a new song into my mouth, even a hymn to our God: many shall see it, and fear, and shall hope in the Lord. |
|
5
|
5
|
| μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. | Blessed is the man whose hope is the name of the Lord, and who has not regarded vanities and false frenzies. |
|
6
|
6
|
| πολλὰ ἐποίησας σύ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. | O Lord my God, thou hast multiplied thy wonderful works, and in thy thoughts there is none who shall be likened to thee: I declared and spoke of them: they exceeded number. |
|
7
|
7
|
| θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. | Sacrifice and offering thou wouldest not; but a body hast thou prepared me: whole-burnt-offering and sacrifice for sin thou didst not require. |
|
8
|
8
|
| τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· | Then I said, Behold, I come: in the volume of the book it is written concerning me, |
|
9
|
9
|
| τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου, ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. | I desired to do thy will, O my God, and thy law in the midst of mine heart. |
|
10
|
10
|
| εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. | I have preached righteousness in the great congregation; lo! I will not refrain my lips; O Lord, thou knowest my righteousness. |
|
11
|
11
|
| τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα, οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς. | I have not hid thy truth within my heart, and I have declared thy salvation; I have not hid thy mercy and thy truth from the great congregation. |
|
12
|
12
|
| σὺ δέ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ᾿ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντιλάβοιντό μου. | But thou, Lord, remove not thy compassion far from me; thy mercy and thy truth have helped me continually. |
|
13
|
13
|
| ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με. | For innumerable evils have encompassed me; my transgressions have taken hold of me, and I could not see; they are multiplied more than the hairs of my head; and my heart has failed me. |
|
14
|
14
|
| εὐδόκησον, Κύριε, τοῦ ρύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. | Be pleased, O Lord, to deliver me; O Lord, draw nigh to help me. |
|
15
|
15
|
| καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν· ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά· | Let those that seek my soul, to destroy it, be ashamed and confounded together; let those that wish me evil be turned backward and put to shame. |
|
16
|
16
|
| κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε, εὖγε. | Let those that say to me, Aha, aha, quickly receive shame for their reward. |
|
17
|
17
|
| ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. | Let all those that seek thee, O Lord, exult and rejoice in thee; and let them that love thy salvation say continually, The Lord be magnified. |
|
18
|
18
|
| ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, Κύριος φροντιεῖ μου. βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σύ· ὁ Θεός μου, μὴ χρονίσῃς. | But I am poor and needy; the Lord will take care of me; thou art my helper, and my defender, O my God, delay not. |
|
Κεφάλαιο 40
|
Psalm 40
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David. |
|
2
|
2
|
| ΜΑΚΑΡΙΟΣ ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ρύσεται αὐτὸν ὁ Κύριος. | Blessed is the man who thinks on the poor and needy: the Lord shall deliver him in an evil day. |
|
3
|
3
|
| Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. | May the Lord preserve him and keep him alive, and bless him on the earth, and not deliver him into the hands of his enemy. |
|
4
|
4
|
| Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. | May the Lord help him upon the bed of his pain; thou hast made all his bed in his sickness. |
|
5
|
5
|
| ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. | I said, O Lord, have mercy upon me; heal my soul; for I have sinned against thee. |
|
6
|
6
|
| οἱ ἐχθροί μου εἶπαν κακά μοι· πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; | Mine enemies have spoken evil against me, saying, When shall he die, and his name perish? |
|
7
|
7
|
| καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. | And if he came to see me, his heart spoke vainly; he gathered iniquity to himself; he went forth and spoke in like manner. |
|
8
|
8
|
| κατ᾿ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ᾿ ἐμοῦ ἐλογίζοντο κακά μοι· | All my enemies whispered against me; against me they devised my hurt. |
|
9
|
9
|
| λόγον παράνομον κατέθεντο κατ᾿ ἐμοῦ· μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; | They denounced a wicked word against me, saying, Now that he lies, shall he not rise up again? |
|
10
|
10
|
| καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾿ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν. | For even the man of my peace, in whom I trusted, who ate my bread, lifted up his heel against me. |
|
11
|
11
|
| σὺ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. | But thou, O Lord, have compassion upon me, and raise me up, and I shall requite them. |
|
12
|
12
|
| ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ. | By this I know that thou hast delighted in me, because mine enemy shall not rejoice over me. |
|
13
|
13
|
| ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. | But thou didst help me because of mine innocence, and hast established me before thee for ever. |
|
14
|
14
|
| εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο, γένοιτο. | Blessed be the Lord God of Israel from everlasting, and to everlasting. So be it, so be it. |
|
Κεφάλαιο 41
|
Psalm 41
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ. | For the end, a Psalm for instruction, for the sons of Core. |
|
2
|
2
|
| ΟΝ ΤΡΟΠΟΝ ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σέ, ὁ Θεός. | As the hart earnestly desires the fountains of water, so my soul earnestly longs for thee, O God. |
|
3
|
3
|
| ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; | My soul has thirsted for the living God: when shall I come and appear before God? |
|
4
|
4
|
| ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ᾿ ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ Θεός σου; | My tears have been bread to me day and night, while they daily said to me, Where is thy God? |
|
5
|
5
|
| ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ᾿ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. | I remembered these things, and poured out my soul in me, for I will go to the place of thy wondrous tabernacle, even to the house of God, with a voice of exultation and thanksgiving and of the sound of those who keep festival. |
|
6
|
6
|
| ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. | Wherefore art thou very sad, O my soul? and wherefore dost thou trouble me? hope in God; for I will give thanks to him; he is the salvation of my countenance. |
|
7
|
7
|
| πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς ᾿Ιορδάνου καὶ ᾿Ερμωνιείμ, ἀπὸ ὄρους μικροῦ. | O my God, my soul has been troubled within me: therefore will I remember thee from the land of Jordan, and of the Ermonites, from the little hill. |
|
8
|
8
|
| ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον. | Deep calls to deep at the voice of thy cataracts: all thy billows and thy waves have gone over me. |
|
9
|
9
|
| ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ παρ᾿ ἐμοί, προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. | By day the Lord will command his mercy, and manifest it by night: with me is prayer to the God of my life. |
|
10
|
10
|
| ἐρῶ τῷ Θεῷ· ἀντιλήπτωρ μου εἶ· διατί μου ἐπελάθου; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; | I will say to God, Thou art my helper; why hast thou forgotten me? wherefore do I go sad of countenance, while the enemy oppresses me? |
|
11
|
11
|
| ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μου, ἐν τῷ λέγειν αὐτούς μοι καθ᾿ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου; | While my bones were breaking, they that afflicted me reproached me; while they said to me daily, Where is thy God? |
|
12
|
12
|
| ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. | Wherefore art thou very sad, O my soul? and wherefore dost thou trouble me? hope in God; for I will give thanks to him; he is the health of my countenance, and my God. |
|
Κεφάλαιο 42
|
Psalm 42
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. ΚΡΙΝΟΝ με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου· ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με. | A Psalm of David. Judge me, O God, and plead my cause, against an ungodly nation: deliver me from the unjust and crafty man. |
|
2
|
2
|
| ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; | For thou, O God, art my strength: wherefore hast thou cast me off? and why do I go sad of countenance, while the enemy oppresses me? |
|
3
|
3
|
| ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. | Send forth thy light and thy truth: they have led me, and brought me to thy holy mountain, and to thy tabernacles. |
|
4
|
4
|
| καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου. | And I will go in to the altar of God, to God who gladdens my youth: I will give thanks to thee on the harp, O God, my God. |
|
5
|
5
|
| ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. | Wherefore art thou very sad, O my soul? and wherefore dost thou trouble me? Hope in God; for I will give thanks to him, who is the health of my countenance, and my God. |
|
Κεφάλαιο 43
|
Psalm 43
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ψαλμός. | For the end, a Psalm for instruction, for the sons of Core. |
|
2
|
2
|
| Ο ΘΕΟΣ, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. | O God, we have heard with our ears, our fathers have told us, the work which thou wroughtest in their days, in the days of old. |
|
3
|
3
|
| ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτούς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς. | Thine hand utterly destroyed the heathen, and thou didst plant them: thou didst afflict the nations, and cast them out. |
|
4
|
4
|
| οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ᾿ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι ηὐδόκησας ἐν αὐτοῖς. | For they inherited not the land by their own sword, and their own arm did not deliver them; but thy right hand, and thine arm, and the light of thy countenance, because thou wert well pleased in them. |
|
5
|
5
|
| σὺ εἶ αὐτὸς ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας ᾿Ιακώβ· | Thou art indeed my King and my God, who commandest deliverances for Jacob. |
|
6
|
6
|
| ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. | In thee will we push down our enemies, and in thy name will we bring to nought them that rise up against us. |
|
7
|
7
|
| οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ρομφαία μου οὐ σώσει με· | For I will not trust in my bow, and my sword shall not save me. |
|
8
|
8
|
| ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. | For thou hast saved us from them that afflicted us, and hast put to shame them that hated us. |
|
9
|
9
|
| ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογηθησόμεθα εἰς τὸν αἰῶνα. (διάψαλμα). | In God will we make our boast all the day, and to thy name will we give thanks for ever. Pause. |
|
10
|
10
|
| νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. | But now thou hast cast off, and put us to shame; and thou wilt not go forth with our hosts. |
|
11
|
11
|
| ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. | Thou hast turned us back before our enemies; and they that hated us spoiled for themselves. |
|
12
|
12
|
| ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς· | Thou madest us as sheep for meat; and thou scatteredst us among the nations. |
|
13
|
13
|
| ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. | Thou hast sold thy people without price, and there was no profit by their exchange. |
|
14
|
14
|
| ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν· | Thou hast made us a reproach to our neighbours, a scorn and derision to them that are round about us. |
|
15
|
15
|
| ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. | Thou hast made us a proverb among the Gentiles, a shaking of the head among the nations. |
|
16
|
16
|
| ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστι, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με | All the day my shame is before me, and the confusion of my face has covered me, |
|
17
|
17
|
| ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. | because of the voice of the slanderer and reviler; because of the enemy and avenger. |
|
18
|
18
|
| ταῦτα πάντα ἦλθεν ἐφ᾿ ἡμᾶς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σου, | All these things are come upon us: but we have not forgotten thee, neither have we dealt unrighteously in thy covenant. |
|
19
|
19
|
| καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. | And our heart has not gone back; but thou hast turned aside our paths from thy way. |
|
20
|
20
|
| ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. | For thou hast laid us low in a place of affliction, and the shadow of death has covered us. |
|
21
|
21
|
| εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, | If we have forgotten the name of our God, and if we have spread out our hands to a strange god; shall not God search these things out? |
|
22
|
22
|
| οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. | for he knows the secrets of the heart. |
|
23
|
23
|
| ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. | For, for thy sake we are killed all the day long; we are counted as sheep for slaughter. |
|
24
|
24
|
| ἐξεγέρθητι· ἱνατί ὑπνοῖς, Κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος. | Awake, wherefore sleepest thou, O Lord? arise, and do not cast us off for ever. |
|
25
|
25
|
| ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; | Wherefore turnest thou thy face away, and forgettest our poverty and our affliction? |
|
26
|
26
|
| ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. | For our soul has been brought down to the dust; our belly has cleaved to the earth. |
|
27
|
27
|
| ἀνάστα, Κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. | Arise, O Lord, help us, and redeem us for thy name's sake. |
|
Κεφάλαιο 44
|
Psalm 44
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. | For the end, for alternate strains by the sons of Core; for instruction, a Song concerning the beloved. |
|
2
|
2
|
| ΕΞΗΡΕΥΞΑΤΟ ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. | My heart has uttered a good matter: I declare my works to the king: my tongue is the pen of a quick writer. |
|
3
|
3
|
| ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. | Thou art more beautiful than the sons of men: grace has been shed forth on thy lips: therefore God has blessed thee for ever. |
|
4
|
4
|
| περίζωσαι τὴν ρομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου | Gird thy sword upon thy thigh, O Mighty One, in thy comeliness, and in thy beauty; |
|
5
|
5
|
| καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. | and bend thy bow, and prosper, and reign, because of truth and meekness and righteousness; and thy right hand shall guide thee wonderfully. |
|
6
|
6
|
| τὰ βέλη σου ἠκονημένα, δυνατέ —λαοὶ ὑποκάτω σου πεσοῦνται— ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. | Thy weapons are sharpened, Mighty One, (the nations shall fall under thee) they are in the heart of the king's enemies. |
|
7
|
7
|
| ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ράβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. | Thy throne, O God, is for ever and ever: the sceptre of thy kingdom is a sceptre of righteousness. |
|
8
|
8
|
| ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. | Thou hast loved righteousness, and hated iniquity: therefore God, thy God, has anointed thee with the oil of gladness beyond thy fellows. |
|
9
|
9
|
| σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. | Myrrh, and stacte, and cassia are exhaled from thy garments, and out of the ivory palaces, |
|
10
|
10
|
| θυγατέρας βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. | with which kings' daughters have gladdened thee for thine honour: the queen stood by on thy right hand, clothed in vesture wrought with gold, and arrayed in divers colours. |
|
11
|
11
|
| ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· | Hear, O daughter, and see, and incline thine ear; forget also thy people, and thy father's house. |
|
12
|
12
|
| καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου, | Because the king has desired thy beauty; for he is thy Lord. |
|
13
|
13
|
| καὶ προσκυνήσεις αὐτῷ. καὶ θυγάτηρ Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. | And the daughter of Tyre shall adore him with gifts; the rich of the people of the land shall supplicate thy favour. |
|
14
|
14
|
| πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. | All her glory is that of the daughter of the king of Esebon, robed as she is in golden fringed garments, |
|
15
|
15
|
| ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· | in embroidered clothing: virgins shall be brought to the king after her: her fellows shall be brought to thee. |
|
16
|
16
|
| ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. | They shall be brought with gladness and exultation: they shall be led into the king's temple. |
|
17
|
17
|
| ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. | Instead of thy fathers children are born to thee: thou shalt make them princes over all the earth. |
|
18
|
18
|
| μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | They shall make mention of thy name from generation to generation: therefore shall the nations give thanks to thee for ever, even for ever and ever. |
|
Κεφάλαιο 45
|
Psalm 45
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορέ, ὑπὲρ τῶν κρυφίων ψαλμός. | For the end, for the sons of Core; a Psalm concerning secret things. |
|
2
|
2
|
| Ο ΘΕΟΣ ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. | God is our refuge and strength, a help in the afflictions that have come heavily upon us. |
|
3
|
3
|
| διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. | Therefore will we not fear when the earth is troubled, and the mountains are removed into the depths of the seas. |
|
4
|
4
|
| ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. (διάψαλμα). | Their waters have roared and been troubled, the mountains have been troubled by his might. Pause. |
|
5
|
5
|
| τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος. | The flowings of the river gladden the city of God: the Most High has sanctified his tabernacle. |
|
6
|
6
|
| ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ πρωΐ. | God is in the midst of her; she shall not be moved: God shall help her with his countenance. |
|
7
|
7
|
| ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. | The nations were troubled, the kingdoms tottered: he uttered his voice, the earth shook. |
|
8
|
8
|
| Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ. (διάψαλμα). | The Lord of hosts is with us; the God of Jacob is our helper. Pause. |
|
9
|
9
|
| δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. | Come, and behold the works of the Lord, what wonders he has achieved on the earth. |
|
10
|
10
|
| ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συνθλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. | Putting an end to wars as for the ends of the earth; he will crush the bow, and break in pieces the weapon, and burn the bucklers with fire. |
|
11
|
11
|
| σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. | Be still, and know that I am God: I will be exalted among the nations, I will be exalted in the earth. |
|
12
|
12
|
| Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ. | The Lord of hosts is with us; the God of Jacob is our helper. |
|
Κεφάλαιο 46
|
Psalm 46
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός. | For the end, a Psalm for the sons of Core. |
|
2
|
2
|
| ΠΑΝΤΑ τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. | Clap your hands, all ye nations; shout to God with a voice of exultation. |
|
3
|
3
|
| ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. | For the Lord most high is terrible; he is a great king over all the earth. |
|
4
|
4
|
| ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· | He has subdued the peoples under us, and the nations under our feet. |
|
5
|
5
|
| ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν ᾿Ιακώβ, ἣν ἠγάπησεν. (διάψαλμα). | He has chosen out his inheritance for us, the beauty of Jacob which he loved. Pause. |
|
6
|
6
|
| ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. | God is gone up with a shout, the Lord with a sound of a trumpet. |
|
7
|
7
|
| ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, | Sing praises to our God, sing praises: sing praises to our King, sing praises. |
|
8
|
8
|
| ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς. | For God is king of all the earth: sing praises with understanding. |
|
9
|
9
|
| ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. | God reigns over the nations: God sits upon the throne of his holiness. |
|
10
|
10
|
| ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ ῾Αβραάμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. | The rulers of the people are assembled with the God of Abraam: for God's mighty ones of the earth have been greatly exalted. |
|
Κεφάλαιο 47
|
Psalm 47
|
|
1
|
1
|
| Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορέ· δευτέρα σαββάτου. | A Psalm of praise for the sons of Core on the second day of the week. |
|
2
|
2
|
| ΜΕΓΑΣ Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, | Great is the Lord, and greatly to be praised in the city of our God, in his holy mountain. |
|
3
|
3
|
| εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς. ὄρη Σιών, τὰ πλευρὰ τοῦ Βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. | The city of the great King is well planted on the mountains of Sion, with the joy of the whole earth, on the sides of the north. |
|
4
|
4
|
| ὁ Θεὸς ἐν τοῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. | God is known in her palaces, when he undertakes to help her. |
|
5
|
5
|
| ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό· | For, behold, the kings of the earth were assembled, they came together. |
|
6
|
6
|
| αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, | They saw, and so they wondered: they were troubled, they were moved. |
|
7
|
7
|
| τρόμος ἐπελάβετο αὐτῶν, ἐκεῖ ὠδῖνες ὡς τικτούσης. | Trembling took hold on them: there were the pangs as of a woman in travail. |
|
8
|
8
|
| ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσίς. | Thou wilt break the ships of Tharsis with a vehement wind. |
|
9
|
9
|
| καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. (διάψαλμα). | As we have heard, so have we also seen, in the city of the Lord of hosts, in the city of our God: God has founded it for ever. Pause. |
|
10
|
10
|
| ὑπελάβομεν, ὁ Θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. | We have thought of thy mercy, O God, in the midst of thy people. |
|
11
|
11
|
| κατὰ τὸ ὄνομά σου, ὁ Θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. | According to thy name, O God, so is also thy praise to the ends of the earth: thy right hand is full of righteousness. |
|
12
|
12
|
| εὐφρανθήτω τὸ ὄρος Σιών, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς ᾿Ιουδαίας ἕνεκεν κριμάτων σου, Κύριε. | Let mount Sion rejoice, let the daughters of Judæa exult, because of thy judgments, O Lord. |
|
13
|
13
|
| κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, | Go round about Sion, and encompass her: tell ye her towers. |
|
14
|
14
|
| θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. | Mark ye well her strength, and observe her palaces; that ye may tell the next generation. |
|
15
|
15
|
| ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. | For this is our God for ever and ever: he will be our guide for evermore. |
|
Κεφάλαιο 48
|
Psalm 48
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ ψαλμός. | For the end, a Psalm for the sons of Core. |
|
2
|
2
|
| ΑΚΟΥΣΑΤΕ ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, | Hear these words, all ye nations, hearken, all ye that dwell upon the earth: |
|
3
|
3
|
| οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. | both the sons of mean men, and sons of great men; the rich and poor man together. |
|
4
|
4
|
| τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν· | My mouth shall speak of wisdom; and the meditation of my heart shall bring forth understanding. |
|
5
|
5
|
| κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. | I will incline mine ear to a parable: I will open my riddle on the harp. |
|
6
|
6
|
| ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. | Wherefore should I fear in the evil day? the iniquity of my heel shall compass me. |
|
7
|
7
|
| οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι, | They that trust in their strength, and boast themselves in the multitude of their wealth— |
|
8
|
8
|
| ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ | A brother does not redeem, shall a man redeem? he shall not give to God a ransom for himself, |
|
9
|
9
|
| καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα | or the price of the redemption of his soul, though he labour for ever, |
|
10
|
10
|
| καὶ ζήσεται εἰς τέλος· οὐκ ὄψεται καταφθοράν, | and live to the end, so that he should not see corruption. |
|
11
|
11
|
| ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, | When he shall see wise men dying, the fool and the senseless one shall perish together; and they shall leave their wealth to strangers. |
|
12
|
12
|
| καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. | And their sepulchres are their houses for ever, even their tabernacles to all generations: they have called their lands after their own names. |
|
13
|
13
|
| καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. | And man being in honour, understands not: he is compared to the senseless cattle, and is like to them. |
|
14
|
14
|
| αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι. (διάψαλμα). | This their way is an offence to them: yet afterwards men will commend their sayings. Pause. |
|
15
|
15
|
| ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ, καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ, ἐκ τῆς δόξης αὐτῶν ἐξώσθησαν. | They have laid them as sheep in Hades; death shall feed on them; and the upright shall have dominion over them in the morning, and their help shall fail in Hades from their glory. |
|
16
|
16
|
| πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. (διάψαλμα). | But God shall deliver my soul from the power of Hades, when he shall receive me. Pause. |
|
17
|
17
|
| μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· | Fear not when a man is enriched, and when the glory of his house is increased. |
|
18
|
18
|
| ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. | For he shall take nothing when he dies; neither shall his glory descend with him. |
|
19
|
19
|
| ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται· ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ. | For his soul shall be blessed in his life: he shall give thanks to thee when thou dost well to him. |
|
20
|
20
|
| εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. | Yet he shall go in to the generation of his fathers; he shall never see light. |
|
21
|
21
|
| καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. | Man that is in honour, understands not: he is compared to the senseless cattle, and is like them. |
|
Κεφάλαιο 49
|
Psalm 49
|
|
1
|
1
|
| Ψαλμὸς τῷ ᾿Ασάφ. ΘΕΟΣ θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. | A Psalm for Asaph. The God of gods, the Lord, has spoken, and called the earth from the rising of the sun to the going down thereof. |
|
2
|
2
|
| ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, | Out of Sion comes the excellence of his beauty. |
|
3
|
3
|
| ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. | God, our God, shall come manifestly, and shall not keep silence: a fire shall be kindled before him, and round about him there shall be a very great tempest. |
|
4
|
4
|
| προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ· | He shall summon the heaven above, and the earth, that he may judge his people. |
|
5
|
5
|
| συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις, | Assemble ye his saints to him, those that have engaged in a covenant with him upon sacrifices. |
|
6
|
6
|
| καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστι. (διάψαλμα). | And the heavens shall declare his righteousness: for God is judge. Pause. |
|
7
|
7
|
| ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, ᾿Ισραήλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγώ. | Hear, my people, and I will speak to thee, O Israel: and I will testify to thee: I am God, thy God. |
|
8
|
8
|
| οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός. | I will not reprove thee on account of thy sacrifices; for thy whole-burnt-offerings are before me continually. |
|
9
|
9
|
| οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. | I will take no bullocks out of thine house, nor he-goats out of thy flocks. |
|
10
|
10
|
| ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες· | For all the wild beasts of the thicket are mine, the cattle on the mountains, and oxen. |
|
11
|
11
|
| ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ᾿ ἐμοῦ ἐστιν. | I know all the birds of the sky; and the beauty of the field is mine. |
|
12
|
12
|
| ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. | If I should be hungry, I will not tell thee: for the world is mine, and the fulness of it. |
|
13
|
13
|
| μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; | Will I eat the flesh of bulls, or drink the blood of goats? |
|
14
|
14
|
| θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ῾Υψίστῳ τὰς εὐχάς σου· | Offer to God the sacrifice of praise; and pay thy vows to the Most High. |
|
15
|
15
|
| καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. (διάψαλμα). | And call upon me in the day of affliction; and I will deliver thee, and thou shalt glorify me. Pause. |
|
16
|
16
|
| τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; | But to the sinner God has said, Why dost thou declare my ordinances, and take up my covenant in thy mouth? |
|
17
|
17
|
| σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. | Whereas thou hast hated instruction, and hast cast my words behind thee. |
|
18
|
18
|
| εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. | If thou sawest a thief, thou rannest along with him, and hast cast in thy lot with adulterers. |
|
19
|
19
|
| τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα· | Thy mouth has multiplied wickedness, and thy tongue has framed deceit. |
|
20
|
20
|
| καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. | Thou didst sit and speak against thy brother, and didst scandalise thy mother's son. |
|
21
|
21
|
| ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. | These things thou didst, and I kept silence: thou thoughtest wickedly that I should be like thee; but I will reprove thee, and set thine offences before thee. |
|
22
|
22
|
| σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ, μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ρυόμενος. | Now consider these things, ye that forget God, lest he rend you, and there be no deliverer. |
|
23
|
23
|
| θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου. | The sacrifice of praise will glorify me: and that is the way wherein I will shew to him the salvation of God. |
|
Κεφάλαιο 50
|
Psalm 50
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ | For the end, a Psalm of David, |
|
2
|
2
|
| ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. | when Nathan the prophet came to him, when he had gone in to Bersabee. |
|
3
|
3
|
| ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· | Have mercy upon me, O God, according to thy great mercy; and according to the multitude of thy compassions blot out my transgression. |
|
4
|
4
|
| ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. | Wash me thoroughly from mine iniquity, and cleanse me from my sin. |
|
5
|
5
|
| ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. | For I am conscious of mine iniquity; and my sin is continually before me. |
|
6
|
6
|
| σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. | Against thee only have I sinned, and done evil before thee: that thou mightest be justified in thy sayings, and mightest overcome when thou art judged. |
|
7
|
7
|
| ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. | For, behold, I was conceived in iniquities, and in sins did my mother conceive me. |
|
8
|
8
|
| ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. | For, behold, thou lovest truth: thou hast manifested to me the secret and hidden things of thy wisdom. |
|
9
|
9
|
| ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. | Thou shalt sprinkle me with hyssop, and I shall be purified: thou shalt wash me, and I shall be made whiter than snow. |
|
10
|
10
|
| ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. | Thou shalt cause me to hear gladness and joy: the afflicted bones shall rejoice. |
|
11
|
11
|
| ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. | Turn away thy face from my sins, and blot out all mine iniquities. |
|
12
|
12
|
| καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. | Create in me a clean heart, O God; and renew a right spirit in my inward parts. |
|
13
|
13
|
| μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. | Cast me not away from thy presence; and remove not thy Holy Spirit from me. |
|
14
|
14
|
| ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. | Restore to me the joy of thy salvation: establish me with thy directing Spirit. |
|
15
|
15
|
| διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. | Then will I teach transgressors thy ways; and ungodly men shall turn to thee. |
|
16
|
16
|
| ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. | Deliver me from blood-guiltiness, O God, the God of my salvation: and my tongue shall joyfully declare thy righteousness. |
|
17
|
17
|
| Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. | O Lord, thou shalt open my lips; and my mouth shall declare thy praise. |
|
18
|
18
|
| ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. | For if thou desiredst sacrifice, I would have given it: thou wilt not take pleasure in whole-burnt-offerings. |
|
19
|
19
|
| θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. | Sacrifice to God is a broken spirit: a broken and humbled heart God will not despise. |
|
20
|
20
|
| ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· | Do good, O Lord, to Sion in thy good pleasure; and let the walls of Jerusalem be built. |
|
21
|
21
|
| τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. | Then shalt thou be pleased with a sacrifice of righteousness, offering, and whole-burnt-sacrifices: then shall they offer calves upon thine altar. |
|
Κεφάλαιο 51
|
Psalm 51
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυΐδ· | For the end, a Psalm of instruction by David, |
|
2
|
2
|
| ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν ᾿Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ· ἦλθε Δαυΐδ εἰς τὸν οἶκον ᾿Αβιμέλεχ. | when Doec the Idumean came and told Saul, and said to him, David is gone to the house of Abimelech. |
|
3
|
3
|
| ΤΙ ΕΓΚΑΥΧᾼ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; | Why dost thou, O mighty man, boast of iniquity in thy mischief? All the day |
|
4
|
4
|
| ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. | thy tongue has devised unrighteousness; like a sharpened razor thou hast wrought deceit. |
|
5
|
5
|
| ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. (διάψαλμα). | Thou hast loved wickedness more than goodness; unrighteousness better than to speak righteousness. Pause. |
|
6
|
6
|
| ἠγάπησας πάντα τὰ ρήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. | Thou hast loved all words of destruction, and a deceitful tongue. |
|
7
|
7
|
| διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ρίζωμά σου ἐκ γῆς ζώντων. (διάψαλμα). | Therefore may God destroy thee for ever, may he pluck thee up and utterly remove thee from thy dwelling, and thy root from the land of the living. Pause. |
|
8
|
8
|
| ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ᾿ αὐτὸν γελάσονται καὶ ἐροῦσιν· | And the righteous shall see, and fear, and shall laugh at him, and say, |
|
9
|
9
|
| ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ᾿ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. | Behold the man who made not God his help; but trusted in the abundance of his wealth, and strengthened himself in his vanity. |
|
10
|
10
|
| ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | But I am as a fruitful olive in the house of God: I have trusted in the mercy of God for ever, even for evermore. |
|
11
|
11
|
| ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου. | I will give thanks to thee for ever, for thou hast done it: and I will wait on thy name; for it is good before thy saints. |
|
Κεφάλαιο 52
|
Psalm 52
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ μαελέθ· συνέσεως τῷ Δαυΐδ. | For the end, a Psalm of David upon Maeleth, of instruction. |
|
2
|
2
|
| ΕΙΠΕΝ ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστι ποιῶν ἀγαθόν. | The fool has said in his heart, There is no God. They have corrupted themselves, and become abominable in iniquities: there is none that does good. |
|
3
|
3
|
| ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. | God looked down from heaven upon the sons of men, to see if there were any that understood, or sought after God. |
|
4
|
4
|
| πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός. | They have all gone out of the way, they are together become unprofitable; there is none that does good, there is not even one. |
|
5
|
5
|
| οὐχί γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. | Will none of the workers of iniquity know, who devour my people as they would eat bread? they have not called upon God. There were they greatly afraid, where there was no fear: |
|
6
|
6
|
| ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς διεσπόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. | for God has scattered the bones of the men-pleasers; they were ashamed, for God despised them. |
|
7
|
7
|
| τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ᾿Ισραήλ; ἐν τῷ ἀποστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται ᾿Ιακὼβ καὶ εὐφρανθήσεται ᾿Ισραήλ. | Who will bring the salvation of Israel out of Sion? When the Lord turns the captivity of his people, Jacob shall exult, and Israel shall be glad. |
|
Κεφάλαιο 53
|
Psalm 53
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυΐδ | For the end, among the Hymns of instruction by David, |
|
2
|
2
|
| ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυΐδ κέκρυπται παρ᾿ ἡμῖν; | when the Ziphites came and said to Saul, Lo, is not David hid with us? |
|
3
|
3
|
| Ο ΘΕΟΣ, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. | Save me, O God, by thy name, and judge me by thy might. |
|
4
|
4
|
| ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ρήματα τοῦ στόματός μου. | O God, hear my prayer; hearken to the words of my mouth. |
|
5
|
5
|
| ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾿ ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. (διάψαλμα). ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. | For strangers have risen up against me, and mighty men have sought my life: they have not set God before them. Pause. |
|
7
|
7
|
| ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. | He shall return evil to mine enemies; utterly destroy them in thy truth. |
|
8
|
8
|
| ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· | I will willingly sacrifice to thee: I will give thanks to thy name, O Lord; for it is good. |
|
9
|
9
|
| ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. | For thou hast delivered me out of all affliction, and mine eye has seen my desire upon mine enemies. |
|
Κεφάλαιο 54
|
Psalm 54
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυΐδ. | For the end, among Hymns of instruction by David. |
|
2
|
2
|
| ΕΝΩΤΙΣΑΙ, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, | Hearken, O God, to my prayer; and disregard not my supplication. |
|
3
|
3
|
| πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην | Attend to me, and hearken to me: I was grieved in my meditation, and troubled; |
|
4
|
4
|
| ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ᾿ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. | because of the voice of the enemy, and because of the oppression of the sinner: for they brought iniquity against me, and were wrathfully angry with me. |
|
5
|
5
|
| ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾿ ἐμέ· | My heart was troubled within me; and the fear of death fell upon me. |
|
6
|
6
|
| φόβος καὶ τρόμος ἦλθεν ἐπ᾿ ἐμέ, καὶ ἐκάλυψέ με σκότος. | Fear and trembling came upon me, and darkness covered me. |
|
7
|
7
|
| καὶ εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω; | And I said, O that I had wings as those of a dove! then would I flee away, and be at rest. |
|
8
|
8
|
| ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. (διάψαλμα). | Lo! I have fled afar off, and lodged in the wilderness. Pause. |
|
9
|
9
|
| προσεδεχόμην τὸν σῴζοντά με, ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. | I waited for him that should deliver me from distress of spirit and tempest. |
|
10
|
10
|
| καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. | Destroy, O Lord, and divide their tongues: for I have seen iniquity and gainsaying in the city. |
|
11
|
11
|
| ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς | Day and night he shall go round about it upon its walls: iniquity and sorrow and unrighteousness are in the midst of it; |
|
12
|
12
|
| καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. | and usury and craft have not failed from its streets. |
|
13
|
13
|
| ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ᾿ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ᾿ αὐτοῦ. | For if an enemy had reproached me, I would have endured it; and if one who hated me had spoken vauntingly against me, I would have hid myself from him. |
|
14
|
14
|
| σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, | But thou, O man likeminded, my guide, and my acquaintance, |
|
15
|
15
|
| ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθην ἐν ὁμονοίᾳ. | who in companionship with me sweetened our food: we walked in the house of God in concord. |
|
16
|
16
|
| ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. | Let death come upon them, and let them go down alive into Hades, for iniquity is in their dwellings, in the midst of them. |
|
17
|
17
|
| ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. | I cried to God, and the Lord hearkened to me. |
|
18
|
18
|
| ἑσπέρας καὶ πρωΐ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. | Evening, and morning, and at noon I will declare and make known my wants: and he shall hear my voice. |
|
19
|
19
|
| λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. | He shall deliver my soul in peace from them that draw nigh to me: for they were with me in many cases. |
|
20
|
20
|
| εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. (διάψαλμα). οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν. | God shall hear, and bring them low, even he that has existed from eternity. Pause. For they suffer no reverse, and therefore they have not feared God. |
|
21
|
21
|
| ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. | He has reached forth his hand for retribution; they have profaned his covenant. |
|
22
|
22
|
| διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. | They were scattered at the anger of his countenance, and his heart drew nigh them. His words were smoother than oil, yet are they darts. |
|
23
|
23
|
| ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. | Cast thy care upon the Lord, and he shall sustain thee; he shall never suffer the righteous to be moved. |
|
24
|
24
|
| σὺ δέ, ὁ Θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν, ἐγὼ δέ, Κύριε, ἐλπιῶ ἐπὶ σέ. | But thou, O God, shalt bring them down to the pit of destruction; bloody and crafty men shall not live out half their days; but I will hope in thee, O Lord. |
|
Κεφάλαιο 55
|
Psalm 55
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαυΐδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. | For the end, concerning the people that were removed from the sanctuary, by David for a memorial, when the Philistines caught him in Geth. |
|
2
|
2
|
| ΕΛΕΗΣΟΝ με, ὁ Θεός, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. | Have mercy upon me, O God; for man has trodden me down; all the day long he warring has afflicted me. |
|
3
|
3
|
| κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν, ὅτι πολλοὶ οἱ πολεμοῦντες με ἀπὸ ὕψους. | Mine enemies have trodden me down all the day from the dawning of the day; for there are many warring against me. |
|
4
|
4
|
| ἡμέρας οὐ φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. | They shall be afraid, but I will trust in thee. |
|
5
|
5
|
| ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου, ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. | In God I will praise my words; all the day have I hoped in God; I will not fear what flesh shall do to me. |
|
6
|
6
|
| ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ᾿ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. | All the day long they have abominated my words; all their devices are against me for evil. |
|
7
|
7
|
| παροικήσουσι καὶ κατακρύψουσιν· αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, καθάπερ ὑπέμειναν τῇ ψυχῇ μου. | They will dwell near and hide themselves; they will watch my steps, accordingly as I have waited patiently in my soul. |
|
8
|
8
|
| ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς, ἐν ὀργῇ λαοὺς κατάξεις. ὁ Θεός, | Thou wilt on no account save them; thou wilt bring down the people in wrath. |
|
9
|
9
|
| τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου. | O God, I have declared my life to thee; thou hast set my tears before thee, even according to thy promise. |
|
10
|
10
|
| ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶ σύ. | Mine enemies shall be turned back, in the day wherein I shall call upon thee; behold, I know that thou art my God. |
|
11
|
11
|
| ἐπὶ τῷ Θεῷ αἰνέσω ρῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον. | In God will I praise his word; in the Lord will I praise his saying. |
|
12
|
12
|
| ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. | I have hoped in God; I will not be afraid of what man shall do to me. |
|
13
|
13
|
| ἐν ἐμοί, ὁ Θεός, εὐχαί, ἃς ἀποδώσω αἰνέσεώς σου, | The vows of thy praise, O God, which I will pay, are upon me. |
|
14
|
14
|
| ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος· εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων. | For thou hast delivered my soul from death, and my feet from sliding, that I should be well-pleasing before God in the land of the living. |
|
Κεφάλαιο 56
|
Psalm 56
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυΐδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. | For the end. Destroy not: by David, for a memorial, when he fled from the presence of Saul to the cave. |
|
2
|
2
|
| ΕΛΕΗΣΟΝ με, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. | Have mercy, upon me, O God, have mercy upon me: for my soul has trusted in thee: and in the shadow of thy wings will I hope, until the iniquity have passed away. |
|
3
|
3
|
| κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ῞Υψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. | I will cry to God most high; the God who has benefited me. Pause. |
|
4
|
4
|
| ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. (διάψαλμα). ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ | He sent from heaven and saved me; he gave to reproach them that trampled on me: God has sent forth his mercy and his truth; |
|
5
|
5
|
| καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. | and he has delivered my soul from the midst of lions' whelps: I lay down to sleep, though troubled. As for the sons of men, their teeth are arms and missile weapons, and their tongue a sharp sword. |
|
6
|
6
|
| ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. | Be thou exalted, O God, above the heavens; and thy glory above all the earth. |
|
7
|
7
|
| παγίδα ἡτοίμασαν τοῖς ποσί μου καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν. (διάψαλμα). | They have prepared snares for my feet, and have bowed down my soul: they have dug a pit before my face, and fallen into it themselves. Pause. |
|
8
|
8
|
| ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. | My heart, O God, is ready, my heart is ready: I will sing, yea will sing psalms. |
|
9
|
9
|
| ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. | Awake, my glory; awake, psaltery and harp: I will awake early. |
|
10
|
10
|
| ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, | O Lord, I will give thanks to thee among the nations: I will sing to thee among the Gentiles. |
|
11
|
11
|
| ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. | For thy mercy has been magnified even to the heavens, and thy truth to the clouds. |
|
12
|
12
|
| ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. | Be thou exalted, O God, above the heavens; and thy glory above all the earth. |
|
Κεφάλαιο 57
|
Psalm 57
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυΐδ εἰς στηλογραφίαν. | For the end. Destroy not: by David, for a memorial. |
|
2
|
2
|
| ΕΙ ΑΛΗΘΩΣ ἄρα δικαιοσύνην λαλεῖτε; εὐθείας κρίνετε οἱ υἱοὶ τῶν ἀνθρώπων; | If ye do indeed speak righteousness, then do ye judge rightly, ye sons of men. |
|
3
|
3
|
| καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. | For ye work iniquities in your hearts in the earth: your hands plot unrighteousness. |
|
4
|
4
|
| ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ. | Sinners have gone astray from the womb: they go astray from the belly: they speak lies. |
|
5
|
5
|
| θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, | Their venom is like that of a serpent; as that of a deaf asp, and that stops her ears; |
|
6
|
6
|
| ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων, φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ. | which will not hear the voice of charmers, nor heed the charm prepared skilfully by the wise. |
|
7
|
7
|
| ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος· | God has crushed their teeth in their mouth: God has broken the cheek-teeth of the lions. |
|
8
|
8
|
| ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον· ἐκτενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. | They shall utterly pass away like water running through: he shall bend his bow till they shall fail. |
|
9
|
9
|
| ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ᾿ αὐτούς, καὶ οὐκ εἶδον τὸν ἥλιον. | They shall be destroyed as melted wax: the fire has fallen and they have not seen the sun. |
|
10
|
10
|
| πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας αὐτῶν τὴν ράμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται αὐτούς. | Before your thorns feel the white thorn, he shall swallow you up as living, as in his wrath. |
|
11
|
11
|
| εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. | The righteous shall rejoice when he sees the vengeance of the ungodly: he shall wash his hands in the blood of the sinner. |
|
12
|
12
|
| καὶ ἐρεῖ ἄνθρωπος· εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. | And a man shall say, Verily then there is a reward for the righteous: verily there is a God that judges them in the earth. |
|
Κεφάλαιο 58
|
Psalm 58
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυΐδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. | For the end. Destroy not: by David for a memorial, when Saul sent, and watched his house to kill him. |
|
2
|
2
|
| ΕΞΕΛΟΥ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ λύτρωσαί με· | Deliver me from mine enemies, O God; and ransom me from those that rise up against me. |
|
3
|
3
|
| ρῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. | Deliver me from the workers of iniquity, and save me from bloody men. |
|
4
|
4
|
| ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ᾿ ἐμὲ κραταιοί. οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε· | For, behold, they have hunted after my soul; violent men have set upon me: neither is it my iniquity, nor my sin, O Lord. |
|
5
|
5
|
| ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε. | Without iniquity I ran and directed my course aright: awake to help me, and behold. |
|
6
|
6
|
| καὶ σύ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ ᾿Ισραήλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. (διάψαλμα). | And thou, Lord God of hosts, the God of Israel, draw nigh to visit all the heathen; pity not any that work iniquity. Pause. |
|
7
|
7
|
| ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν. | They shall return at evening, and hunger like a dog, and go round about the city. |
|
8
|
8
|
| ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ρομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; | Behold, they shall utter a voice with their mouth, and a sword is in their lips; for who, say they, has heard? |
|
9
|
9
|
| καὶ σύ, Κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. | But thou, Lord, wilt laugh them to scorn; thou wilt utterly set at nought all the heathen. |
|
10
|
10
|
| τὸ κράτος μου, πρὸς σὲ φυλάξω, ὅτι σύ, ὁ Θεός, ἀντιλήπτωρ μου εἶ. | I will keep my strength, looking to thee; for thou, O God, art my helper. |
|
11
|
11
|
| ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. | As for my God, his mercy shall go before me: my God will shew me vengeance on mine enemies. |
|
12
|
12
|
| μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου, Κύριε. | Slay them not, lest they forget thy law; scatter them by thy power; and bring them down, O Lord, my defender. |
|
13
|
13
|
| ἁμαρτία στόματος αὐτῶν, λόγος χειλέων αὐτῶν, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ, | For the sin of their mouth, and the word of their lips, let them be even taken in their pride. |
|
14
|
14
|
| ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσι· καὶ γνώσονται, ὅτι Θεὸς δεσπόζει τοῦ ᾿Ιακὼβ τῶν περάτων τῆς γῆς. (διάψαλμα). | And for their cursing and falsehood shall utter destruction be denounced: they shall fall by the wrath of utter destruction, and shall not be; so shall they know that the God of Jacob is Lord of the ends of the earth. Pause. |
|
15
|
15
|
| ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν. | They shall return at evening, and be hungry as a dog, and go round about the city. |
|
16
|
16
|
| αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν. | They shall be scattered hither and thither for meat; and if they be not satisfied, they shall even murmur. |
|
17
|
17
|
| ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. | But I will sing to thy strength, and in the morning will I exult in thy mercy; for thou hast been my supporter, and my refuge in the day of mine affliction. |
|
18
|
18
|
| βοηθός μου εἶ, σοὶ ψαλῶ, ὅτι σύ, ὁ Θεός, ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου, τὸ ἔλεός μου. | Thou art my helper; to thee, my God, will I sing; thou art my supporter, O my God, and my mercy. |
|
Κεφάλαιο 59
|
Psalm 59
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυΐδ, εἰς διδαχήν, | For the end, for them that shall yet be changed; for an inscription by David for instruction, |
|
2
|
2
|
| ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σοβά, καὶ ἐπέστρεψεν ᾿Ιωάβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας. | when he had burned Mesopotamia of Syria, and Syria Sobal, and Joab had returned and smitten in the valley of salt twelve thousand. |
|
3
|
3
|
| Ο ΘΕΟΣ, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ οἰκτείρησας ἡμᾶς. | O God, thou hast rejected and destroyed us; thou hast been angry, yet hast pitied us. |
|
4
|
4
|
| συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς ὅτι ἐσαλεύθη. | Thou hast shaken the earth, and troubled it; heal its breaches, for it has been shaken. |
|
5
|
5
|
| ἔδειξας τῷ λαῷ σου σκληρά, ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. | Thou hast shewn thy people hard things: thou hast made us drink the wine of astonishment. |
|
6
|
6
|
| ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. (διάψαλμα). | Thou hast given a token to them that fear thee, that they might flee from the bow. Pause. |
|
7
|
7
|
| ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. | That thy beloved ones may be delivered; save with thy right hand, and hear me. |
|
8
|
8
|
| ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. | God has spoken in his holiness; I will rejoice, and divide Sicima, and measure out the valley of tents. |
|
9
|
9
|
| ἐμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆ, καὶ ᾿Εφραὶμ κραταίωσις τῆς κεφαλῆς μου, ᾿Ιούδας βασιλεύς μου· | Galaad is mine, and Manasse is mine; and Ephraim is the strength of my head; |
|
10
|
10
|
| Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν ᾿Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. | Judas is my king; Moab is the caldron of my hope; over Idumea will I stretch out my shoe; the Philistines have been subjected to me. |
|
11
|
11
|
| τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς ᾿Ιδουμαίας; | Who will lead me into the fortified city? who will guide me as far as Idumea? |
|
12
|
12
|
| οὐχὶ σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν; | Wilt not thou, O God, who hast cast us off? and wilt not thou, O God, go forth with our forces? |
|
13
|
13
|
| δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. | Give us help from trouble: for vain is the deliverance of man. |
|
14
|
14
|
| ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς. | In God will we do valiantly; and he shall bring to nought them that harass us. |
|
Κεφάλαιο 60
|
Psalm 60
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυΐδ. | For the end, among the Hymns of David. |
|
2
|
2
|
| ΕΙΣΑΚΟΥΣΟΝ, ὁ Θεός, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. | O God, hearken to my petition; attend to my prayer. |
|
3
|
3
|
| ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου· ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με, | From the ends of the earth have I cried to thee, when my heart was in trouble: thou liftedst me up on a rock, thou didst guide me: |
|
4
|
4
|
| ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. | because thou wert my hope, a tower of strength from the face of the enemy. |
|
5
|
5
|
| παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπει τῶν πτερύγων σου. (διάψαλμα). | I will dwell in thy tabernacle for ever; I will shelter myself under the shadow of thy wings. Pause. |
|
6
|
6
|
| ὅτι σύ, ὁ Θεός, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου. | For thou, O God, hast heard my prayers; thou hast given an inheritance to them that fear thy name. |
|
7
|
7
|
| ἡμέρας ἐφ᾿ ἡμέρας τοῦ βασιλέως προσθήσεις, τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. | Thou shalt add days to the days of the king; thou shalt lengthen his years to all generations. |
|
8
|
8
|
| διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; | He shall endure for ever before God: which of them will seek out his mercy and truth? |
|
9
|
9
|
| οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας. | So will I sing to thy name for ever and ever, that I may daily perform my vows. |
|
Κεφάλαιο 61
|
Psalm 61
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ ᾿Ιδιθούν· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David for Idithun. |
|
2
|
2
|
| ΟΥΧΙ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾿ αὐτῷ γὰρ τὸ σωτήριόν μου· | Shall not my soul be subjected to God? for of him is my salvation. |
|
3
|
3
|
| καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου, καὶ ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. | For he is my God and my Saviour; my helper, I shall not be moved very much. |
|
4
|
4
|
| ἕως πότε ἐπιτίθεσθε ἐπ᾿ ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. | How long will ye assault a man? ye are all slaughtering as with a bowed wall and a broken hedge. |
|
5
|
5
|
| πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει, τῷ στόματι αὐτῶν εὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. (διάψαλμα). | They only took counsel to set at nought mine honour: I ran in thirst: with their mouth they blessed, but with their heart they cursed. Pause. |
|
6
|
6
|
| πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ᾿ αὐτῷ ἡ ὑπομονή μου. | Nevertheless do thou, my soul, be subjected to God; for of him is my patient hope. |
|
7
|
7
|
| ὅτι αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω. | For he is my God and my Saviour; my helper, I shall not be moved. |
|
8
|
8
|
| ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. | In God is my salvation and my glory: he is the God of my help, and my hope is in God. |
|
9
|
9
|
| ἐλπίσατε ἐπ᾿ αὐτὸν πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν, ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν. (διάψαλμα). | Hope in him, all ye congregation of the people; pour out your hearts before him, for God is our helper. Pause. |
|
10
|
10
|
| πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. | But the sons of men are vain; the sons of men are false, so as to be deceitful in the balances; they are all alike formed out of vanity. |
|
11
|
11
|
| μὴ ἐλπίζετε ἐπ᾿ ἀδικίαν καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ρέῃ, μὴ προστίθεσθε καρδίαν. | Trust not in unrighteousness, and lust not after robberies: if wealth should flow in, set not your heart upon it. |
|
12
|
12
|
| ἅπαξ ἐλάλησεν ὁ Θεός, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, | God has spoken once, and I have heard these two things, that power is of God; |
|
13
|
13
|
| καὶ σοῦ, Κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. | and mercy is thine, O Lord; for thou wilt recompense every one according to his works. |
|
Κεφάλαιο 62
|
Psalm 62
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς ᾿Ιουδαίας. | A Psalm of David, when he was in the wilderness of Idumea. |
|
2
|
2
|
| Ο ΘΕΟΣ ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. | O God, my God, I cry to thee early; my soul has thirsted for thee: how often has my flesh longed after thee, in a barren and trackless and dry land! |
|
3
|
3
|
| οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. | Thus have I appeared before thee in the sanctuary, that I might see thy power and thy glory. |
|
4
|
4
|
| ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. | For thy mercy is better than life: my lips shall praise thee. |
|
5
|
5
|
| οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. | Thus will I bless thee during my life: I will lift up my hands in thy name. |
|
6
|
6
|
| ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. | Let my soul be filled as with marrow and fatness; and my joyful lips shall praise thy name. |
|
7
|
7
|
| εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· | Forasmuch as I have remembered thee on my bed: in the early seasons I have meditated on thee. |
|
8
|
8
|
| ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. | For thou hast been my helper, and in the shelter of thy wings will I rejoice. |
|
9
|
9
|
| ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. | My soul has kept very close behind thee: thy right hand has upheld me. |
|
10
|
10
|
| αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· | But they vainly sought after my soul; they shall go into the lowest parts of the earth. |
|
11
|
11
|
| παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται. | They shall be delivered up to the power of the sword; they shall be portions for foxes. |
|
12
|
12
|
| ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. | But the king shall rejoice in God; every one that swears by him shall be praised; for the mouth of them that speak unjust things has been stopped. |
|
Κεφάλαιο 63
|
Psalm 63
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David. |
|
2
|
2
|
| ΕΙΣΑΚΟΥΣΟΝ, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. | Hear my prayer, O God, when I make my petition to thee; deliver my soul from fear of the enemy. |
|
3
|
3
|
| ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν, | Thou hast sheltered me from the conspiracy of them that do wickedly; from the multitude of them that work iniquity; |
|
4
|
4
|
| οἵτινες ἠκόνησαν ὡς ρομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν | who have sharpened their tongues as a sword; they have bent their bow maliciously; |
|
5
|
5
|
| τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται. | to shoot in secret at the blameless; they will shoot him suddenly, and will not fear. |
|
6
|
6
|
| ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας, εἶπαν· τίς ὄψεται αὐτούς; | They have set up for themselves an evil matter, they have given counsel to hide snares; they have said, Who shall see them? |
|
7
|
7
|
| ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις. προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, | They have searched out iniquity; they have wearied themselves with searching diligently, a man shall approach and the heart is deep, |
|
8
|
8
|
| καὶ ὑψωθήσεται, ὁ Θεός. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, | and God shall be exalted, their wounds were caused by the weapon of the foolish children, |
|
9
|
9
|
| καὶ ἐξησθένησαν ἐπ᾿ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς, | and their tongues have set him at nought, all that saw them were troubled; |
|
10
|
10
|
| καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν. | and every man was alarmed, and they related the works of God, and understood his deeds. |
|
11
|
11
|
| εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. | The righteous shall rejoice in the Lord, and hope on him, and all the upright in heart shall be praised. |
|
Κεφάλαιο 64
|
Psalm 64
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ, ᾠδή· ῾Ιερεμίου καὶ ᾿Ιεζεκιήλ ἐκ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι. | For the end, a Psalm and Song of David. |
|
2
|
2
|
| ΣΟΙ ΠΡΕΠΕΙ ὕμνος, ὁ Θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν ῾Ιερουσαλήμ. | Praise becomes thee, O God, in Sion; and to thee shall the vow be performed. |
|
3
|
3
|
| εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. | Hear my prayer; to thee all flesh shall come. |
|
4
|
4
|
| λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ. | The words of transgressors have overpowered us; but do thou pardon our sins. |
|
5
|
5
|
| μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, | Blessed is he whom thou hast chosen and adopted; he shall dwell in thy courts; we shall be filled with the good things of thy house; thy temple is holy. |
|
6
|
6
|
| θαυμαστὸς ἐν δικαιοσύνῃ. ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, | Thou art wonderful in righteousness. Hearken to us, O God our Saviour; the hope of all the ends of the earth, and of them that are on the sea afar off: |
|
7
|
7
|
| ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, | who dost establish the mountains in thy strength, being girded about with power; |
|
8
|
8
|
| ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη, | who troublest the depth of the sea, the sounds of its waves. |
|
9
|
9
|
| καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου· ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις. | The nations shall be troubled, and they that inhabit the ends of the earth shall be afraid of thy signs; thou wilt cause the outgoings of morning and evening to rejoice. |
|
10
|
10
|
| ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία. | Thou hast visited the earth, and saturated it; thou hast abundantly enriched it. The river of God is filled with water; thou hast prepared their food, for thus is the preparation of it. |
|
11
|
11
|
| τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. | Saturate her furrows, multiply her fruits; the crop springing up shall rejoice in its drops. |
|
12
|
12
|
| εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος· | Thou wilt bless the crown of the year because of thy goodness; and thy plains shall be filled with fatness. |
|
13
|
13
|
| πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. | The mountains of the wilderness shall be enriched; and the hills shall gird themselves with joy. |
|
14
|
14
|
| ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσι. | The rams of the flock are clothed with wool, and the valleys shall abound in corn; they shall cry aloud, yea they shall sing hymns. |
|
Κεφάλαιο 65
|
Psalm 65
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· ἀναστάσεως. ΑΛΑΛΑΞΑΤΕ τῷ Κυρίῳ πᾶσα ἡ γῆ, | For the end, a Song of a Psalm of resurrection. Shout unto God, all the earth. |
|
2
|
2
|
| ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. δότε δόξαν αἰνέσει αὐτοῦ. | O sing praises to his name; give glory to his praise. |
|
3
|
3
|
| εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. | Say unto God, How awful are thy works! through the greatness of thy power thine enemies shall lie to thee. |
|
4
|
4
|
| πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. (διάψαλμα). | Let all the earth worship thee, and sing to thee; let them sing to thy name. Pause. |
|
5
|
5
|
| δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, | Come and behold the works of God; he is terrible in his counsels beyond the children of men. |
|
6
|
6
|
| ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾿ αὐτῷ, | Who turns the sea into dry land; they shall go through the river on foot; there shall we rejoice in him, |
|
7
|
7
|
| τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. (διάψαλμα). | who by his power is Lord over the age, his eyes look upon the nations; let not them that provoke him be exalted in themselves. Pause. |
|
8
|
8
|
| εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, | Bless our God, ye Gentiles, and make the voice of his praise to be heard; |
|
9
|
9
|
| τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. | who quickens my soul in life, and does not suffer my feet to be moved. |
|
10
|
10
|
| ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον· | For thou, O God, hast proved us; thou hast tried us with fire as silver is tried. |
|
11
|
11
|
| εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. | Thou broughtest us into the snare; thou laidest afflictions on our back. |
|
12
|
12
|
| ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. | Thou didst mount men upon our heads; we went through fire and water; but thou broughtest us out into a place of refreshment. |
|
13
|
13
|
| εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, | I will go into thine house with whole-burnt-offerings; I will pay thee my vows, |
|
14
|
14
|
| ἃς διέστειλε τὰ χείλη μου καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου· | which my lips framed, and my mouth uttered in my affliction. |
|
15
|
15
|
| ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων. (διάψαλμα). | I will offer to thee whole-burnt-sacrifices full of marrow, with incense and rams; I will sacrifice to thee oxen with goats. Pause. |
|
16
|
16
|
| δεῦτε ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεόν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. | Come, hear, and I will tell, all ye that fear God, how great things he has done for my soul. |
|
17
|
17
|
| πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου. | I cried to him with my mouth, and exalted him with my tongue. |
|
18
|
18
|
| ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος. | If I have regarded iniquity in my heart, let not the Lord hearken to me. |
|
19
|
19
|
| διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεός, προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου. | Therefore God has hearkened to me; he has attended to the voice of my prayer. |
|
20
|
20
|
| εὐλογητὸς ὁ Θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ. | Blessed be God, who has not turned away my prayer, nor his mercy from me. |
|
Κεφάλαιο 66
|
Psalm 66
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς τῷ Δαυΐδ. | For the end, a Psalm of David among the Hymns. |
|
2
|
2
|
| Ο ΘΕΟΣ οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ᾿ ἡμᾶς. (διάψαλμα). | God be merciful to us, and bless us; and cause his face to shine upon us. Pause. |
|
3
|
3
|
| τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. | That men may know thy way on the earth, thy salvation among all nations. |
|
4
|
4
|
| ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. | Let the nations, O God, give thanks to thee; let all the nations give thanks to thee. |
|
5
|
5
|
| εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. (διάψαλμα). | Let the nations rejoice and exult, for thou shalt judge the peoples in equity, and shalt guide the nations on the earth. Pause. |
|
6
|
6
|
| ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. | Let the peoples, O God, give thanks to thee; let all the peoples give thanks to thee. |
|
7
|
7
|
| γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡμῶν. | The earth has yielded her fruit; let God, our God, bless us. |
|
8
|
8
|
| εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. | Let God bless us; and let all the ends of the earth fear him. |
|
Κεφάλαιο 67
|
Psalm 67
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ᾠδῆς ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of a Song by David. |
|
2
|
2
|
| ΑΝΑΣΤΗΤΩ ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. | Let God arise, and let his enemies be scattered; and let them that hate him flee from before him. |
|
3
|
3
|
| ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. | As smoke vanishes, let them vanish: as wax melts before the fire, so let the sinners perish from before God. |
|
4
|
4
|
| καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ. | But let the righteous rejoice; let them exult before God: let them be delighted with joy. |
|
5
|
5
|
| ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. | Sing to God, sing praises to his name: make a way for him that rides upon the west (the Lord is his name) and exult before him. They shall be troubled before the face of him, |
|
6
|
6
|
| ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. | who is the father of the orphans, and judge of the widows: such is God in his holy place. |
|
7
|
7
|
| ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. | God settles the solitary in a house; leading forth prisoners mightily, also them that act provokingly, even them that dwell in tombs. |
|
8
|
8
|
| ὁ Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. (διάψαλμα). | O God, when thou wentest forth before thy people, when thou wentest through the wilderness; Pause: |
|
9
|
9
|
| γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ισραήλ. | the earth quaked, yea, the heavens dropped water at the presence of the God of Sina, at the presence of the God of Israel. |
|
10
|
10
|
| βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν. | O God, thou wilt grant to thine inheritance a gracious rain; for it was weary, but thou didst refresh it. |
|
11
|
11
|
| τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός. | Thy creatures dwell in it: thou hast in thy goodness prepared for the poor. |
|
12
|
12
|
| Κύριος δώσει ρῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, | The Lord God will give a word to them that preach it in a great company. |
|
13
|
13
|
| ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. | The king of the forces of the beloved, of the beloved, will even grant them for the beauty of the house to divide the spoils. |
|
14
|
14
|
| ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. | Even if ye should lie among the lots, ye shall have the wings of a dove covered with silver, and her breast with yellow gold. |
|
15
|
15
|
| ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς, χιονωθήσονται ἐν Σελμών. | When the heavenly One scatters kings upon it, they shall be made snow-white in Selmon. |
|
16
|
16
|
| ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. | The mountain of God is a rich mountain; a swelling mountain, a rich mountain. |
|
17
|
17
|
| ἱνατί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. | Wherefore do ye conceive evil, ye swelling mountains? this is the mountain which God has delighted to dwell in; yea, the Lord will dwell in it for ever. |
|
18
|
18
|
| τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινᾷ ἦν, ἐν τῷ ἁγίῳ. | The chariots of God are ten thousand fold, thousands of rejoicing ones: the Lord is among them, in Sina, in the holy place. |
|
19
|
19
|
| ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις, καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι. | Thou art gone up on high, thou hast led captivity captive, thou hast received gifts for man, yea, for they were rebellious, that thou mightest dwell among them. |
|
20
|
20
|
| Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν. (διάψαλμα). | Blessed be the Lord God, blessed be the Lord daily; and the God of our salvation shall prosper us. Pause. |
|
21
|
21
|
| ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. | Our God is the God of salvation; and to the Lord belong the issues from death. |
|
22
|
22
|
| πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. | But God shall crush the heads of his enemies; the hairy crown of them that go on in their trespasses. |
|
23
|
23
|
| εἶπε Κύριος· ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. | The Lord said, I will bring again from Basan, I will bring my people again through the depths of the sea. |
|
24
|
24
|
| ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿ αὐτοῦ. | That thy foot may be dipped in blood, and the tongue of thy dogs be stained with that of thine enemies. |
|
25
|
25
|
| ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. | Thy goings, O God, have been seen; the goings of my God, the king, in the sanctuary. |
|
26
|
26
|
| προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. | The princes went first, next before the players on instruments, in the midst of damsels playing on timbrels. |
|
27
|
27
|
| ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν ᾿Ισραήλ. | Praise God in the congregations, the Lord from the fountains of Israel. |
|
28
|
28
|
| ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες ᾿Ιούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ. | There is Benjamin the younger one in ecstasy, the princes of Juda their rulers, the princes of Zabulon, the princes of Nephthali. |
|
29
|
29
|
| ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου, δυνάμωσον, ὁ Θεός, τοῦτο, ὃ κατειργάσω ἐν ἡμῖν. | O God, command thou thy strength: strengthen, O God, this which thou hast wrought in us. |
|
30
|
30
|
| ἀπὸ τοῦ ναοῦ σου ἐπὶ ῾Ιερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα. | Because of thy temple at Jerusalem shall kings bring presents to thee. |
|
31
|
31
|
| ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. | Rebuke the wild beasts of the reed: let the crowd of bulls with the heifers of the nations be rebuked, so that they who have been proved with silver may not be shut out: scatter thou the nations that wish for wars. |
|
32
|
32
|
| ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. | Ambassadors shall arrive out of Egypt; Ethiopia shall hasten to stretch out her hand readily to God. |
|
33
|
33
|
| αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. (διάψαλμα). | Sing to God, ye kingdoms of the earth; sing psalms to the Lord. Pause. |
|
34
|
34
|
| ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. | Sing to God that rides on the heaven of heaven, eastward: lo, he will utter a mighty sound with his voice. |
|
35
|
35
|
| δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν ᾿Ισραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. | Give ye glory to God: his excellency is over Israel, and his power is in the clouds. |
|
36
|
36
|
| θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς ᾿Ισραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. εὐλογητὸς ὁ Θεός. | God is wonderful in his holy places, the God of Israel: he will give power and strength to his people: blessed be God. |
|
Κεφάλαιο 68
|
Psalm 68
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυΐδ. | For the end, a Psalm of David, for alternate strains. |
|
2
|
2
|
| ΣΩΣΟΝ με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. | Save me, O God; for the waters have come in to my soul. |
|
3
|
3
|
| ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με. | I am stuck fast in deep mire, and there is no standing: I am come in to the depths of the sea, and a storm has overwhelmed me. |
|
4
|
4
|
| ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου. | I am weary of crying, my throat has become hoarse; mine eyes have failed by my waiting on my God. |
|
5
|
5
|
| ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον. | They that hate me without a cause are more than the hairs of my head: my enemies that persecute me unrighteously are strengthened: then I restored that which I took not away. |
|
6
|
6
|
| ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. | O God, thou knowest my foolishness; and my transgressions are not hidden from thee. |
|
7
|
7
|
| μὴ αἰσχυνθείησαν ἐπ᾿ ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ᾿ ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ ᾿Ισραήλ, | Let not them that wait on thee, O Lord of hosts, be ashamed on my account: let not them that seek thee, be ashamed on my account, O God of Israel. |
|
8
|
8
|
| ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. | For I have suffered reproach for thy sake; shame has covered my face. |
|
9
|
9
|
| ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου, | I became strange to my brethren, and a stranger to my mother's children. |
|
10
|
10
|
| ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. | For the zeal of thine house has eaten me up; and the reproaches of them that reproached thee are fallen upon me. |
|
11
|
11
|
| καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· | And I bowed down my soul with fasting, and that was made my reproach. |
|
12
|
12
|
| καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. | And I put on sackcloth for my covering; and I became a proverb to them. |
|
13
|
13
|
| κατ᾿ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον. | They that sit in the gate talked against me, and they that drank wine sang against me. |
|
14
|
14
|
| ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε· καιρὸς εὐδοκίας, ὁ Θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. | But I will cry to thee, O Lord, in my prayer; O God, it is a propitious time: in the multitude of thy mercy hear me, in the truth of thy salvation. |
|
15
|
15
|
| σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. | Save me from the mire, that I stick not in it: let me be delivered from them that hate me, and from the deep waters. |
|
16
|
16
|
| μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ᾿ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. | Let not the waterflood drown me, nor let the deep swallow me up; neither let the well shut its mouth upon me. |
|
17
|
17
|
| εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾿ ἐμέ. | Hear me, O Lord; for thy mercy is good: according to the multitude of thy compassions look upon me. |
|
18
|
18
|
| μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. | And turn not away thy face from thy servant; for I am afflicted: hear me speedily. |
|
19
|
19
|
| πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ρῦσαί με. | Draw nigh to my soul and redeem it: deliver me because of mine enemies. |
|
20
|
20
|
| σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με. | For thou knowest my reproach, and my shame, and my confusion; all that afflict me are before thee. |
|
21
|
21
|
| ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. | My soul has waited for reproach and misery; and I waited for one to grieve with me, but there was none; and for one to comfort me, but I found none. |
|
22
|
22
|
| καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. | They gave me also gall for my food, and made me drink vinegar for my thirst. |
|
23
|
23
|
| γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. | Let their table before them be for a snare, and for a recompence, and for a stumbling-block. |
|
24
|
24
|
| σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. | Let their eyes be darkened that they should not see; and bow down their back continually. |
|
25
|
25
|
| ἔκχεον ἐπ᾿ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. | Pour out thy wrath upon them, and let the fury of thine anger take hold on them. |
|
26
|
26
|
| γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· | Let their habitation be made desolate; and let there be no inhabitant in their tents: |
|
27
|
27
|
| ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. | because they persecuted him whom thou hast smitten; and they have added to the grief of my wounds. |
|
28
|
28
|
| πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· | Add iniquity to their iniquity; and let them not come into thy righteousness. |
|
29
|
29
|
| ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. | Let them be blotted out of the book of the living, and let them not be written with the righteous. |
|
30
|
30
|
| πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου. | I am poor and sorrowful; but the salvation of thy countenance has helped me. |
|
31
|
31
|
| αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ᾿ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, | I will praise the name of my God with a song, I will magnify him with praise; |
|
32
|
32
|
| καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. | and this shall please God more than a young calf having horns and hoofs. |
|
33
|
33
|
| ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, | Let the poor see and rejoice; seek the Lord diligently, and ye shall live. |
|
34
|
34
|
| ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. | For the Lord hears the poor, and does not set at nought his fettered ones. |
|
35
|
35
|
| αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ. | Let the heavens and the earth praise him, the sea, and all things moving in them. |
|
36
|
36
|
| ὅτι ὁ Θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς ᾿Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· | For God will save Sion, and the cities of Judea shall be built; and men shall dwell there, and inherit it. |
|
37
|
37
|
| καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ. | And the seed of his servants shall possess it, and they that love his name shall dwell therein. |
|
Κεφάλαιο 69
|
Psalm 69
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· τῷ Δαυΐδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον. | For the end, by David for a remembrance, that the Lord may save me. |
|
2
|
2
|
| Ο ΘΕΟΣ, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. | Draw nigh, O God, to my help. |
|
3
|
3
|
| αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά· | Let them be ashamed and confounded that seek my soul: let them be turned backward and put to shame, that wish me evil. |
|
4
|
4
|
| ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε. | Let them that say to me, Aha, aha, be turned back and put to shame immediately. |
|
5
|
5
|
| ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. | Let all that seek thee exult and be glad in thee: and let those that love thy salvation say continually, Let God be magnified. |
|
6
|
6
|
| ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. βοηθός μου καὶ ρύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς. | But I am poor and needy; O God, help me: thou art my helper and deliverer, O Lord, delay not. |
|
Κεφάλαιο 70
|
Psalm 70
|
|
1
|
1
|
| Τῷ Δαυΐδ· υἱῶν ᾿Ιωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. ΕΠΙ ΣΟΙ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. | By David, a Psalm sung by the sons of Jonadab, and the first that were taken captive. O Lord, I have hoped in thee: let me never be put to shame. |
|
2
|
2
|
| ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με. | In thy righteousness deliver me and rescue me: incline thine ear to me, and save me. |
|
3
|
3
|
| γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. | Be to me a protecting God, and a strong hold to save me: for thou art my fortress and my refuge. |
|
4
|
4
|
| ὁ Θεός μου, ρῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· | Deliver me, O my God, from the hand of the sinner, from the hand of the transgressor and unjust man. |
|
5
|
5
|
| ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε· Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου, | For thou art my support, O Lord; O Lord, thou art my hope from my youth. |
|
6
|
6
|
| ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. | On thee have I been stayed from the womb: from the belly of my mother thou art my protector: of thee is my praise continually. |
|
7
|
7
|
| ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός. | I am become as it were a wonder to many; but thou art my strong helper. |
|
8
|
8
|
| πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. | Let my mouth be filled with praise, that I may hymn thy glory, and thy majesty all the day. |
|
9
|
9
|
| μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. | Cast me not off at the time of old age; forsake me not when my strength fails. |
|
10
|
10
|
| ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό | For mine enemies have spoken against me; and they that lay wait for my soul have taken counsel together, |
|
11
|
11
|
| λέγοντες· ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ρυόμενος. | saying, God has forsaken him: persecute ye and take him; for there is none to deliver him. |
|
12
|
12
|
| ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ᾿ ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. | O God, go not far from me, O my God, draw nigh to my help. |
|
13
|
13
|
| αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι. | Let those that plot against my soul be ashamed and utterly fail: let those that seek my hurt be clothed with shame and dishonour. |
|
14
|
14
|
| ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σὲ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. | But I will hope continually, and will praise thee more and more. |
|
15
|
15
|
| τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας. | My mouth shall declare thy righteousness openly, and thy salvation all the day; for I am not acquainted with the affairs of men. |
|
16
|
16
|
| εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σοῦ μόνου. | I will go on in the might of the Lord: O Lord, I will make mention of thy righteousness only. |
|
17
|
17
|
| ὁ Θεός, ἃ ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. | O God, thou hast taught me from my youth, and until now will I declare thy wonders; |
|
18
|
18
|
| καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐπερχομένῃ, | even until I am old and advanced in years. O God, forsake me not; until I shall have declared thine arm to all the generation that is to come: |
|
19
|
19
|
| τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. ὁ Θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ Θεός, τίς ὅμοιός σοι; | even thy power and thy righteousness, O God, up to the highest heavens, even the mighty works which thou hast done: O God, who is like to thee? |
|
20
|
20
|
| ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. | What afflictions many and sore hast thou shewed me! yet thou didst turn and quicken me, and broughtest me again from the depths of the earth. |
|
21
|
21
|
| ἐπλεόνασας ἐπ᾿ ἐμὲ τὴν μεγαλωσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. | Thou didst multiply thy righteousness, and didst turn and comfort me, and broughtest me again out of the depths of the earth. |
|
22
|
22
|
| καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ ᾿Ισραήλ. | I will also therefore give thanks to thee, O God, because of thy truth, on an instrument of psalmody: I will sing psalms to thee on the harp, O Holy One of Israel. |
|
23
|
23
|
| ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. | My lips shall rejoice when I sing to thee; and my soul, which thou hast redeemed. |
|
24
|
24
|
| ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. | Moreover also my tongue shall dwell all the day upon thy righteousness; when they shall be ashamed and confounded that seek my hurt. |
|
Κεφάλαιο 71
|
Psalm 71
|
|
1
|
1
|
| Εἰς Σαλωμών. Ο ΘΕΟΣ, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως | For Solomon. O God, give thy judgment to the king, and thy righteousness to the king's son; |
|
2
|
2
|
| κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. | that he may judge thy people with righteousness, and thy poor with judgment. |
|
3
|
3
|
| ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ δικαιοσύνην. | Let the mountains and the hills raise peace to thy people: |
|
4
|
4
|
| κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην | he shall judge the poor of the people in righteousness, and save the children of the needy; and shall bring low the false accuser. |
|
5
|
5
|
| καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. | And he shall continue as long as the sun, and before the moon for ever. |
|
6
|
6
|
| καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. | He shall come down as rain upon a fleece; and as drops falling upon the earth. |
|
7
|
7
|
| ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. | In his days shall righteousness spring up; and abundance of peace till the moon be removed. |
|
8
|
8
|
| καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. | And he shall have dominion from sea to sea, and from the river to the ends of the earth. |
|
9
|
9
|
| ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. | The Ethiopians shall fall down before him; and his enemies shall lick the dust. |
|
10
|
10
|
| βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς ᾿Αράβων καὶ Σαβᾶ δῶρα προσάξουσι. | The kings of Tharsis, and the isles, shall bring presents: the kings of the Arabians and Saba shall offer gifts. |
|
11
|
11
|
| καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. | And all kings shall worship him; all the Gentiles shall serve him. |
|
12
|
12
|
| ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός. | For he has delivered the poor from the oppressor; and the needy who had no helper. |
|
13
|
13
|
| φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει. | He shall spare the poor and needy, and shall deliver the souls of the needy. |
|
14
|
14
|
| ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν. | He shall redeem their souls from usury and injustice: and their name shall be precious before him. |
|
15
|
15
|
| καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ᾿Αραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. | And he shall live, and there shall be given him of the gold of Arabia: and men shall pray for him continually; and all the day shall they praise him. |
|
16
|
16
|
| ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾿ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. | There shall be an establishment on the earth on the tops of the mountains: the fruit thereof shall be exalted above Libanus, and they of the city shall flourish as grass of the earth. |
|
17
|
17
|
| ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. | Let his name be blessed for ever: his name shall endure longer than the sun: and all the tribes of the earth shall be blessed in him: all nations shall call him blessed. |
|
18
|
18
|
| εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ ᾿Ισραήλ, ὁ ποιῶν θαυμάσια μόνος, | Blessed is the Lord God of Israel, who alone does wonders. |
|
19
|
19
|
| καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο, γένοιτο. ᾿Εξέλιπον οἱ ὕμνοι Δαυΐδ τοῦ υἱοῦ ᾿Ιεσσαί. | And blessed is his glorious name for ever, even for ever and ever: and all the earth shall be filled with his glory. So be it, so be it. |
|
Κεφάλαιο 72
|
Psalm 72
|
|
1
|
1
|
| Ψαλμὸς τῷ ᾿Ασάφ. ΩΣ ΑΓΑΘΟΣ ὁ Θεὸς τῷ ᾿Ισραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ. | A Psalm for Asaph. How good is God to Israel, to the upright in heart! |
|
2
|
2
|
| ἐμοῦ δὲ παραμικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ᾿ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. | But my feet were almost overthrown; my goings very nearly slipped. |
|
3
|
3
|
| ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν, | For I was jealous of the transgressors, beholding the tranquillity of sinners. |
|
4
|
4
|
| ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· | For there is no sign of reluctance in their death: and they have firmness under their affliction. |
|
5
|
5
|
| ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. | They are not in the troubles of other men; and they shall not be scourged with other men. |
|
6
|
6
|
| διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. | Therefore pride has possessed them; they have clothed themselves with their injustice and ungodliness. |
|
7
|
7
|
| ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διῆλθον εἰς διάθεσιν καρδίας· | Their injustice shall go forth as out of fatness: they have fulfilled their intention. |
|
8
|
8
|
| διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· | They have taken counsel and spoken in wickedness: they have uttered unrighteousness loftily. |
|
9
|
9
|
| ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. | They have set their mouth against heaven, and their tongue has gone through upon the earth. |
|
10
|
10
|
| διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. | Therefore shall my people return hither: and full days shall be found with them. |
|
11
|
11
|
| καὶ εἶπαν· πῶς ἔγνω ὁ Θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ῾Υψίστῳ; | And they said, How does God know? and is there knowledge in the Most High? |
|
12
|
12
|
| ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες· εἰς τὸν αἰῶνα κατέσχον πλούτου. | Behold, these are the sinners, and they that prosper always: they have possessed wealth. |
|
13
|
13
|
| καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου· | And I said, Verily in vain have I justified my heart, and washed my hands in innocency. |
|
14
|
14
|
| καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας. | For I was plagued all the day, and my reproof was every morning. |
|
15
|
15
|
| εἰ ἔλεγον· διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα. | If I said, I will speak thus; behold, I should have broken covenant with the generation of thy children. |
|
16
|
16
|
| καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐνώπιόν μου, | And I undertook to understand this, but it is too hard for me, |
|
17
|
17
|
| ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. | until I go into the sanctuary of God; and so understand the latter end. |
|
18
|
18
|
| πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. | Surely thou hast appointed judgments to them because of their crafty dealings: thou hast cast them down when they were lifted up. |
|
19
|
19
|
| πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. | How have they become desolate! suddenly they have failed: they have perished because of their iniquity. |
|
20
|
20
|
| ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. | As the dream of one awakening, O Lord, in thy city thou wilt despise their image. |
|
21
|
21
|
| ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, | For my heart has rejoiced, and my reins have been gladdened. |
|
22
|
22
|
| κἀγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρά σοι. | But I was vile and knew not: I became brutish before thee. |
|
23
|
23
|
| κἀγὼ διαπαντὸς μετὰ σοῦ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου | Yet I am continually with thee: thou hast holden my right hand. |
|
24
|
24
|
| καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με. | Thou hast guided me by thy counsel, and thou hast taken me to thyself with glory. |
|
25
|
25
|
| τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; | For what have I in heaven but thee? and what have I desired upon the earth beside thee? |
|
26
|
26
|
| ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ Θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. | My heart and my flesh have failed: but God is the strength of my heart, and God is my portion for ever. |
|
27
|
27
|
| ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. | For, behold, they that remove themselves far from thee shall perish: thou hast destroyed every one that goes a whoring from thee. |
|
28
|
28
|
| ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. | But it is good for me to cleave close to God, to put my trust in the Lord; that I may proclaim all thy praises in the gates of the daughter of Sion. |
|
Κεφάλαιο 73
|
Psalm 73
|
|
1
|
1
|
| Συνέσεως τῷ ᾿Ασάφ. ΙΝΑΤΙ ἀπώσω, ὁ Θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; | A Psalm of instruction for Asaph. Wherefore hast thou rejected us, O God, for ever? wherefore is thy wrath kindled against the sheep of thy pasture? |
|
2
|
2
|
| μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς· ἐλυτρώσω ράβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. | Remember thy congregation which thou hast purchased from the beginning; thou didst ransom the rod of thine inheritance; this mount Sion wherein thou hast dwelt. |
|
3
|
3
|
| ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. | Lift up thine hands against their pride continually; because of all that the enemy has done wickedly in thy holy places. |
|
4
|
4
|
| καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν. | And they that hate thee have boasted in the midst of thy feast; they have set up their standards for signs, |
|
5
|
5
|
| ὡς εἰς τὴν ἔξοδον ὑπεράνω, | ignorantly as it were in the entrance above; |
|
6
|
6
|
| ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. | they cut down its doors at once with axes as in a wood of trees; they have broken it down with hatchet and stone cutter. |
|
7
|
7
|
| ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. | They have burnt thy sanctuary with fire to the ground; they have profaned the habitation of thy name. |
|
8
|
8
|
| εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. | They have said in their heart, even all their kindred together, Come, let us abolish the feasts of the Lord from the earth. |
|
9
|
9
|
| τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. | We have not seen our signs; there is no longer a prophet; and God will not know us any more. |
|
10
|
10
|
| ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; | How long, O God, shall the enemy reproach? shall the enemy provoke thy name for ever? |
|
11
|
11
|
| ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; | Wherefore turnest thou away thine hand, and thy right hand from the midst of thy bosom for ever? |
|
12
|
12
|
| ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. | But God is our King of old; he has wrought salvation in the midst of the earth. |
|
13
|
13
|
| σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. | Thou didst establish the sea, in thy might, thou didst break to pieces the heads of the dragons in the water. |
|
14
|
14
|
| σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. | Thou didst break to pieces the heads of the dragon; thou didst give him for meat to the Ethiopian nations. |
|
15
|
15
|
| σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ᾿Ηθάμ. | Thou didst cleave fountains and torrents; thou driedst up mighty rivers. |
|
16
|
16
|
| σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. | The day is thine, and the night is thine; thou hast prepared the sun and the moon. |
|
17
|
17
|
| σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. | Thou hast made all the borders of the earth; thou hast made summer and spring. |
|
18
|
18
|
| μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. | Remember this thy creation: an enemy has reproached the Lord, and a foolish people has provoked thy name. |
|
19
|
19
|
| μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. | Deliver not to the wild beasts a soul that gives praise to thee: forget not for ever the souls of thy poor. |
|
20
|
20
|
| ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. | Look upon thy covenant: for the dark places of the earth are filled with the habitations of iniquity. |
|
21
|
21
|
| μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. | Let not the afflicted and shamed one be rejected: the poor and needy shall praise thy name. |
|
22
|
22
|
| ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. | Arise, O God, plead thy cause: remember thy reproaches that come from the foolish one all the day. |
|
23
|
23
|
| μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός. | Forget not the voice of thy suppliants: let the pride of them that hate thee continually ascend before thee. |
|
Κεφάλαιο 74
|
Psalm 74
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς ᾠδῆς τῷ ᾿Ασάφ. | For the end, Destroy not, a Psalm of a Song for Asaph. |
|
2
|
2
|
| ΕΞΟΜΟΛΟΓΗΣΟΜΕΘΑ σοι, ὁ Θεός, ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. | We will give thanks to thee, O God, we will give thanks, and call upon thy name: I will declare all thy wonderful works. |
|
3
|
3
|
| διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. | When I shall take a set time, I will judge righteously. |
|
4
|
4
|
| ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. (διάψαλμα). | The earth is dissolved, and all that dwell in it: I have strengthened its pillars. Pause. |
|
5
|
5
|
| εἶπα τοῖς παρανομοῦσι· μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· μὴ ὑψοῦτε κέρας, | I said unto the transgressors, Do not transgress; and to the sinners, Lift not up the horn. |
|
6
|
6
|
| μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. | Lift not up your horn on high; speak not unrighteousness against God. |
|
7
|
7
|
| ὅτι οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων, | For good comes neither from the east, nor from the west, nor from the desert mountains. |
|
8
|
8
|
| ὅτι ὁ Θεὸς κριτής ἐστι, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. | For God is the judge; he puts down one, and raises up another. |
|
9
|
9
|
| ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς· | For there is a cup in the hand of the Lord, full of unmingled wine; and he has turned it from side to side, but its dregs have not been wholly poured out; all the sinners of the earth shall drink them. |
|
10
|
10
|
| ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ ᾿Ιακώβ· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. | But I will exult for ever: I will sing praises to the God of Jacob. |
|
Κεφάλαιο 75
|
Psalm 75
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ ᾿Ασάφ, ᾠδὴ πρὸς τὸν ᾿Ασσύριον. | For the end, among the Hymns, a Psalm for Asaph; a Song for the Assyrian. |
|
2
|
2
|
| ΓΝΩΣΤΟΣ ἐν τῇ ᾿Ιουδαίᾳ ὁ Θεός, ἐν τῷ ᾿Ισραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. | God is known in Judea; his name is great in Israel. |
|
3
|
3
|
| καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών· | And his place has been in peace, and his dwelling-place in Sion. |
|
4
|
4
|
| ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ρομφαίαν καὶ πόλεμον. (διάψαλμα). | There he broke the power of the bows, the shield, and the sword, and the battle. Pause. |
|
5
|
5
|
| φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων· | Thou dost wonderfully shine forth from the everlasting mountains. |
|
6
|
6
|
| ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. | All the simple ones in heart were troubled; all the men of wealth have slept their sleep, and have found nothing in their hands. |
|
7
|
7
|
| ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς ᾿Ιακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. | At thy rebuke, O God of Jacob, the riders on horses slumbered. |
|
8
|
8
|
| σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. | Thou art terrible; and who shall withstand thee, because of thine anger? |
|
9
|
9
|
| ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν | Thou didst cause judgment to be heard from heaven; the earth feared, and was still, |
|
10
|
10
|
| ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. (διάψαλμα). | when God arose to judgment, to save all the meek in heart. Pause. |
|
11
|
11
|
| ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. | For the inward thought of man shall give thanks to thee: and the memorial of his inward thought shall keep a feast to thee. |
|
12
|
12
|
| εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα | Vow, and pay your vows to the Lord our God; all that are round about him shall bring gifts, even to him that is terrible, |
|
13
|
13
|
| τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. | and that takes away the spirits of princes; to him that is terrible among the kings of the earth. |
|
Κεφάλαιο 76
|
Psalm 76
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ ᾿Ιδιθούν· ψαλμὸς τῷ ᾿Ασάφ. | For the end, for Idithun, a Psalm of Asaph. |
|
2
|
2
|
| ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. | I cried to the Lord with my voice, yea, my voice was addressed to God; and he gave heed to me. |
|
3
|
3
|
| ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. | In the day of mine affliction I earnestly sought the Lord; even with my hands by night before him, and I was not deceived; my soul refused to be comforted. |
|
4
|
4
|
| ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. (διάψαλμα). | I remembered God, and rejoiced; I poured out my complaint, and my soul fainted. Pause. |
|
5
|
5
|
| προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. | All mine enemies set a watch against me: I was troubled, and spoke not. |
|
6
|
6
|
| διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· | I considered the days of old, and remembered ancient years. |
|
7
|
7
|
| νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου. | And I meditated; I communed with my heart by night, and diligently searched my spirit, saying, |
|
8
|
8
|
| μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; | Will the Lord cast off for ever? and will he be well pleased no more? |
|
9
|
9
|
| ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; συνετέλεσε ρῆμα ἀπὸ γενεᾶς εἰς γενεάν; | Will he cut off his mercy for ever, even for ever and ever? |
|
10
|
10
|
| μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; (διάψαλμα). | Will God forget to pity? or will he shut up his compassions in his wrath? Pause. |
|
11
|
11
|
| καὶ εἶπα· νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ῾Υψίστου. | And I said, Now I have begun; this is the change of the right hand of the Most High. |
|
12
|
12
|
| ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου | I remembered the works of the Lord; for I will remember thy wonders from the beginning. |
|
13
|
13
|
| καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. | And I will meditate on all thy works, and will consider thy doings. |
|
14
|
14
|
| ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; | O God, thy way is in the sanctuary; who is a great God as our God? |
|
15
|
15
|
| σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· | Thou art the God that doest wonders; thou hast made known thy power among the nations. |
|
16
|
16
|
| ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς ᾿Ιακὼβ καὶ ᾿Ιωσήφ. (διάψαλμα). | Thou hast with thine arm redeemed thy people, the sons of Jacob and Joseph. Pause. |
|
17
|
17
|
| εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, | The waters saw thee, O God, the waters saw thee, and feared; and the depths were troubled. |
|
18
|
18
|
| πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· | There was an abundant sound of waters: the clouds uttered a voice; for thine arrows went abroad. |
|
19
|
19
|
| φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. | The voice of thy thunder was abroad, and around thy lightnings appeared to the world; the earth trembled and quaked. |
|
20
|
20
|
| ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. | Thy way is in the sea, and thy paths in many waters, and thy footsteps cannot be known. |
|
21
|
21
|
| ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ ᾿Ααρών. | Thou didst guide thy people as sheep by the hand of Moses and Aaron. |
|
Κεφάλαιο 77
|
Psalm 77
|
|
1
|
1
|
| Συνέσεως τῷ ᾿Ασάφ. ΠΡΟΣΕΧΕΤΕ, λαός μου, τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· | A Psalm of instruction for Asaph. Give heed, O my people, to my law: incline your ear to the words of my mouth. |
|
2
|
2
|
| ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς. | I will open my mouth in parables: I will utter dark sayings which have been from the beginning. |
|
3
|
3
|
| ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, | All which we have heard and known, and our fathers have declared to us. |
|
4
|
4
|
| οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε. | They were not hid from their children to a second generation; the fathers declaring the praises of the Lord, and his mighty acts, and his wonders which he wrought. |
|
5
|
5
|
| καὶ ἀνέστησε μαρτύριον ἐν ᾿Ιακὼβ καὶ νόμον ἔθετο ἐν ᾿Ισραήλ, ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, | And he raised up a testimony in Jacob, and appointed a law in Israel, which he commanded our fathers, to make it known to their children: |
|
6
|
6
|
| ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· | that another generation might know, even the sons which should be born; and they should arise and declare them to their children. |
|
7
|
7
|
| ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν· | That they might set their hope on God, and not forget the works of God, but diligently seek his commandments. |
|
8
|
8
|
| ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεά, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. | That they should not be as their fathers, a perverse and provoking generation; a generation which set not its heart aright, and its spirit was not steadfast with God. |
|
9
|
9
|
| υἱοὶ ᾿Εφραὶμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. | The children of Ephraim, bending and shooting with the bow, turned back in the day of battle. |
|
10
|
10
|
| οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαι. | They kept not the covenant of God, and would not walk in his law. |
|
11
|
11
|
| καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς, | And they forgot his benefits, and his miracles which he had shewed them; |
|
12
|
12
|
| ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως. | the miracles which he wrought before their fathers, in the land of Egypt, in the plain of Tanes. |
|
13
|
13
|
| διέρρηξε θάλασσαν καὶ διήγαγεν αὐτούς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκὸν | He clave the sea, and led them through: he made the waters to stand as in a bottle. |
|
14
|
14
|
| καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. | And he guided them with a cloud by day, and all the night with a light of fire. |
|
15
|
15
|
| διέρρηξε πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ | He clave a rock in the wilderness, and made them drink as in a great deep. |
|
16
|
16
|
| καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. | And he brought water out of the rock, and caused waters to flow down as rivers. |
|
17
|
17
|
| καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, παρεπίκραναν τὸν ῞Υψιστον ἐν ἀνύδρῳ | And they sinned yet more against him; they provoked the Most High in the wilderness. |
|
18
|
18
|
| καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν | And they tempted God in their hearts, in asking meat for the desire of their souls. |
|
19
|
19
|
| καὶ κατελάλησαν τοῦ Θεοῦ καὶ εἶπαν· μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; | They spoke also against God, and said, Will God be able to prepare a table in the wilderness? |
|
20
|
20
|
| ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; | Forasmuch as he smote the rock, and the waters flowed, and the torrents ran abundantly; will he be able also to give bread, or prepare a table for his people? |
|
21
|
21
|
| διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν ᾿Ιακώβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν ᾿Ισραήλ, | Therefore the Lord heard, and was provoked: and fire was kindled in Jacob, and wrath went up against Israel. |
|
22
|
22
|
| ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. | Because they believed not in God, and trusted not in his salvation. |
|
23
|
23
|
| καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανοῦ ἀνέῳξε | Yet he commanded the clouds from above, and opened the doors of heaven, |
|
24
|
24
|
| καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· | and rained upon them manna to eat, and gave them the bread of heaven. |
|
25
|
25
|
| ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. | Man ate angels' bread; he sent them provision to the full. |
|
26
|
26
|
| ἀπῇρε Νότον ἐξ οὐρανοῦ καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα | He removed the south wind from heaven; and by his might he brought in the south-west wind. |
|
27
|
27
|
| καὶ ἔβρεξεν ἐπ᾿ αὐτοὺς ὡσεὶ χοῦν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά, | And he rained upon them flesh like dust, and feathered birds like the sand of the seas. |
|
28
|
28
|
| καὶ ἐπέπεσον ἐν μέσῳ παρεμβολῆς αὐτῶν κύκλῳ τῶν σκηνωμάτων αὐτῶν, | And they fell into the midst of their camp, round about their tents. |
|
29
|
29
|
| καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, | So they ate, and were completely filled; and he gave them their desire. |
|
30
|
30
|
| οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, | They were not disappointed of their desire: but when their food was yet in their mouth, |
|
31
|
31
|
| καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ᾿ αὐτούς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ ᾿Ισραὴλ συνεπόδισεν. | then the indignation of God rose up against them, and slew the fattest of them, and overthrew the choice men of Israel. |
|
32
|
32
|
| ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ, | In the midst of all this they sinned yet more, and believed not his miracles. |
|
33
|
33
|
| καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. | And their days were consumed in vanity, and their years with anxiety. |
|
34
|
34
|
| ὅταν ἀπέκτειναν αὐτούς, τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν | When he slew them, they sought him: and they returned and called betimes upon God. |
|
35
|
35
|
| καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι καὶ ὁ Θεὸς ὁ ῞Υψιστος λυτρωτὴς αὐτῶν ἐστι. | And they remembered that God was their helper, and the most high God was their redeemer. |
|
36
|
36
|
| καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ, | Yet they loved him only with their mouth, and lied to him with their tongue. |
|
37
|
37
|
| ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾿ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. | For their heart was not right with him, neither were they steadfast in his covenant. |
|
38
|
38
|
| αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσκεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαφθερεῖ καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. | But he is compassionate, and will forgive their sins, and will not destroy them: yea, he will frequently turn away his wrath, and will not kindle all his anger. |
|
39
|
39
|
| καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. | And he remembered that they are flesh; a wind that passes away, and returns not. |
|
40
|
40
|
| ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ; | How often did they provoke him in the wilderness, and anger him in a dry land! |
|
41
|
41
|
| καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν καὶ τὸν ἅγιον τοῦ ᾿Ισραὴλ παρώξυναν. | Yea, they turned back, and tempted God, and provoked the Holy One of Israel. |
|
42
|
42
|
| καὶ οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας, ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος, | They remembered not his hand, the day in which he delivered them from the hand of the oppressor. |
|
43
|
43
|
| ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. | How he had wrought his signs in Egypt, and his wonders in the field of Tanes: |
|
44
|
44
|
| καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν· | and had changed their rivers into blood; and their streams, that they should not drink. |
|
45
|
45
|
| ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτούς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς· | He sent against them the dog-fly, and it devoured them; and the frog, and it spoiled them. |
|
46
|
46
|
| καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι· | And he gave their fruit to the canker worm, and their labours to the locust. |
|
47
|
47
|
| ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ· | He killed their vines with hail, and their sycamores with frost. |
|
48
|
48
|
| καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί· | And he gave up their cattle to hail, and their substance to the fire. |
|
49
|
49
|
| ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν. | He sent out against them the fury of his anger, wrath, and indignation, and affliction, a message by evil angels. |
|
50
|
50
|
| ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ καὶ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε | He made a way for his wrath; he spared not their souls from death, but consigned their cattle to death; |
|
51
|
51
|
| καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ, | and smote every first-born in the land of Egypt; the first-fruits of their labours in the tents of Cham. |
|
52
|
52
|
| καὶ ἀπῇρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ | And he removed his people like sheep; he led them as a flock in the wilderness. |
|
53
|
53
|
| καὶ ὡδήγησεν αὐτοὺς ἐπ᾿ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα. | And he guided them with hope, and they feared not: but the sea covered their enemies. |
|
54
|
54
|
| καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ, | And he brought them in to the mountain of his sanctuary, this mountain which his right hand had purchased. |
|
55
|
55
|
| καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ ᾿Ισραήλ. | And he cast out the nations from before them, and made them to inherit by a line of inheritance, and made the tribes of Israel to dwell in their tents. |
|
56
|
56
|
| καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ῞Υψιστον καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο | Yet they tempted and provoked the most high God, and kept not his testimonies. |
|
57
|
57
|
| καὶ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν, μετεστράφησαν εἰς τόξον στρεβλὸν | And they turned back, and broke covenant, even as also their fathers: they became like a crooked bow. |
|
58
|
58
|
| καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. | And they provoked him with their high places, and moved him to jealousy with their graven images. |
|
59
|
59
|
| ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε καὶ ἐξουδένωσε σφόδρα τὸν ᾿Ισραήλ. | God heard and lightly regarded them, and greatly despised Israel. |
|
60
|
60
|
| καὶ ἀπώσατο τὴν σκηνὴν Σιλώμ, σκήνωμα, ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις. | And he rejected the tabernacle of Selom, his tent where he dwelt among men. |
|
61
|
61
|
| καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθρῶν | And he gave their strength into captivity, and their beauty into the enemy's hand. |
|
62
|
62
|
| καὶ συνέκλεισεν ἐν ρομφαίᾳ τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδε. | And he gave his people to the sword; and disdained his inheritance. |
|
63
|
63
|
| τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν· | Fire devoured their young men; and their virgins mourned not. |
|
64
|
64
|
| οἱ ἱερεῖς αὐτῶν ἐν ρομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται. | Their priests fell by the sword; and their widows shall not be wept for. |
|
65
|
65
|
| καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου, | So the Lord awaked as one out of sleep, and as a mighty man who has been heated with wine. |
|
66
|
66
|
| καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. | And he smote his enemies in the hinder parts: he brought on them a perpetual reproach. |
|
67
|
67
|
| καὶ ἀπώσατο τὸ σκήνωμα ᾿Ιωσὴφ καὶ τὴν φυλὴν ᾿Εφραὶμ οὐκ ἐξελέξατο· | And he rejected the tabernacle of Joseph, and chose not the tribe of Ephraim; |
|
68
|
68
|
| καὶ ἐξελέξατο τὴν φυλὴν ᾿Ιούδα, τὸ ὄρος τὸ Σιών, ὃ ἠγάπησε, | but chose the tribe of Juda, the mount Sion which he loved. |
|
69
|
69
|
| καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. | And he built his sanctuary as the place of unicorns; he founded it for ever on the earth. |
|
70
|
70
|
| καὶ ἐξελέξατο Δαυΐδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, | He chose David also his servant, and took him up from the flocks of sheep. |
|
71
|
71
|
| ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν ποιμαίνειν ᾿Ιακὼβ τὸν δοῦλον αὐτοῦ καὶ ᾿Ισραὴλ τὴν κληρονομίαν αὐτοῦ | He took him from following the ewes great with young, to be the shepherd of Jacob his servant, and Israel his inheritance. |
|
72
|
72
|
| καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. | So he tended them in the innocency of his heart; and guided them by the skilfulness of his hands. |
|
Κεφάλαιο 78
|
Psalm 78
|
|
1
|
1
|
| Ψαλμὸς τῷ ᾿Ασάφ. Ο ΘΕΟΣ, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο ῾Ιερουσαλὴμ ὡς ὀπωροφυλάκιον. | A Psalm for Asaph. O God, the heathen are come into thine inheritance; they have polluted thy holy temple; they have made Jerusalem a storehouse of fruits. |
|
2
|
2
|
| ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς· | They have given the dead bodies of thy servants to be food for the birds of the sky, the flesh of thy holy ones for the wild beasts of the earth. |
|
3
|
3
|
| ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ ῾Ιερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων. | They have shed their blood as water, round about Jerusalem; and there was none to bury them. |
|
4
|
4
|
| ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. | We are become a reproach to our neighbours, a scorn and derision to them that are round about us. |
|
5
|
5
|
| ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; | How long, O Lord? wilt thou be angry for ever? shall thy jealousy burn like fire? |
|
6
|
6
|
| ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, | Pour out thy wrath upon the heathen that have not known thee, and upon the kingdoms which have not called upon thy name. |
|
7
|
7
|
| ὅτι κατέφαγον τὸν ᾿Ιακώβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. | For they have devoured Jacob, and laid his place waste. |
|
8
|
8
|
| μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. | Remember not our old transgressions; let thy tender mercies speedily prevent us; for we are greatly impoverished. |
|
9
|
9
|
| βοήθησον ἡμῖν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν· ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ρῦσαι ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου, | Help us, O God our Saviour; for the glory of thy name, O Lord, deliver us; and be merciful to our sins, for thy name's sake. |
|
10
|
10
|
| μή ποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. | Lest haply they should say among the heathen, Where is their God? and let the avenging of thy servants' blood that has been shed be known among the heathen before our eyes. |
|
11
|
11
|
| εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων, κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. | Let the groaning of the prisoners come in before thee; according to the greatness of thine arm preserve the sons of the slain ones. |
|
12
|
12
|
| ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. | Repay to our neighbours sevenfold into their bosom their reproach, with which they have reproached thee, O Lord. |
|
13
|
13
|
| ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. | For we are thy people and the sheep of thy pasture; we will give thee thanks for ever; we will declare thy praise throughout all generations. |
|
Κεφάλαιο 79
|
Psalm 79
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· μαρτύριον τῷ ᾿Ασάφ, ψαλμὸς ὑπὲρ τοῦ ᾿Ασσυρίου. | For the end, for alternate strains, a testimony for Asaph, a Psalm concerning the Assyrian. |
|
2
|
2
|
| Ο ΠΟΙΜΑΙΝΩΝ τὸν ᾿Ισραήλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν ᾿Ιωσήφ. ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι. | Attend, O Shepherd of Israel, who guidest Joseph like a flock; thou who sittest upon the cherubs, manifest thyself; |
|
3
|
3
|
| ἐναντίον ᾿Εφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. | before Ephraim and Benjamin and Manasse, stir up thy power, and come to deliver us. |
|
4
|
4
|
| ὁ Θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα. | Turn us, O God, and cause thy face to shine; and we shall be delivered. |
|
5
|
5
|
| Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου; | O Lord God of hosts, how long art thou angry with the prayer of thy servant? |
|
6
|
6
|
| ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων; καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ; | Thou wilt feed us with bread of tears; and wilt cause us to drink tears by measure. |
|
7
|
7
|
| ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. | Thou hast made us a strife to our neighbours; and our enemies have mocked at us. |
|
8
|
8
|
| Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. (διάψαλμα). | Turn us, O Lord God of hosts, and cause thy face to shine; and we shall be saved. Pause. |
|
9
|
9
|
| ἄμπελον ἐξ Αἰγύπτου μετῇρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν· | Thou hast transplanted a vine out of Egypt: thou hast cast out the heathen, and planted it. |
|
10
|
10
|
| ὡδοποίησας ἔμπροσθεν αὐτῆς καὶ κατεφύτευσας τὰς ρίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν. | Thou madest a way before it, and didst cause its roots to strike, and the land was filled with it. |
|
11
|
11
|
| ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ· | Its shadow covered the mountains, and its shoots equalled the goodly cedars. |
|
12
|
12
|
| ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς. | It sent forth its branches to the sea, and its shoots to the river. |
|
13
|
13
|
| ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; | Wherefore hast thou broken down its hedge, while all that pass by the way pluck it? |
|
14
|
14
|
| ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. | The boar out of the wood has laid it waste, and the wild beast has devoured it. |
|
15
|
15
|
| ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην | O God of hosts, turn, we pray thee: look on us from heaven, and behold and visit this vine; |
|
16
|
16
|
| καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. | and restore that which thy right hand has planted: and look on the son of man whom thou didst strengthen for thyself. |
|
17
|
17
|
| ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. | It is burnt with fire and dug up: they shall perish at the rebuke of thy presence. |
|
18
|
18
|
| γενηθήτω ἡ χείρ σου ἐπ᾿ ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ· | Let thy hand be upon the man of thy right hand, and upon the son of man whom thou didst strengthen for thyself. |
|
19
|
19
|
| καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα. | So will we not depart from thee: thou shalt quicken us, and we will call upon thy name. |
|
20
|
20
|
| Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. | Turn us, O Lord God of hosts, and make thy face to shine; and we shall be saved. |
|
Κεφάλαιο 80
|
Psalm 80
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ ᾿Ασάφ. | For the end, a Psalm for Asaph, concerning the wine-presses. |
|
2
|
2
|
| ΑΓΑΛΛΙΑΣΘΕ τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ ᾿Ιακώβ· | Rejoice ye in God our helper; shout aloud to the God of Jacob. |
|
3
|
3
|
| λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας· | Take a psalm, and produce the timbrel, the pleasant psaltery with the harp. |
|
4
|
4
|
| σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν· | Blow the trumpet at the new moon, in the glorious day of your feast. |
|
5
|
5
|
| ὅτι πρόσταγμα τῷ ᾿Ισραήλ ἐστι καὶ κρῖμα τῷ Θεῷ ᾿Ιακώβ. | For this is an ordinance for Israel, and a statute of the God of Jacob. |
|
6
|
6
|
| μαρτύριον ἐν τῷ ᾿Ιωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν· | He made it to be a testimony in Joseph, when he came forth out of the land of Egypt: he heard a language which he understood not. |
|
7
|
7
|
| ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. | He removed his back from burdens: his hands slaved in making the baskets. |
|
8
|
8
|
| ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. (διάψαλμα). | Thou didst call upon me in trouble, and I delivered thee; I heard thee in the secret place of the storm: I proved thee at the water of Strife. Pause. |
|
9
|
9
|
| ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι, ᾿Ισραήλ, ἐὰν ἀκούσῃς μου, | Hear, my people, and I will speak to thee, O Israel; and I will testify to thee: if thou wilt hearken to me; |
|
10
|
10
|
| οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ· | there shall be no new god in thee; neither shalt thou worship a strange god. |
|
11
|
11
|
| ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. | For I am the Lord thy God, that brought thee out of the land of Egypt: open thy mouth wide, and I will fill it. |
|
12
|
12
|
| καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ ᾿Ισραὴλ οὐ προσέσχε μοι· | But my people hearkened not to my voice; and Israel gave no heed to me. |
|
13
|
13
|
| καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. | So I let them go after the ways of their own hearts: they will go on in their own ways. |
|
14
|
14
|
| εἰ ὁ λαός μου ἤκουσέ μου, ᾿Ισραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, | If my people had hearkened to me, if Israel had walked in my ways, |
|
15
|
15
|
| ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. | I should have put down their enemies very quickly, and should have laid my hand upon those that afflicted them. |
|
16
|
16
|
| οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. | The Lord's enemies should have lied to him: but their time shall be for ever. |
|
17
|
17
|
| καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. | And he fed them with the fat of wheat; and satisfied them with honey out of the rock. |
|
Κεφάλαιο 81
|
Psalm 81
|
|
1
|
1
|
| Ψαλμὸς τῷ ᾿Ασάφ. Ο ΘΕΟΣ ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. | A Psalm for Asaph. God stands in the assembly of gods; and in the midst of them will judge gods. |
|
2
|
2
|
| ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; (διάψαλμα). | How long will ye judge unrighteously, and accept the persons of sinners? Pause. |
|
3
|
3
|
| κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε· | Judge the orphan and poor: do justice to the low and needy. |
|
4
|
4
|
| ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ρύσασθε αὐτόν. | Rescue the needy, and deliver the poor out of the hand of the sinner. |
|
5
|
5
|
| οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. | They know not, nor understand; they walk on in darkness: all the foundations of the earth shall be shaken. |
|
6
|
6
|
| ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ῾Υψίστου πάντες· | I have said, Ye are gods; and all of you children of the Most High. |
|
7
|
7
|
| ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. | But ye die as men, and fall as one of the princes. |
|
8
|
8
|
| ἀνάστα, ὁ Θεός, κρίνων τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. | Arise, O God, judge the earth: for thou shalt inherit all nations. |
|
Κεφάλαιο 82
|
Psalm 82
|
|
1
|
1
|
| ᾿ῼδὴ ψαλμοῦ τῷ ᾿Ασάφ. | A Song of a Psalm for Asaph. |
|
2
|
2
|
| Ο ΘΕΟΣ, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός· | O God, who shall be compared to thee? be not silent, neither be still, O God. |
|
3
|
3
|
| ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν, | For behold, thine enemies have made a noise; and they that hate thee have lifted up the head. |
|
4
|
4
|
| ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· | Against thy people they have craftily imagined a device, and have taken counsel against thy saints. |
|
5
|
5
|
| εἶπαν· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα ᾿Ισραὴλ ἔτι. | They have said, Come, and let us utterly destroy them out of the nation; and let the name of Israel be remembered no more at all. |
|
6
|
6
|
| ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο | For they have taken counsel together with one consent: they have made a confederacy against thee; |
|
7
|
7
|
| τὰ σκηνώματα τῶν ᾿Ιδουμαίων καὶ οἱ ᾿Ισμαηλῖται, Μωὰβ καὶ οἱ ᾿Αγαρηνοί, | even the tents of the Idumeans, and the Ismaelites; Moab, and the Agarenes; |
|
8
|
8
|
| Γεβὰλ καὶ ᾿Αμμὼν καὶ ᾿Αμαλὴκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. | Gebal, and Ammon, and Amalec; the Philistines also, with them that dwell at Tyre. |
|
9
|
9
|
| καὶ γὰρ καὶ ᾿Ασσοὺρ συμπαρεγένετο μετ᾿ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. (διάψαλμα). | Yea, Assur too is come with them: they have become a help to the children of Lot. Pause. |
|
10
|
10
|
| ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, ὡς τῷ ᾿Ιαβεὶμ ἐν τῷ χειμάρρῳ Κεισών· | Do thou to them as to Madiam, and to Sisera; as to Jabin at the brook of Kison. |
|
11
|
11
|
| ἐξωλοθρεύθησαν ἐν ᾿Αενδώρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. | They were utterly destroyed at Aendor: they became as dung for the earth. |
|
12
|
12
|
| θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν ᾿Ωρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ πάντας τοὺς ἄρχοντας αὐτῶν, | Make their princes as Oreb and Zeb, and Zebee and Salmana; even all their princes: |
|
13
|
13
|
| οἵτινες εἶπαν· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ. | who said, Let us take to ourselves the altar of God as an inheritance. |
|
14
|
14
|
| ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· | O my God, make them as a wheel; as stubble before the face of the wind. |
|
15
|
15
|
| ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλόξ, ἣ κατακαύσει ὄρη, | As fire which shall burn up a wood, as the flame may consume the mountains; |
|
16
|
16
|
| οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς. | so shalt thou persecute them with thy tempest, and trouble them in thine anger. |
|
17
|
17
|
| πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. | Fill their faces with dishonour; so shall they seek thy name, O Lord. |
|
18
|
18
|
| αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν | Let them be ashamed and troubled for evermore; yea, let them be confounded and destroyed. |
|
19
|
19
|
| καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ῞Υψιστος ἐπὶ πᾶσαν τὴν γῆν. | And let them know that thy name is Lord; that thou alone art Most High over all the earth. |
|
Κεφάλαιο 83
|
Psalm 83
|
|
1
|
1
|
| Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κορὲ ψαλμός. | For the end, a Psalm for the sons of Core, concerning the wine-presses. |
|
2
|
2
|
| ΩΣ ΑΓΑΠΗΤΑ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. | How amiable are thy tabernacles, O Lord of hosts! |
|
3
|
3
|
| ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. | My soul longs, and faints for the courts of the Lord: my heart and my flesh have exulted in the living God. |
|
4
|
4
|
| καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. | Yea, the sparrow has found himself a home, and the turtle-dove a nest for herself, where she may lay her young, even thine altars, O Lord of hosts, my King, and my God. |
|
5
|
5
|
| μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. (διάψαλμα). | Blessed are they that dwell in thy house: they will praise thee evermore. Pause. |
|
6
|
6
|
| μακάριος ἀνήρ, ᾧ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο | Blessed is the man whose help is of thee, O Lord; in his heart he has purposed to go up |
|
7
|
7
|
| εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. | the valley of weeping, to the place which he has appointed, for there the law-giver will grant blessings. |
|
8
|
8
|
| πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. | They shall go from strength to strength: the God of gods shall be seen in Sion. |
|
9
|
9
|
| Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς ᾿Ιακώβ. (διάψαλμα). | O Lord God of hosts, hear my prayer: hearken, O God of Jacob. Pause. |
|
10
|
10
|
| ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. | Behold, O God our defender, and look upon the face of thine anointed. |
|
11
|
11
|
| ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. | For one day in thy courts is better than thousands. I would rather be an abject in the house of God, than dwell in the tents of sinners. |
|
12
|
12
|
| ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. | For the Lord loves mercy and truth: God will give grace and glory: the Lord will not withhold good things from them that walk in innocence. |
|
13
|
13
|
| Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. | O Lord of hosts, blessed is the man that trusts in thee. |
|
Κεφάλαιο 84
|
Psalm 84
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ ψαλμός. | For the end, a Psalm for the sons of Core. |
|
2
|
2
|
| ΕΥΔΟΚΗΣΑΣ, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν ᾿Ιακώβ· | O Lord, thou hast taken pleasure in thy land: thou hast turned back the captivity of Jacob. |
|
3
|
3
|
| ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. (διάψαλμα). | Thou hast forgiven thy people their transgressions; thou hast covered all their sins. Pause. |
|
4
|
4
|
| κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. | Thou hast caused all thy wrath to cease: thou hast turned from thy fierce anger. |
|
5
|
5
|
| ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾿ ἡμῶν. | Turn us, O God of our salvation, and turn thine anger away from us. |
|
6
|
6
|
| μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; | Wouldest thou be angry with us for ever? or wilt thou continue thy wrath from generation to generation? |
|
7
|
7
|
| ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. | O God, thou wilt turn and quicken us; and thy people shall rejoice in thee. |
|
8
|
8
|
| δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. | Shew us thy mercy, O Lord, and grant us thy salvation. |
|
9
|
9
|
| ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾿ αὐτόν. | I will hear what the Lord God will say concerning me: for he shall speak peace to his people, and to his saints, and to those that turn their heart toward him. |
|
10
|
10
|
| πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. | Moreover his salvation is near them that fear him; that glory may dwell in our land. |
|
11
|
11
|
| ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν· | Mercy and truth are met together: righteousness and peace have kissed each other. |
|
12
|
12
|
| ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. | Truth has sprung out of the earth; and righteousness has looked down from heaven. |
|
13
|
13
|
| καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς· | For the Lord will give goodness; and our land shall yield her fruit. |
|
14
|
14
|
| δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. | Righteousness shall go before him; and shall set his steps in the way. |
|
Κεφάλαιο 85
|
Psalm 85
|
|
1
|
1
|
| Προσευχὴ τῷ Δαυΐδ. ΚΛΙΝΟΝ, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. | A Prayer of David. O Lord, incline thine ear, and hearken to me; for I am poor and needy. |
|
2
|
2
|
| φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. | Preserve my soul, for I am holy; save thy servant, O God, who hopes in thee. |
|
3
|
3
|
| ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. | Pity me, O Lord: for to thee will I cry all the day. |
|
4
|
4
|
| εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου. | Rejoice the soul of thy servant: for to thee, O Lord, have I lifted up my soul. |
|
5
|
5
|
| ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. | For thou, O Lord, art kind, and gentle; and plenteous in mercy to all that call upon thee. |
|
6
|
6
|
| ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. | Give ear to my prayer, O Lord; and attend to the voice of my supplication. |
|
7
|
7
|
| ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου. | In the day of my trouble I cried to thee: for thou didst hear me. |
|
8
|
8
|
| οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. | There is none like to thee, O Lord, among the gods; and there are no works like to thy works. |
|
9
|
9
|
| πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. | All nations whom thou hast made shall come, and shall worship before thee, O Lord; and shall glorify thy name. |
|
10
|
10
|
| ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. | For thou art great, and doest wonders: thou art the only and the great God. |
|
11
|
11
|
| ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. | Guide me, O Lord, in thy way, and I will walk in thy truth: let my heart rejoice, that I may fear thy name. |
|
12
|
12
|
| ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. | I will give thee thanks, O Lord my God, with all my heart; and I will glorify thy name for ever. |
|
13
|
13
|
| ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾿ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. | For thy mercy is great toward me; and thou hast delivered my soul from the lowest hell. |
|
14
|
14
|
| ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. | O God, transgressors have risen up against me, and an assembly of violent men have sought my life; and have not set thee before them. |
|
15
|
15
|
| καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. | But thou, O Lord God, art compassionate and merciful, long-suffering, and abundant in mercy and true. |
|
16
|
16
|
| ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. | Look thou upon me, and have mercy upon me: give thy strength to thy servant, and save the son of thine handmaid. |
|
17
|
17
|
| ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με. | Establish with me a token for good; and let them that hate me see it and be ashamed; because thou, O Lord, hast helped me, and comforted me. |
|
Κεφάλαιο 86
|
Psalm 86
|
|
1
|
1
|
| Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς. ΟΙ ΘΕΜΕΛΙΟΙ αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· | A Psalm of a Song for the sons of Core. His foundations are in the holy mountains. |
|
2
|
2
|
| ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα ᾿Ιακώβ. | The Lord loves the gates of Sion, more than all the tabernacles of Jacob. |
|
3
|
3
|
| δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. (διάψαλμα). | Glorious things have been spoken of thee, O city of God. Pause. |
|
4
|
4
|
| μνησθήσομαι Ραὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. | I will make mention of Raab and Babylon to them that know me: behold also the Philistines, and Tyre, and the people of the Ethiopians: these were born there. |
|
5
|
5
|
| μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ῞Υψιστος. | A man shall say, Sion is my mother; and such a man was born in her; and the Highest himself has founded her. |
|
6
|
6
|
| Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. (διάψαλμα). | The Lord shall recount it in the writing of the people, and of these princes that were born in her. Pause. |
|
7
|
7
|
| ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. | The dwelling of all within thee is as the dwelling of those that rejoice. |
|
Κεφάλαιο 87
|
Psalm 87
|
|
1
|
1
|
| ᾿ῼδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἰμὰν τῷ ᾿Ισραηλίτῃ. | A song of a Psalm for the sons of Core for the end, upon Maeleth for responsive strains, of instruction for Æman the Israelite. |
|
2
|
2
|
| ΚΥΡΙΕ ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· | O Lord God of my salvation, I have cried by day and in the night before thee. |
|
3
|
3
|
| εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. | Let my prayer come in before thee; incline thine ear to my supplication, O Lord. |
|
4
|
4
|
| ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· | For my soul is filled with troubles, and my life has drawn nigh to Hades. |
|
5
|
5
|
| προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, | I have been reckoned with them that go down to the pit; I became as a man without help; |
|
6
|
6
|
| ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. | free among the dead, as the slain ones cast out, who sleep in the tomb; whom thou rememberest no more; and they are rejected from thy hand. |
|
7
|
7
|
| ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. | They laid me in the lowest pit, in dark places, and in the shadow of death. |
|
8
|
8
|
| ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα). | Thy wrath has pressed heavily upon me, and thou hast brought upon me all thy billows. Pause. |
|
9
|
9
|
| ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. | Thou hast removed my acquaintance far from me; they have made me an abomination to themselves; I have been delivered up, and have not gone forth. |
|
10
|
10
|
| οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· | Mine eyes are dimmed from poverty; but I cried to thee, O Lord, all the day; I spread forth my hands to thee. |
|
11
|
11
|
| μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; | Wilt thou work wonders for the dead? or shall physicians raise them up, that they shall praise thee? |
|
12
|
12
|
| μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; | Shall any one declare thy mercy in the tomb? and thy truth in destruction? |
|
13
|
13
|
| μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; | Shall thy wonders be known in darkness? and thy righteousness in a forgotten land? |
|
14
|
14
|
| κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. | But I cried to thee, O Lord; and in the morning shall my prayer prevent thee. |
|
15
|
15
|
| ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; | Wherefore, O Lord, dost thou reject my prayer, and turn thy face away from me? |
|
16
|
16
|
| πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. | I am poor and in troubles from my youth; and having been exalted, I was brought low and into despair. |
|
17
|
17
|
| ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, | Thy wrath has passed over me; and thy terrors have greatly disquieted me. |
|
18
|
18
|
| ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. | They compassed me like water; all the day they beset me together. |
|
19
|
19
|
| ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. | Thou hast put far from me every friend, and mine acquaintances because of my wretchedness. |
|
Κεφάλαιο 88
|
Psalm 88
|
|
1
|
1
|
| Συνέσεως Αἰθὰμ τῷ ᾿Ισραηλίτῃ. | A Psalm of instruction for Ætham the Israelite. |
|
2
|
2
|
| ΤΑ ΕΛΕΗ σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, | I will sing of thy mercies, O Lord, for ever: I will declare thy truth with my mouth to all generations. |
|
3
|
3
|
| ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· | For thou hast said, Mercy shall be built up for ever: thy truth shall be established in the heavens. |
|
4
|
4
|
| διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυΐδ τῷ δούλῳ μου· | I made a covenant with my chosen ones, I sware unto David my servant. |
|
5
|
5
|
| ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. (διάψαλμα). | I will establish thy seed for ever, and build up thy throne to all generations. Pause. |
|
6
|
6
|
| ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. | The heavens shall declare thy wonders, O Lord; and thy truth in the assembly of the saints. |
|
7
|
7
|
| ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; | For who in the heavens shall be compared to the Lord? and who shall be likened to the Lord among the sons of God? |
|
8
|
8
|
| ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. | God is glorified in the council of the saints; great and terrible toward all that are round about him. |
|
9
|
9
|
| Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. | O Lord God of hosts, who is like to thee? thou art mighty, O Lord, and thy truth is round about thee. |
|
10
|
10
|
| σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. | Thou rulest the power of the sea; and thou calmest the tumult of its waves. |
|
11
|
11
|
| σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. | Thou hast brought down the proud as one that is slain; and with the arm of thy power thou hast scattered thine enemies. |
|
12
|
12
|
| σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. | The heavens are thine, and the earth is thine: thou hast founded the world, and the fulness of it. |
|
13
|
13
|
| τὸν βορρᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας, Θαβὼρ καὶ ῾Ερμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. | Thou hast created the north and the west: Thabor and Hermon shall rejoice in thy name. |
|
14
|
14
|
| σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. | Thine is the mighty arm: let thy hand be strengthened, let thy right hand be exalted. |
|
15
|
15
|
| δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. | Justice and judgment are the establishment of thy throne: mercy and truth shall go before thy face. |
|
16
|
16
|
| μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται | Blessed is the people that knows the joyful sound: they shall walk, O Lord, in the light of thy countenance. |
|
17
|
17
|
| καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. | And in thy name shall they rejoice all the day: and in thy righteousness shall they be exalted. |
|
18
|
18
|
| ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. | For thou art the boast of their strength; and in thy good pleasure shall our horn be exalted, |
|
19
|
19
|
| ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις καὶ τοῦ ἁγίου ᾿Ισραὴλ βασιλέως ἡμῶν. | for our help is of the Lord; and of the Holy One of Israel, our king. |
|
20
|
20
|
| τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου καὶ εἶπας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· | Then thou spokest in vision to thy children, and saidst, I have laid help on a mighty one; I have exalted one chosen out of my people. |
|
21
|
21
|
| εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλέει ἁγίῳ μου ἔχρισα αὐτόν. | I have found David my servant; I have anointed him by my holy mercy. |
|
22
|
22
|
| ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν· | For my hand shall support him; and mine arm shall strengthen him. |
|
23
|
23
|
| οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. | The enemy shall have no advantage against him; and the son of transgression shall not hurt him again. |
|
24
|
24
|
| καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. | And I will hew down his foes before him, and put to flight those that hate him. |
|
25
|
25
|
| καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾿ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. | But my truth and my mercy shall be with him; and in my name shall his horn be exalted. |
|
26
|
26
|
| καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. | And I will set his hand in the sea, and his right hand in the rivers. |
|
27
|
27
|
| αὐτὸς ἐπικαλέσεταί με· πατήρ μου εἶ σύ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· | He shall call upon me, saying, Thou art my Father, my God, and the helper of my salvation. |
|
28
|
28
|
| κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. | And I will make him my first-born, higher than the kings of the earth. |
|
29
|
29
|
| εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· | I will keep my mercy for him for ever, and my covenant shall be firm with him. |
|
30
|
30
|
| καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. | And I will establish his seed for ever and ever, and his throne as the days of heaven. |
|
31
|
31
|
| ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, | If his children should forsake my law, and walk not in my judgments; |
|
32
|
32
|
| ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, | if they should profane my ordinances, and not keep my commandments; |
|
33
|
33
|
| ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· | I will visit their transgressions with a rod, and their sins with scourges. |
|
34
|
34
|
| τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾿ αὐτῶν, οὐδ᾿ οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, | But my mercy I will not utterly remove from him, nor wrong my truth. |
|
35
|
35
|
| οὐδ᾿ οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. | Neither will I by any means profane my covenant; and I will not make void the things that proceed out of my lips. |
|
36
|
36
|
| ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυΐδ ψεύσομαι· | Once have I sworn by my holiness, that I will not lie to David. |
|
37
|
37
|
| τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου | His seed shall endure for ever, and his throne as the sun before me; |
|
38
|
38
|
| καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. (διάψαλμα). | and as the moon that is established for ever, and as the faithful witness in heaven. Pause. |
|
39
|
39
|
| σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· | But thou hast cast off and set at nought, thou hast rejected thine anointed. |
|
40
|
40
|
| κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. | Thou hast overthrown the covenant of thy servant; thou hast profaned his sanctuary, casting it to the ground. |
|
41
|
41
|
| καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· | Thou hast broken down all his hedges; thou hast made his strong holds a terror. |
|
42
|
42
|
| διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. | All that go by the way have spoiled him: he is become a reproach to his neighbours. |
|
43
|
43
|
| ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. | Thou hast exalted the right hand of his enemies; thou hast made all his enemies to rejoice. |
|
44
|
44
|
| ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. | Thou hast turned back the help of his sword, and hast not helped him in the battle. |
|
45
|
45
|
| κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας. | Thou hast deprived him of glory: thou hast broken down his throne to the ground. |
|
46
|
46
|
| ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην. (διάψαλμα). | Thou hast shortened the days of his throne: thou hast poured shame upon him. Pause. |
|
47
|
47
|
| ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; | How long, O Lord, wilt thou turn away, for ever? shall thine anger flame out as fire? |
|
48
|
48
|
| μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; | Remember what my being is: for hast thou created all the sons of men in vain? |
|
49
|
49
|
| τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον; ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; (διάψαλμα). | What man is there who shall live, and not see death? shall any one deliver his soul from the hand of Hades? Pause. |
|
50
|
50
|
| ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυΐδ ἐν τῇ ἀληθείᾳ σου; | Where are thine ancient mercies, O Lord, which thou swarest to David in thy truth? |
|
51
|
51
|
| μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶν, | Remember, O Lord, the reproach of thy servants, which I have borne in my bosom, even the reproach of many nations; |
|
52
|
52
|
| οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. | wherewith thine enemies have reviled, O Lord: wherewith they have reviled the recompence of thine anointed. |
|
53
|
53
|
| εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. | Blessed be the Lord for ever. So be it, so be it. |
|
Κεφάλαιο 89
|
Psalm 89
|
|
1
|
1
|
| Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ. ΚΥΡΙΕ, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· | A Prayer of Moses the man of God. Lord, thou hast been our refuge in all generations. |
|
2
|
2
|
| πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. | Before the mountains existed, and before the earth and the world were formed, even from age to age, Thou art. |
|
3
|
3
|
| μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας· ἐπιστρέψατε υἱοὶ τῶν ἀνθρώπων. | Turn not man back to his low place, whereas thou saidst, Return, ye sons of men? |
|
4
|
4
|
| ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. | For a thousand years in thy sight are as the yesterday which is past, and as a watch in the night. |
|
5
|
5
|
| τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωΐ ὡσεὶ χλόη παρέλθοι, | Years shall be vanity to them: let the morning pass away as grass. |
|
6
|
6
|
| τὸ πρωΐ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. | In the morning let it flower, and pass away: in the evening let it droop, let it be withered and dried up. |
|
7
|
7
|
| ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. | For we have perished in thine anger, and in thy wrath we have been troubled. |
|
8
|
8
|
| ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. | Thou hast set our transgressions before thee: our age is in the light of thy countenance. |
|
9
|
9
|
| ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. | For all our days are gone, and we have passed away in thy wrath: our years have spun out their tale as a spider. |
|
10
|
10
|
| αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθε πρᾳότης ἐφ᾿ ἡμᾶς, καὶ παιδευθησόμεθα. | As for the days of our years, in them are seventy years; and if men should be in strength, eighty years: and the greater part of them would be labour and trouble; for weakness overtakes us, and we shall be chastened. |
|
11
|
11
|
| τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; | Who knows the power of thy wrath? |
|
12
|
12
|
| τὴν δεξιάν σου οὕτω γνώρισόν μοι καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. | and who knows how to number his days because of the fear of thy wrath? So manifest thy right hand, and those that are instructed in wisdom in the heart. |
|
13
|
13
|
| ἐπίστρεψον, Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. | Return, O Lord, how long? and be intreated concerning thy servants. |
|
14
|
14
|
| ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν | We have been satisfied in the morning with thy mercy; and we did exult and rejoice: |
|
15
|
15
|
| ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. | let us rejoice in all our days, in return for the days wherein thou didst afflict us, the years wherein we saw evil. |
|
16
|
16
|
| καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν, | And look upon thy servants, and upon thy works; and guide their children. |
|
17
|
17
|
| καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾿ ἡμᾶς καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. | And let the brightness of the Lord our God be upon us: and do thou direct for us the works of our hands. |
|
Κεφάλαιο 90
|
Psalm 90
|
|
1
|
1
|
| Αἶνος ᾠδῆς τῷ Δαυΐδ. Ο ΚΑΤΟΙΚΩΝ ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. | Praise of a Song, by David. He that dwells in the help of the Highest, shall sojourn under the shelter of the God of heaven. |
|
2
|
2
|
| ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν, | He shall say to the Lord, Thou art my helper and my refuge: my God; I will hope in him. |
|
3
|
3
|
| ὅτι αὐτὸς ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. | For he shall deliver thee from the snare of the hunters, from every troublesome matter. |
|
4
|
4
|
| ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. | He shall overshadow thee with his shoulders, and thou shalt trust under his wings: his truth shall cover thee with a shield. |
|
5
|
5
|
| οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, | Thou shalt not be afraid of terror by night; nor of the arrow flying by day; |
|
6
|
6
|
| ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. | nor of the evil thing that walks in darkness; nor of calamity, and the evil spirit at noon-day. |
|
7
|
7
|
| πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· | A thousand shall fall at thy side, and ten thousand at thy right hand; but it shall not come nigh thee. |
|
8
|
8
|
| πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. | Only with thine eyes shalt thou observe and see the reward of sinners. |
|
9
|
9
|
| ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου. | For thou, O Lord, art my hope: thou, my soul, hast made the Most High thy refuge. |
|
10
|
10
|
| οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. | No evils shall come upon thee, and no scourge shall draw nigh to thy dwelling. |
|
11
|
11
|
| ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· | For he shall give his angels charge concerning thee, to keep thee in all thy ways. |
|
12
|
12
|
| ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· | They shall bear thee up on their hands, lest at any time thou dash thy foot against a stone. |
|
13
|
13
|
| ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. | Thou shalt tread on the asp and basilisk: and thou shalt trample on the lion and dragon. |
|
14
|
14
|
| ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. | For he has hoped in me, and I will deliver him: I will protect him, because he has known my name. |
|
15
|
15
|
| κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. | He shall call upon me, and I will hearken to him: I am with him in affliction; and I will deliver him, and glorify him. |
|
16
|
16
|
| μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. | I will satisfy him with length of days, and shew him my salvation. |
|
Κεφάλαιο 91
|
Psalm 91
|
|
1
|
1
|
| Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου. | A Psalm of a Song for the Sabbath-day. |
|
2
|
2
|
| ΑΓΑΘΟΝ τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ῞Υψιστε, | It is a good thing to give thanks to the Lord, and to sing praises to thy name, O thou Most High; |
|
3
|
3
|
| τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα | to proclaim thy mercy in the morning, and thy truth by night, |
|
4
|
4
|
| ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾿ ᾠδῆς ἐν κιθάρᾳ. | on a psaltery of ten strings, with a song on the harp. |
|
5
|
5
|
| ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. | For thou, O Lord, hast made me glad with thy work: and in the operations of thy hands will I exult. |
|
6
|
6
|
| ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. | How have thy works been magnified, O Lord! thy thoughts are very deep. |
|
7
|
7
|
| ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. | A foolish man will not know, and a senseless man will not understand this. |
|
8
|
8
|
| ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | When the sinners spring up as the grass, and all the workers of iniquity have watched; it is that they may be utterly destroyed for ever. |
|
9
|
9
|
| σὺ δὲ ῞Υψιστος εἰς τὸν αἰῶνα, Κύριε· | But thou, O Lord, art most high for ever. |
|
10
|
10
|
| ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, | For, behold, thine enemies shall perish; and all the workers of iniquity shall be scattered. |
|
11
|
11
|
| καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι· | But my horn shall be exalted as the horn of a unicorn; and mine old age with rich mercy. |
|
12
|
12
|
| καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾿ ἐμὲ πονηρευομένοις ἀκούσατε τὸ οὖς μου. | And mine eye has seen mine enemies, and mine ear shall hear the wicked that rise up against me. |
|
13
|
13
|
| δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. | The righteous shall flourish as a palm-tree: he shall be increased as the cedar in Libanus. |
|
14
|
14
|
| πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν· | They that are planted in the house of the Lord shall flourish in the courts of our God. |
|
15
|
15
|
| ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται τοῦ ἀναγγεῖλαι | Then shall they be increased in a fine old age; and they shall be prosperous; that they may declare |
|
16
|
16
|
| ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. | that the Lord my God is righteous, and there is no iniquity in him. |
|
Κεφάλαιο 92
|
Psalm 92
|
|
1
|
1
|
| Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ· αἶνος ᾠδῆς τῷ Δαυΐδ. Ο Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. | For the day before the Sabbath, when the land was first inhabited, the praise of a Song by David. The Lord reigns; he has clothed himself with honour: the Lord has clothed and girded himself with strength; for he has established the world, which shall not be moved. |
|
2
|
2
|
| ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. | Thy throne is prepared of old: thou art from everlasting. |
|
3
|
3
|
| ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. | The rivers have lifted up, O Lord, the rivers have lifted up their voices, |
|
4
|
4
|
| ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. | at the voices of many waters: the billows of the sea are wonderful: the Lord is wonderful in high places. |
|
5
|
5
|
| τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. | Thy testimonies are made very sure: holiness becomes thine house, O Lord, for ever. |
|
Κεφάλαιο 93
|
Psalm 93
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ, τετράδι σαββάτου. ΘΕΟΣ ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. | A Psalm of David for the fourth day of the week. The Lord is a God of vengeance; the God of vengeance has declared himself. |
|
2
|
2
|
| ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. | Be thou exalted, thou that judgest the earth: render a reward to the proud. |
|
3
|
3
|
| ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, | How long shall sinners, O Lord, how long shall sinners boast? |
|
4
|
4
|
| φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; | They will utter and speak unrighteousness; all the workers of iniquity will speak so. |
|
5
|
5
|
| τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν, | They have afflicted thy people, O Lord, and hurt thine heritage. |
|
6
|
6
|
| χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν | They have slain the widow and fatherless, and murdered the stranger. |
|
7
|
7
|
| καὶ εἶπαν· οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ ᾿Ιακώβ. | And they said, The Lord shall not see, neither shall the God of Jacob understand. |
|
8
|
8
|
| σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ· καί, μωροί, ποτὲ φρονήσατε. | Understand now, ye simple among the people; and ye fools, at length be wise. |
|
9
|
9
|
| ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ; | He that planted the ear, does he not hear? or he that formed the eye, does not he perceive? |
|
10
|
10
|
| ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει; ὁ διδάσκων ἄνθρωπον γνῶσιν; | He that chastises the heathen, shall not he punish, even he that teaches man knowledge? |
|
11
|
11
|
| Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶ μάταιοι. | The Lord knows the thoughts of men, that they are vain. |
|
12
|
12
|
| μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν | Blessed is the man whomsoever thou shalt chasten, O Lord, and shalt teach him out of thy law; |
|
13
|
13
|
| τοῦ πραΰναι αὐτὸν ἀφ᾿ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. | to give him rest from evil days, until a pit be digged for the sinful one. |
|
14
|
14
|
| ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, | For the Lord will not cast off his people, neither will he forsake his inheritance; |
|
15
|
15
|
| ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. (διάψαλμα). | until righteousness return to judgment, and all the upright in heart shall follow it. Pause. |
|
16
|
16
|
| τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; | Who will rise up for me against the transgressors? or who will stand up with me against the workers of iniquity? |
|
17
|
17
|
| εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. | If the Lord had not helped me, my soul had almost sojourned in Hades. |
|
18
|
18
|
| εἰ ἔλεγον· σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. | If I said, My foot has been moved; |
|
19
|
19
|
| Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. | thy mercy, O Lord, helped me. O Lord, according to the multitude of my griefs within my heart, thy consolations have soothed my soul. |
|
20
|
20
|
| μὴ συμπροσέστω σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. | Shall the throne of iniquity have fellowship with thee, which frames mischief by an ordinance? |
|
21
|
21
|
| θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται. | They will hunt for the soul of the righteous, and condemn innocent blood. |
|
22
|
22
|
| καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου· | But the Lord was my refuge; and my God the helper of my hope. |
|
23
|
23
|
| καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός. | And he will recompense to them their iniquity and their wickedness: the Lord our God shall utterly destroy them. |
|
Κεφάλαιο 94
|
Psalm 94
|
|
1
|
1
|
| Αἶνος ᾠδῆς τῷ Δαυΐδ. ΔΕΥΤΕ ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν· | The praise of a Song by David. Come, let us exult in the Lord; let us make a joyful noise to God our Saviour. |
|
2
|
2
|
| προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. | Let us come before his presence with thanksgiving, and make a joyful noise to him with psalms. |
|
3
|
3
|
| ὅτι Θεὸς μέγας Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν· | For the Lord is a great God, and a great king over all gods: for the Lord will not cast off his people. |
|
4
|
4
|
| ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν· | For the ends of the earth are in his hands; and the heights of the mountains are his. |
|
5
|
5
|
| ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. | For the sea is his, and he made it: and his hands formed the dry land. |
|
6
|
6
|
| δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον Κυρίου, τοῦ ποιήσαντος ἡμᾶς· | Come, let us worship and fall down before him; and weep before the Lord that made us. |
|
7
|
7
|
| ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ. | For he is our God; and we are the people of his pasture, and the sheep of his hand. |
|
8
|
8
|
| σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, | To-day, if ye will hear his voice, harden not your hearts, as in the provocation, according to the day of irritation in the wilderness: |
|
9
|
9
|
| οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου. | where your fathers tempted me, proved me, and saw my works. |
|
10
|
10
|
| τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπα· ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, | Forty years was I grieved with this generation, and said, They do always err in their heart, and they have not known my ways. |
|
11
|
11
|
| ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. | So I sware in my wrath, They shall not enter into my rest. |
|
Κεφάλαιο 95
|
Psalm 95
|
|
1
|
1
|
| ῞Οτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν· ᾠδὴ τῷ Δαυΐδ. ΑΣΑΤΕ τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ· | When the house was built after the Captivity, a Song by David. Sing to the Lord a new song; sing to the Lord, all the earth. |
|
2
|
2
|
| ᾄσατε τῷ Κυρίῳ· εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· | Sing to the Lord, bless his name: proclaim his salvation from day to day. |
|
3
|
3
|
| ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. | Publish his glory among the Gentiles, his wonderful works among all people. |
|
4
|
4
|
| ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς· | For the Lord is great, and greatly to be praised: he is terrible above all gods. |
|
5
|
5
|
| ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. | For all the gods of the heathen are devils: but the Lord made the heavens. |
|
6
|
6
|
| ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. | Thanksgiving and beauty are before him: holiness and majesty are in his sanctuary. |
|
7
|
7
|
| ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· | Bring to the Lord, ye families of the Gentiles, bring to the Lord glory and honour. |
|
8
|
8
|
| ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ· | Bring to the Lord the glory becoming his name: take offerings, and go into his courts. |
|
9
|
9
|
| προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. | Worship the Lord in his holy court: let all the earth tremble before him. |
|
10
|
10
|
| εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοὺς ἐν εὐθύτητι. | Say among the heathen, The Lord reigns: for he has established the world so that it shall not be moved: he shall judge the people in righteousness. |
|
11
|
11
|
| εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς· | Let the heavens rejoice, and the earth exult; let the sea be moved, and the fulness of it. |
|
12
|
12
|
| χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς· τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ | The plains shall rejoice, and all things in them: then shall all the trees of the wood exult before the presence of the Lord: |
|
13
|
13
|
| πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ. | for he comes, for he comes to judge the earth; he shall judge the world in righteousness, and the people with his truth. |
|
Κεφάλαιο 96
|
Psalm 96
|
|
1
|
1
|
| Τῷ Δαυΐδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. Ο ΚΥΡΙΟΣ ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. | For David, when his land is established. The Lord reigns, let the earth exult, let many islands rejoice. |
|
2
|
2
|
| νέφη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. | Cloud and darkness are round about him; righteousness and judgment are the establishment of his throne. |
|
3
|
3
|
| πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· | Fire shall go before him, and burn up his enemies round about. |
|
4
|
4
|
| ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδε καὶ ἐσαλεύθη ἡ γῆ. | His lightnings appeared to the world; the earth saw, and trembled. |
|
5
|
5
|
| τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς. | The mountains melted like wax at the presence of the Lord, at the presence of the Lord of the whole earth. |
|
6
|
6
|
| ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. | The heavens have declared his righteousness, and all the people have seen his glory. |
|
7
|
7
|
| αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ. | Let all that worship graven images be ashamed, who boast of their idols; worship him, all ye his angels. |
|
8
|
8
|
| ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς ᾿Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε· | Sion heard and rejoiced; and the daughters of Judea exulted, because of thy judgments, O Lord. |
|
9
|
9
|
| ὅτι σὺ εἶ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. | For thou art Lord most high over all the earth; thou art greatly exalted above all gods. |
|
10
|
10
|
| οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ρύσεται αὐτούς. | Ye that love the Lord, hate evil; the Lord preserves the souls of his saints; he shall deliver them from the hand of sinners. |
|
11
|
11
|
| φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. | Light is sprung up for the righteous, and gladness for the upright in heart. |
|
12
|
12
|
| εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. | Rejoice in the Lord, ye righteous; and give thanks for a remembrance of his holiness. |
|
Κεφάλαιο 97
|
Psalm 97
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. ΑΣΑΤΕ τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. | A Psalm of David. Sing to the Lord a new song; for the Lord has wrought wonderful works, his right hand, and his holy arm, have wrought salvation for him. |
|
2
|
2
|
| ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. | The Lord has made known his salvation, he has revealed his righteousness in the sight of the nations. |
|
3
|
3
|
| ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ ᾿Ιακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ ᾿Ισραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. | He has remembered his mercy to Jacob, and his truth to the house of Israel; all the ends of the earth have seen the salvation of our God. |
|
4
|
4
|
| ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε· | Shout to God, all the earth; sing, and exult, and sing psalms. |
|
5
|
5
|
| ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ· | Sing to the Lord with a harp, with a harp, and the voice of a psalm. |
|
6
|
6
|
| ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως Κυρίου. | With trumpets of metal, and the sound of a trumpet of horn make a joyful noise to the Lord before the king. |
|
7
|
7
|
| σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. | Let the sea be moved, and the fulness of it; the world, and they that dwell in it. |
|
8
|
8
|
| ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται, | The rivers shall clap their hands together; the mountains shall exult. |
|
9
|
9
|
| ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. | For he is come to judge the earth; he shall judge the world in righteousness, and the nations in uprightness. |
|
Κεφάλαιο 98
|
Psalm 98
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. Ο ΚΥΡΙΟΣ ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ. | A Psalm of David. The Lord reigns;—let the people rage; it is he that sits upon the cherubs, let the earth be moved. |
|
2
|
2
|
| Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. | The Lord is great in Sion, and is high over all the people. |
|
3
|
3
|
| ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. | Let them give thanks to thy great name; for it is terrible and holy. |
|
4
|
4
|
| καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν ᾿Ιακὼβ σὺ ἐποίησας. | And the king's honour loves judgment; thou hast prepared equity, thou hast wrought judgment and justice in Jacob. |
|
5
|
5
|
| ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. | Exalt ye the Lord our God, and worship at his footstool; for he is holy. |
|
6
|
6
|
| Μωυσῆς καὶ ᾿Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν, | Moses and Aaron among his priests, and Samuel among them that call upon his name; they called upon the Lord, and he heard them. |
|
7
|
7
|
| ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς. | He spoke to them in a pillar of cloud; they kept his testimonies, and the ordinances which he gave them. |
|
8
|
8
|
| Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουσε αὐτῶν· ὁ Θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. | O Lord our God, thou heardest them; O God, thou becamest propitious to them, though thou didst take vengeance on all their devices. |
|
9
|
9
|
| ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. | Exalt ye the Lord our God, and worship at his holy mountain; for the Lord our God is holy. |
|
Κεφάλαιο 99
|
Psalm 99
|
|
1
|
1
|
| Ψαλμὸς εἰς ἐξομολόγησιν. ΑΛΑΛΑΞΑΤΕ τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, | A Psalm for Thanksgiving. Make a joyful noise to the Lord, all the earth. |
|
2
|
2
|
| δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. | Serve the Lord with gladness; come before his presence with exultation. |
|
3
|
3
|
| γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. | Know that the Lord he is God; he made us, and not we ourselves; we are his people, and the sheep of his pasture. |
|
4
|
4
|
| εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, | Enter into his gates with thanksgiving, and his courts with hymns; give thanks to him, praise his name. |
|
5
|
5
|
| ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. | For the Lord is good, his mercy is for ever; and his truth endures to generation and generation. |
|
Κεφάλαιο 100
|
Psalm 100
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. ΕΛΕΟΣ καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· | A Psalm of David. I will sing to thee, O Lord, of mercy and judgment; I will sing a psalm, |
|
2
|
2
|
| ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου. | and I will be wise in a blameless way. When wilt thou come to me? I walked in the innocence of my heart, in the midst of my house. |
|
3
|
3
|
| οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. | I have not set before mine eyes any unlawful thing; I have hated transgressors. |
|
4
|
4
|
| ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. | A perverse heart has not cleaved to me; I have not known an evil man, forasmuch as he turns away from me. |
|
5
|
5
|
| τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. | Him that privily speaks against his neighbour, him have I driven from me: he that is proud in look and insatiable in heart,—with him I have not eaten. |
|
6
|
6
|
| οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. | Mine eyes shall be upon the faithful of the land, that they may dwell with me: he that walked in a perfect way, the same ministered to me. |
|
7
|
7
|
| οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. | The proud doer dwelt not in the midst of my house; the unjust speaker prospered not in my sight. |
|
8
|
8
|
| εἰς τὰς πρωίας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. | Early did I slay all the sinners of the land, that I might destroy out of the city of the Lord all that work iniquity. |
|
Κεφάλαιο 101
|
Psalm 101
|
|
1
|
1
|
| Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. | A Prayer for the Poor; when he is deeply afflicted, and pours out his supplication before the Lord. |
|
2
|
2
|
| ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. | Hear my prayer, O Lord, and let my cry come to thee. |
|
3
|
3
|
| μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου, | Turn not away thy face from me: in the day when I am afflicted, incline thine ear to me: in the day when I shall call upon thee, speedily hear me. |
|
4
|
4
|
| ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. | For my days have vanished like smoke, and my bones have been parched like a stick. |
|
5
|
5
|
| ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. | I am blighted like grass, and my heart is dried up; for I have forgotten to eat my bread. |
|
6
|
6
|
| ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. | By reason of the voice of my groaning, my bone has cleaved to my flesh. |
|
7
|
7
|
| ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, | I have become like a pelican of the wilderness; |
|
8
|
8
|
| ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. | I have become like an owl in a ruined house. I have watched, and am become as a sparrow dwelling alone on a roof. |
|
9
|
9
|
| ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾿ ἐμοῦ ὤμνυον. | All the day long mine enemies have reproached me; and they that praised me have sworn against me. |
|
10
|
10
|
| ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων | For I have eaten ashes as it were bread, and mingled my drink with weeping; |
|
11
|
11
|
| ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. | because of thine anger and thy wrath: for thou hast lifted me up, and dashed me down. |
|
12
|
12
|
| αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. | My days have declined like a shadow; and I am withered like grass. |
|
13
|
13
|
| σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. | But thou, Lord, endurest for ever, and thy memorial to generation and generation. |
|
14
|
14
|
| σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός· | Thou shalt arise, and have mercy upon Sion: for it is time to have mercy upon her, for the set time is come. |
|
15
|
15
|
| ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. | For thy servants have taken pleasure in her stones, and they shall pity her dust. |
|
16
|
16
|
| καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, | So the nations shall fear thy name, O Lord, and all kings thy glory. |
|
17
|
17
|
| ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. | For the Lord shall build up Sion, and shall appear in his glory. |
|
18
|
18
|
| ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. | He has had regard to the prayer of the lowly, and has not despised their petition. |
|
19
|
19
|
| γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. | Let this be written for another generation; and the people that shall be created shall praise the Lord. |
|
20
|
20
|
| ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε | For he has looked out from the height of his sanctuary; the Lord looked upon the earth from heaven; |
|
21
|
21
|
| τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, | to hear the groaning of the fettered ones, to loosen the sons of the slain; |
|
22
|
22
|
| τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν ῾Ιερουσαλὴμ | to proclaim the name of the Lord in Sion, and his praise in Jerusalem; |
|
23
|
23
|
| ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. | when the people are gathered together, and the kings, to serve the Lord. |
|
24
|
24
|
| ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· | He answered him in the way of his strength: tell me the fewness of my days. |
|
25
|
25
|
| μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. | Take me not away in the midst of my days: thy years are through all generations. |
|
26
|
26
|
| κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· | In the beginning thou, O Lord, didst lay the foundation of the earth; and the heavens are the works of thine hands. |
|
27
|
27
|
| αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· | They shall perish, but thou remainest: and they all shall wax old as a garment; and as a vesture shalt thou fold them, and they shall be changed. |
|
28
|
28
|
| σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. | But thou art the same, and thy years shall not fail. |
|
29
|
29
|
| οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. | The children of thy servants shall dwell securely, and their seed shall prosper for ever. |
|
Κεφάλαιο 102
|
Psalm 102
|
|
1
|
1
|
| Τῷ Δαυΐδ. ΕΥΛΟΓΕΙ, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· | A Psalm of David. Bless the Lord, O my soul; and all that is within me, bless his holy name. |
|
2
|
2
|
| εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· | Bless the Lord, O my soul, and forget not all his praises: |
|
3
|
3
|
| τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· | who forgives all thy transgressions, who heals all thy diseases; |
|
4
|
4
|
| τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· | who redeems thy life from corruption; who crowns thee with mercy and compassion; |
|
5
|
5
|
| τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. | who satisfies thy desire with good things: so that thy youth shall be renewed like that of the eagle. |
|
6
|
6
|
| ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. | The Lord executes mercy and judgment for all that are injured. |
|
7
|
7
|
| ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ. | He made known his ways to Moses, his will to the children of Israel. |
|
8
|
8
|
| οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· | The Lord is compassionate and pitiful, long-suffering, and full of mercy. |
|
9
|
9
|
| οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· | He will not be always angry; neither will he be wrathful for ever. |
|
10
|
10
|
| οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, | He has not dealt with us according to our sins, nor recompensed us according to our iniquities. |
|
11
|
11
|
| ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· | For as the heaven is high above the earth, the Lord has so increased his mercy toward them that fear him. |
|
12
|
12
|
| καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. | As far as the east is from the west, so far has he removed our transgressions from us. |
|
13
|
13
|
| καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, | As a father pities his children, the Lord pities them that fear him. |
|
14
|
14
|
| ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. | For he knows our frame: remember that we are dust. |
|
15
|
15
|
| ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· | As for man, his days are as grass; as a flower of the field, so shall he flourish. |
|
16
|
16
|
| ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. | For the wind passes over it, and it shall not be; and it shall know its place no more. |
|
17
|
17
|
| τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν | But the mercy of the Lord is from generation to generation upon them that fear him, and his righteousness to children's children; |
|
18
|
18
|
| τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. | to them that keep his covenant, and remember his commandments to do them. |
|
19
|
19
|
| Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. | The Lord has prepared his throne in the heaven; and his kingdom rules over all. |
|
20
|
20
|
| εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. | Bless the Lord, all ye his angels, mighty in strength, who perform his bidding, ready to hearken to the voice of his words. |
|
21
|
21
|
| εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ· | Bless the Lord, all ye his hosts; ye ministers of his that do his will. |
|
22
|
22
|
| εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. | Bless the Lord, all his works, in every place of his dominion: bless the Lord, O my soul. |
|
Κεφάλαιο 103
|
Psalm 103
|
|
1
|
1
|
| Τῷ Δαυΐδ. ΕΥΛΟΓΕΙ, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω | A Psalm of David. Bless the Lord, O my soul. O Lord my God, thou art very great; thou hast clothed thyself with praise and honour: |
|
2
|
2
|
| ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· | who dost robe thyself with light as with a garment; spreading out the heaven as a curtain. |
|
3
|
3
|
| ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· | Who covers his chambers with waters; who makes the clouds his chariot; who walks on the wings of the wind. |
|
4
|
4
|
| ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. | Who makes his angels spirits, and his ministers a flaming fire. |
|
5
|
5
|
| ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | Who establishes the earth on her sure foundation: it shall not be moved for ever. |
|
6
|
6
|
| ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα· | The deep, as it were a garment, is his covering: the waters shall stand on the hills. |
|
7
|
7
|
| ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. | At thy rebuke they shall flee; at the voice of thy thunder they shall be alarmed. |
|
8
|
8
|
| ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά· | They go up to the mountains, and down to the plains, to the place which thou hast founded for them. |
|
9
|
9
|
| ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. | Thou hast set a bound which they shall not pass, neither shall they turn again to cover the earth. |
|
10
|
10
|
| ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα· | He sends forth his fountains among the valleys: the waters shall run between the mountains. |
|
11
|
11
|
| ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν· | They shall give drink to all the wild beasts of the field: the wild asses shall take of them to quench their thirst. |
|
12
|
12
|
| ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. | By them shall the birds of the sky lodge: they shall utter a voice out of the midst of the rocks. |
|
13
|
13
|
| ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. | He waters the mountains from his chambers: the earth shall be satisfied with the fruit of thy works. |
|
14
|
14
|
| ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· | He makes grass to grow for the cattle, and green herb for the service of men, to bring bread out of the earth; |
|
15
|
15
|
| καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. | and wine makes glad the heart of man, to make his face cheerful with oil: and bread strengthens man's heart. |
|
16
|
16
|
| χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. | The trees of the plain shall be full of sap; even the cedars of Libanus which he has planted. |
|
17
|
17
|
| ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. | There the sparrows will build their nests; and the house of the heron takes the lead among them. |
|
18
|
18
|
| ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. | The high mountains are a refuge for the stags, and the rock for the rabbits. |
|
19
|
19
|
| ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. | He appointed the moon for seasons: the sun knows his going down. |
|
20
|
20
|
| ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. | Thou didst make darkness, and it was night; in it all the wild beasts of the forest will be abroad: |
|
21
|
21
|
| σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. | even young lions roaring for prey, and to seek meat for themselves from God. |
|
22
|
22
|
| ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. | The sun arises, and they shall be gathered together, and shall lie down in their dens. |
|
23
|
23
|
| ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. | Man shall go forth to his work, and to his labour till evening. |
|
24
|
24
|
| ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. | How great are thy works, O Lord! in wisdom hast thou wrought them all: the earth is filled with thy creation. |
|
25
|
25
|
| αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων· | So is this great and wide sea: there are things creeping innumerable, small animals and great. |
|
26
|
26
|
| ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. | There go the ships; and this dragon whom thou hast made to play in it. |
|
27
|
27
|
| πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. | All wait upon thee, to give them their food in due season. |
|
28
|
28
|
| δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος. | When thou hast given it them, they will gather it; and when thou hast opened thine hand, they shall all be filled with good. |
|
29
|
29
|
| ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. | But when thou hast turned away thy face, they shall be troubled: thou wilt take away their breath, and they shall fail, and return to their dust. |
|
30
|
30
|
| ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. | Thou shalt send forth thy Spirit, and they shall be created; and thou shalt renew the face of the earth. |
|
31
|
31
|
| ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· | Let the glory of the Lord be for ever: the Lord shall rejoice in his works; |
|
32
|
32
|
| ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. | who looks upon the earth, and makes it tremble; who touches the mountains, and they smoke. |
|
33
|
33
|
| ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω· | I will sing to the Lord while I live; I will sing praise to my God while I exist. |
|
34
|
34
|
| ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. | Let my meditation be sweet to him: and I will rejoice in the Lord. |
|
35
|
35
|
| ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. | Let the sinners fail from off the earth, and transgressors, so that they shall be no more. Bless the Lord, O my soul. |
|
Κεφάλαιο 104
|
Psalm 104
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ· | Alleluia. Give thanks to the Lord, and call upon his name; declare his works among the heathen. |
|
2
|
2
|
| ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. | Sing to him, yea, sing praises to him: tell forth all his wonderful works. |
|
3
|
3
|
| ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· | Glory in his holy name: let the heart of them that seek the Lord rejoice. |
|
4
|
4
|
| ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. | Seek ye the Lord, and be strengthened; seek his face continually. |
|
5
|
5
|
| μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ, | Remember his wonderful works that he has done; his wonders, and the judgments of his mouth; |
|
6
|
6
|
| σπέρμα ῾Αβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ ᾿Ιακὼβ ἐκλεκτοὶ αὐτοῦ. | ye seed of Abraam, his servants, ye children of Jacob, his chosen ones. |
|
7
|
7
|
| αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. | He is the Lord our God; his judgments are in all the earth. |
|
8
|
8
|
| ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, | He has remembered his covenant for ever, the word which he commanded for a thousand generations: |
|
9
|
9
|
| ὃν διέθετο τῷ ῾Αβραάμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ ᾿Ισαὰκ | which he established as a covenant to Abraam, and he remembered his oath to Isaac. |
|
10
|
10
|
| καὶ ἔστησεν αὐτὸν τῷ ᾿Ιακὼβ εἰς πρόσταγμα καὶ τῷ ᾿Ισραὴλ εἰς διαθήκην αἰώνιον | And he established it to Jacob for an ordinance, and to Israel for an everlasting covenant; |
|
11
|
11
|
| λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν. | saying, To thee will I give the land of Chanaan, the line of your inheritance: |
|
12
|
12
|
| ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ | when they were few in number, very few, and sojourners in it. |
|
13
|
13
|
| καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. | And they went from nation to nation, and from one kingdom to another people. |
|
14
|
14
|
| οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· | He suffered no man to wrong them; and he rebuked kings for their sakes: |
|
15
|
15
|
| μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. | saying, Touch not my anointed ones; and do my prophets no harm. |
|
16
|
16
|
| καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν· | Moreover he called for a famine upon the land; he broke the whole support of bread. |
|
17
|
17
|
| ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη ᾿Ιωσήφ. | He sent a man before them; Joseph was sold for a slave. |
|
18
|
18
|
| ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ | They hurt his feet with fetters; his soul passed into iron, |
|
19
|
19
|
| μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν. | until the time that his cause came on; the word of the Lord tried him as fire. |
|
20
|
20
|
| ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτόν, ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. | The king sent and loosed him; even the prince of the people, and let him go free. |
|
21
|
21
|
| κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ | He made him lord over his house, and ruler of all his substance; |
|
22
|
22
|
| τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. | to chastise his rulers at his pleasure, and to teach his elders wisdom. |
|
23
|
23
|
| καὶ εἰσῆλθεν ᾿Ισραὴλ εἰς Αἴγυπτον, καὶ ᾿Ιακὼβ παρῴκησεν ἐν γῇ Χάμ. | Israel also came into Egypt, and Jacob sojourned in the land of Cham. |
|
24
|
24
|
| καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. | And he increased his people greatly, and made them stronger than their enemies. |
|
25
|
25
|
| μετέστρεψε τὴν καρδίαν αὐτοῦ τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. | And he turned their heart to hate his people, to deal craftily with his servants. |
|
26
|
26
|
| ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, ᾿Ααρών, ὃν ἐξελέξατο ἑαυτῷ. | He sent forth Moses his servant, and Aaron whom he had chosen. |
|
27
|
27
|
| ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. | He established among them his signs, and his wonders in the land of Cham. |
|
28
|
28
|
| ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ· | He sent forth darkness, and made it dark; yet they rebelled against his words. |
|
29
|
29
|
| μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. | He turned their waters into blood, and slew their fish. |
|
30
|
30
|
| ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν. | Their land produced frogs abundantly, in the chambers of their kings. |
|
31
|
31
|
| εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. | He spoke, and the dog-fly came, and lice in all their coasts. |
|
32
|
32
|
| ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν, | He turned their rain into hail, and sent flaming fire in their land. |
|
33
|
33
|
| καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν. | And he smote their vines and their fig-trees; and broke every tree of their coast. |
|
34
|
34
|
| εἶπε καὶ ἦλθεν ἀκρίς, καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός, | He spoke, and the locust came, and caterpillars innumerable, |
|
35
|
35
|
| καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. | and devoured all the grass in their land, and devoured the fruit of their ground. |
|
36
|
36
|
| καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. | He smote also every first-born of their land, the first-fruits of all their labour. |
|
37
|
37
|
| καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. | And he brought them out with silver and gold; and there was not a feeble one among their tribes. |
|
38
|
38
|
| εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ᾿ αὐτούς. | Egypt rejoiced at their departing; for the fear of them fell upon them. |
|
39
|
39
|
| διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. | He spread out a cloud for a covering to them, and fire to give them light by night. |
|
40
|
40
|
| ᾔτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς· | They asked, and the quail came, and he satisfied them with the bread of heaven. |
|
41
|
41
|
| διέρρηξε πέτραν, καὶ ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί. | He clave the rock, and the waters flowed; rivers ran in dry places. |
|
42
|
42
|
| ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ τοῦ πρὸς ῾Αβραὰμ τὸν δοῦλον αὐτοῦ | For he remembered his holy word, which he promised to Abraam his servant. |
|
43
|
43
|
| καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. | And he brought out his people with exultation, and his chosen with joy; |
|
44
|
44
|
| καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν, | and gave them the lands of the heathen; and they inherited the labours of the people; |
|
45
|
45
|
| ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν. | that they might keep his ordinances, and diligently seek his law. |
|
Κεφάλαιο 105
|
Psalm 105
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | Alleluia. Give thanks to the Lord; for he is good: for his mercy endures for ever. |
|
2
|
2
|
| τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; | Who shall tell the mighty acts of the Lord? who shall cause all his praises to be heard? |
|
3
|
3
|
| μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. | Blessed are they that keep judgment, and do righteousness at all times. |
|
4
|
4
|
| μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου | Remember us, O Lord, with the favour thou hast to thy people: visit us with thy salvation; |
|
5
|
5
|
| τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. | that we may behold the good of thine elect, that we may rejoice in the gladness of thy nation, that we may glory with thine inheritance. |
|
6
|
6
|
| ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. | We have sinned with our fathers, we have transgressed, we have done unrighteously. |
|
7
|
7
|
| οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ. | Our fathers in Egypt understood not thy wonders, and remembered not the multitude of thy mercy; but provoked him as they went up by the Red Sea. |
|
8
|
8
|
| καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ· | Yet he saved them for his name's sake, that he might cause his mighty power to be known. |
|
9
|
9
|
| καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ· | And he rebuked the Red Sea, and it was dried up: so he led them through the deep as through the wilderness. |
|
10
|
10
|
| καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν· | And he saved them out of the hand of them that hated them, and redeemed them out of the hand of the enemy. |
|
11
|
11
|
| ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. | The water covered those that oppressed them: there was not one of them left. |
|
12
|
12
|
| καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. | Then they believed his words, and celebrated his praise. |
|
13
|
13
|
| ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ· | They made haste, they forgot his works; they waited not for his counsel. |
|
14
|
14
|
| καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. | And they lusted exceedingly in the wilderness, and tempted God in the dry land. |
|
15
|
15
|
| καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. | And he gave them their request, and sent fulness into their souls. |
|
16
|
16
|
| καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ, τὸν ᾿Ααρὼν τὸν ἅγιον Κυρίου· | They provoked Moses also in the camp, and Aaron the holy one of the Lord. |
|
17
|
17
|
| ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν ᾿Αβειρών· | The earth opened and swallowed up Dathan, and closed upon the congregation of Abiron. |
|
18
|
18
|
| καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς. | And a fire was kindled in their congregation, and a flame burnt up the sinners. |
|
19
|
19
|
| καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ καὶ προσεκύνησαν τῷ γλυπτῷ. | And they made a calf in Choreb, and worshipped the graven image, |
|
20
|
20
|
| καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. | and they changed their glory into the similitude of a calf that feeds on grass. |
|
21
|
21
|
| καὶ ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σῴζοντος αὐτούς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, | They forgot God that saved them, who had wrought great deeds in Egypt; |
|
22
|
22
|
| θαυμαστὰ ἐν γῇ Χάμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς. | wondrous works in the land of Cham, and terrible things at the Red Sea. |
|
23
|
23
|
| καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτούς, εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς. | So he said that he would have destroyed them, had not Moses his chosen stood before him in the breach, to turn him away from the fierceness of his anger, so that he should not destroy them. |
|
24
|
24
|
| καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ· | Moreover they set at nought the desirable land, and believed not his word. |
|
25
|
25
|
| καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. | And they murmured in their tents: they hearkened not to the voice of the Lord. |
|
26
|
26
|
| καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτοὺς τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ | So he lifted up his hand against them, to cast them down in the wilderness; |
|
27
|
27
|
| καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις. | and to cast down their seed among the nations, and to scatter them in the countries. |
|
28
|
28
|
| καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ καὶ ἔφαγον θυσίας νεκρῶν· | They were joined also to Beelphegor, and ate the sacrifices of the dead. And they provoked him with their devices; |
|
29
|
29
|
| καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. | and destruction was multiplied among them. |
|
30
|
30
|
| καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· | Then Phinees stood up, and made atonement: and the plague ceased. |
|
31
|
31
|
| καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. | And it was counted to him for righteousness, to all generations for ever. |
|
32
|
32
|
| καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας καὶ ἐκακώθη Μωυσῆς δι᾿ αὐτούς, | They provoked him also at the water of Strife, and Moses was hurt for their sakes; |
|
33
|
33
|
| ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ. | for they provoked his spirit, and he spoke unadvisedly with his lips. |
|
34
|
34
|
| οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς, | They destroyed not the nations which the Lord told them to destroy; |
|
35
|
35
|
| καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι καὶ ἔμαθον τὰ ἔργα αὐτῶν· | but were mingled with the heathen, and learned their works. |
|
36
|
36
|
| καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον· | And they served their graven images; and it became an offence to them. |
|
37
|
37
|
| καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις | And they sacrificed their sons and their daughters to devils, |
|
38
|
38
|
| καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι | and shed innocent blood, the blood of their sons and daughters, whom they sacrificed to the idols of Chanaan; and the land was defiled with blood, |
|
39
|
39
|
| καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. | and was polluted with their works; and they went a whoring with their own devices. |
|
40
|
40
|
| καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· | So the Lord was very angry with his people, and he abhorred his inheritance. |
|
41
|
41
|
| καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. | And he delivered them into the hands of their enemies; and they that hated them ruled over them. |
|
42
|
42
|
| καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν. | And their enemies oppressed them, and they were brought down under their hands. |
|
43
|
43
|
| πλεονάκις ἐρρύσατο αὐτούς, αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. | Many a time he delivered them; but they provoked him by their counsel, and they were brought low by their iniquities. |
|
44
|
44
|
| καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτούς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν· | Yet the Lord looked upon their affliction, when he heard their petition. |
|
45
|
45
|
| καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ | And he remembered his covenant, and repented according to the multitude of his mercy. |
|
46
|
46
|
| καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. | And he caused them to be pitied in the sight of all who carried them captive. |
|
47
|
47
|
| σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. | Save us, O Lord our God, and gather us from among the heathen, that we may give thanks to thy holy name, that we may glory in thy praise. |
|
48
|
48
|
| εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. καὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο γένοιτο. | Blessed be the Lord God of Israel from everlasting and to everlasting; and all the people shall say, Amen, Amen. |
|
Κεφάλαιο 106
|
Psalm 106
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | Alleluia. Give thanks to the Lord, for he is good; for his mercy endures for ever. |
|
2
|
2
|
| εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. | Let them say so who have been redeemed by the Lord, whom he has redeemed from the hand of the enemy; |
|
3
|
3
|
| ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης. | and gathered them out of the countries, from the east, and west, and north, and south. |
|
4
|
4
|
| ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον, | They wandered in the wilderness in a dry land; they found no way to a city of habitation. |
|
5
|
5
|
| πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε· | Hungry and thirsty, their soul fainted in them. |
|
6
|
6
|
| καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτοὺς | Then they cried to the Lord in their affliction, and he delivered them out of their distresses. |
|
7
|
7
|
| καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. | And he guided them into a straight path, that they might go to a city of habitation. |
|
8
|
8
|
| ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, | Let them acknowledge to the Lord his mercies, and his wonderful works to the children of men. |
|
9
|
9
|
| ὅτι ἐχόρτασε ψυχὴν κενὴν καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. | For he satisfies the empty soul, and fills the hungry soul with good things, |
|
10
|
10
|
| καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ, | even them that sit in darkness and the shadow of death, fettered in poverty and iron; |
|
11
|
11
|
| ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ ῾Υψίστου παρώξυναν, | because they rebelled against the words of God, and provoked the counsel of the Most High. |
|
12
|
12
|
| καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν· | So their heart was brought low with troubles; they were weak, and there was no helper. |
|
13
|
13
|
| καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς | Then they cried to the Lord in their affliction, and he saved them out of their distresses. |
|
14
|
14
|
| καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν. | And he brought them out of darkness and the shadow of death, and broke their bonds asunder. |
|
15
|
15
|
| ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, | Let them acknowledge to the Lord his mercies, and his wonders to the children of men. |
|
16
|
16
|
| ὅτι συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. | For he broke to pieces the brazen gates, and crushed the iron bars. |
|
17
|
17
|
| ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν· | He helped them out of the way of their iniquity; for they were brought low because of their iniquities. |
|
18
|
18
|
| πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου· | Their soul abhorred all meat; and they drew near to the gates of death. |
|
19
|
19
|
| καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς, | Then they cried to the Lord in their affliction, and he saved them out of their distresses. |
|
20
|
20
|
| ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. | He sent his word, and healed them, and delivered them out of their destructions. |
|
21
|
21
|
| ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων | Let them acknowledge to the Lord his mercies, and his wonderful works to the children of men. |
|
22
|
22
|
| καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. | And let them offer to him the sacrifice of praise, and proclaim his works with exultation. |
|
23
|
23
|
| οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, | They that go down to the sea in ships, doing business in many waters; |
|
24
|
24
|
| αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. | these men have seen the works of the Lord, and his wonders in the deep. |
|
25
|
25
|
| εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς· | He speaks, and the stormy wind arises, and its waves are lifted up. |
|
26
|
26
|
| ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο· | They go up to the heavens, and go down to the depths; their soul melts because of troubles. |
|
27
|
27
|
| ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη· | They are troubled, they stagger as a drunkard, and all their wisdom is swallowed up. |
|
28
|
28
|
| καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς | Then they cry to the Lord in their affliction, and he brings them out of their distresses. |
|
29
|
29
|
| καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς· | And he commands the storm, and it is calmed into a gentle breeze, and its waves are still. |
|
30
|
30
|
| καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ. | And they are glad, because they are quiet; and he guides them to their desired haven. |
|
31
|
31
|
| ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. | Let them acknowledge to the Lord his mercies, and his wonderful works to the children of men. |
|
32
|
32
|
| ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. | Let them exalt him in the congregation of the people, and praise him in the seat of the elders. |
|
33
|
33
|
| ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν, | He turns rivers into a desert, and streams of water into a dry land; |
|
34
|
34
|
| γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. | a fruitful land into saltness, for the wickedness of them that dwell in it. |
|
35
|
35
|
| ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. | He turns a wilderness into pools of water, and a dry land into streams of water. |
|
36
|
36
|
| καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας | And there he causes the hungry to dwell, and they establish for themselves cities of habitation. |
|
37
|
37
|
| καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γεννήματος, | And they sow fields, and plant vineyards, and they yield fruit of increase. |
|
38
|
38
|
| καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε. | And he blesses them, and they multiply exceedingly, and he diminishes not the number of their cattle. |
|
39
|
39
|
| καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. | Again they become few, and are brought low, by the pressure of evils and pain. |
|
40
|
40
|
| ἐξεχύθη ἐξουδένωσις ἐπ᾿ ἄρχοντας αὐτῶν, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. | Contempt is poured upon their princes, and he causes them to wander in a desert and trackless land. |
|
41
|
41
|
| καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάς. | But he helps the poor out of poverty, and makes him families as a flock. |
|
42
|
42
|
| ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. | The upright shall see and rejoice; and all iniquity shall stop her mouth. |
|
43
|
43
|
| τίς σοφὸς καὶ φυλάξει ταῦτα καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου; | Who is wise, and will observe these things, and understand the mercies of the Lord? |
|
Κεφάλαιο 107
|
Psalm 107
|
|
1
|
1
|
| ᾿ῼδὴ ψαλμοῦ τῷ Δαυΐδ. | Song of a Psalm by David. |
|
2
|
2
|
| ΕΤΟΙΜΗ ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. | O God, my heart is ready, my heart is ready; I will sing and sing psalms with my glory. |
|
3
|
3
|
| ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. | Awake, psaltery and harp; I will awake early. |
|
4
|
4
|
| ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν, | I will give thanks to thee, O Lord, among the people; I will sing praise to thee among the Gentiles. |
|
5
|
5
|
| ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. | For thy mercy is great above the heavens, and thy truth reaches to the clouds. |
|
6
|
6
|
| ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. | Be thou exalted, O God, above the heavens; and thy glory above all the earth. |
|
7
|
7
|
| ὅπως ἂν ρυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. | That thy beloved ones may be delivered, save with thy right hand, and hear me. God has spoken in his sanctuary; |
|
8
|
8
|
| ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω· | I will be exalted, and will divide Sicima, and will measure out the valley of tents. |
|
9
|
9
|
| ἐμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, καὶ ᾿Εφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου, ᾿Ιούδας βασιλεύς μου, | Galaad is mine; and Manasses is mine; and Ephraim is the help of mine head; Judas is my king; |
|
10
|
10
|
| Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν ᾿Ιδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. | Moab is the caldron of my hope; over Idumea will I cast my sandal; the Philistines are made subject to me. |
|
11
|
11
|
| τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς ᾿Ιδουμαίας; | Who will bring me into the fortified city? or who will guide me to Idumea? |
|
12
|
12
|
| οὐχὶ σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν; | Wilt not thou, O God, who hast rejected us? and wilt not thou, O God, go forth with our hosts? |
|
13
|
13
|
| δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. | Give us help from tribulation: for vain is the help of man. |
|
14
|
14
|
| ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. | Through God we shall do valiantly; and he will bring to nought our enemies. |
|
Κεφάλαιο 108
|
Psalm 108
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. Ο Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, | For the end, a Psalm of David. O God, pass not over my praise in silence; |
|
2
|
2
|
| ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾿ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾿ ἐμοῦ γλώσσῃ δολίᾳ | for the mouth of the sinner and the mouth of the crafty man have been opened against me: they have spoken against me with a crafty tongue. |
|
3
|
3
|
| καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν. | And they have compassed me with words of hatred; and fought against me without a cause. |
|
4
|
4
|
| ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· | Instead of loving me, they falsely accused me: but I continued to pray. |
|
5
|
5
|
| καὶ ἔθεντο κατ᾿ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. | And they rewarded me evil for good, and hatred for my love. |
|
6
|
6
|
| κατάστησον ἐπ᾿ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· | Set thou a sinner against him; and let the devil stand at his right hand. |
|
7
|
7
|
| ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. | When he is judged, let him go forth condemned: and let his prayer become sin. |
|
8
|
8
|
| γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. | Let his days be few: and let another take his office of overseer. |
|
9
|
9
|
| γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα· | Let his children be orphans, and his wife a widow. |
|
10
|
10
|
| σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. | Let his children wander without a dwelling-place, and beg: let them be cast out of their habitations. |
|
11
|
11
|
| ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ· | Let his creditor exact all that belongs to him: and let strangers spoil his labours. |
|
12
|
12
|
| μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ· | Let him have no helper; neither let there be any one to have compassion on his fatherless children. |
|
13
|
13
|
| γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. | Let his children be given up to utter destruction: in one generation let his name be blotted out. |
|
14
|
14
|
| ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη· | Let the iniquity of his fathers be remembered before the Lord; and let not the sin of his mother be blotted out. |
|
15
|
15
|
| γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντός, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, | Let them be before the Lord continually; and let their memorial be blotted out from the earth. |
|
16
|
16
|
| ἀνθ᾿ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. | Because he remembered not to shew mercy, but persecuted the needy and poor man, and that to slay him that was pricked in the heart. |
|
17
|
17
|
| καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾿ αὐτοῦ. | He loved cursing also, and it shall come upon him; and he took not pleasure in blessing, so it shall be removed far from him. |
|
18
|
18
|
| καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. | Yea, he put on cursing as a garment, and it is come as water into his bowels, and as oil into his bones. |
|
19
|
19
|
| γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται. | Let it be to him as a garment which he puts on, and as a girdle with which he girds himself continually. |
|
20
|
20
|
| τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. | This is the dealing of the Lord with those who falsely accuse me, and of them that speak evil against my soul. |
|
21
|
21
|
| καὶ σύ, Κύριε Κύριε, ποίησον μετ᾿ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. ρῦσαί με, | But thou, O Lord, Lord, deal mercifully with me, for thy name's sake: for thy mercy is good. |
|
22
|
22
|
| ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. | Deliver me, for I am poor and needy; and my heart is troubled within me. |
|
23
|
23
|
| ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. | I am removed as a shadow in its going down: I am tossed up and down like locusts. |
|
24
|
24
|
| τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον. | My knees are weakened through fasting, and my flesh is changed by reason of the want of oil. |
|
25
|
25
|
| κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. | I became also a reproach to them: when they saw me they shook their heads. |
|
26
|
26
|
| βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. | Help me, O Lord my God; and save me according to thy mercy. |
|
27
|
27
|
| καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ, Κύριε, ἐποίησας αὐτήν. | And let them know that this is thy hand; and that thou, Lord, hast wrought it. |
|
28
|
28
|
| καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. | Let them curse, but thou shalt bless: let them that rise up against me be ashamed, but let thy servant rejoice. |
|
29
|
29
|
| ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. | Let those that falsely accuse me be clothed with shame, and let them cover themselves with their shame as with a mantle. |
|
30
|
30
|
| ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, | I will give thanks to the Lord abundantly with my mouth; and in the midst of many I will praise him. |
|
31
|
31
|
| ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. | For he stood on the right hand of the poor, to save me from them that persecute my soul. |
|
Κεφάλαιο 109
|
Psalm 109
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. ΕΙΠΕΝ ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. | A Psalm of David. The Lord said to my Lord, Sit thou on my right hand, until I make thine enemies thy footstool. |
|
2
|
2
|
| ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. | The Lord shall send out a rod of power for thee out of Sion: rule thou in the midst of thine enemies. |
|
3
|
3
|
| μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. | With thee is dominion in the day of thy power, in the splendours of thy saints: I have begotten thee from the womb before the morning. |
|
4
|
4
|
| ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. | The Lord sware, and will not repent, Thou art a priest for ever, after the order of Melchisedec. |
|
5
|
5
|
| Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς· | The Lord at thy right hand has dashed in pieces kings in the day of his wrath. |
|
6
|
6
|
| κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. | He shall judge among the nations, he shall fill up the number of corpses, he shall crush the heads of many on the earth. |
|
7
|
7
|
| ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν. | He shall drink of the brook in the way; therefore shall he lift up the head. |
|
Κεφάλαιο 110
|
Psalm 110
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΕΞΟΜΟΛΟΓΗΣΟΜΑΙ σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. | Alleluia. I will give thee thanks, O Lord, with my whole heart, in the council of the upright, and in the congregation. |
|
2
|
2
|
| μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ· | The works of the Lord are great, sought out according to all his will. |
|
3
|
3
|
| ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | His work is worthy of thanksgiving and honour: and his righteousness endures for ever and ever. |
|
4
|
4
|
| μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ, ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος· | He has caused his wonderful works to be remembered: the Lord is merciful and compassionate. |
|
5
|
5
|
| τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν, μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. | He has given food to them that fear him: he will remember his covenant for ever. |
|
6
|
6
|
| ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. | He has declared to his people the power of his works, to give them the inheritance of the heathen. |
|
7
|
7
|
| ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, | The works of his hands are truth and judgment: all his commandments are sure: |
|
8
|
8
|
| ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. | established for ever and ever, done in truth and uprightness. |
|
9
|
9
|
| λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. | He sent redemption to his people: he commanded his covenant for ever: holy and fearful is his name. |
|
10
|
10
|
| ἀρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | The fear of the Lord is the beginning of wisdom, and all that act accordingly have a good understanding; his praise endures for ever and ever. |
|
Κεφάλαιο 111
|
Psalm 111
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΜΑΚΑΡΙΟΣ ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· | Alleluia. Blessed is the man that fears the Lord: he will delight greatly in his commandments. |
|
2
|
2
|
| δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται. | His seed shall be mighty in the earth: the generation of the upright shall be blessed. |
|
3
|
3
|
| δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | Glory and riches shall be in his house; and his righteousness endures for evermore. |
|
4
|
4
|
| ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. | To the upright light has sprung up in darkness: he is pitiful, and merciful, and righteous. |
|
5
|
5
|
| χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, | The good man is he that pities and lends: he will direct his affairs with judgment. |
|
6
|
6
|
| ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται, εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. | For he shall not be moved for ever; the righteous shall be in everlasting remembrance. |
|
7
|
7
|
| ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. | He shall not be afraid of any evil report: his heart is ready to trust in the Lord. |
|
8
|
8
|
| ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ· | His heart is established, he shall not fear, till he shall see his desire upon his enemies. |
|
9
|
9
|
| ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. | He has dispersed abroad; he has given to the poor; his righteousness endures for evermore: his horn shall be exalted with honour. |
|
10
|
10
|
| ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται. | The sinner shall see and be angry, he shall gnash his teeth, and consume away: the desire of the sinner shall perish. |
|
Κεφάλαιο 112
|
Psalm 112
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΑΙΝΕΙΤΕ, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου· | Alleluia. Praise the Lord, ye servants of his, praise the name of the Lord. |
|
2
|
2
|
| εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. | Let the name of the Lord be blessed, from this present time and for ever. |
|
3
|
3
|
| ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. | From the rising of the sun to his setting, the name of the Lord is to be praised. |
|
4
|
4
|
| ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. | The Lord is high above all the nations; his glory is above the heavens. |
|
5
|
5
|
| τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν | Who is as the Lord our God? who dwells in the high places, |
|
6
|
6
|
| καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, | and yet looks upon the low things in heaven, and on the earth: |
|
7
|
7
|
| ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα | who lifts up the poor from the earth, and raises up the needy from the dunghill; |
|
8
|
8
|
| τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· | to set him with princes, even with the princes of his people: |
|
9
|
9
|
| ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. | who settles the barren woman in a house, as a mother rejoicing over children. |
|
Κεφάλαιο 113
|
Psalm 113
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΕΝ ΕΞΟΔῼ ᾿Ισραὴλ ἐξ Αἰγύπτου, οἴκου ᾿Ιακὼβ ἐκ λαοῦ βαρβάρου, | Alleluia. At the going forth of Israel from Egypt, of the house of Jacob from a barbarous people, |
|
2
|
2
|
| ἐγενήθη ᾿Ιουδαία ἁγίασμα αὐτοῦ, ᾿Ισραὴλ ἐξουσία αὐτοῦ. | Judea became his sanctuary, and Israel his dominion. |
|
3
|
3
|
| ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ ᾿Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· | The sea saw and fled: Jordan was turned back. |
|
4
|
4
|
| τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. | The mountains skipped like rams, and the hills like lambs. |
|
5
|
5
|
| τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, ᾿Ιορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; | What ailed thee, O sea, that thou fleddest? and thou Jordan, that thou wast turned back? |
|
6
|
6
|
| τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; | Ye mountains, that ye skipped like rams, and ye hills, like lambs? |
|
7
|
7
|
| ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ιακὼβ | The earth trembled at the presence of the Lord, at the presence of the God of Jacob; |
|
8
|
8
|
| τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. | who turned the rock into pools of water, and the flint into fountains of water. |
|
9
|
9
|
| μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν, ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, | Not to us, O Lord, not to us, but to thy name give glory, because of thy mercy and thy truth; |
|
10
|
10
|
| μήποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; | lest at any time the nations should say, Where is their God? |
|
11
|
11
|
| ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησε. | But our God has done in heaven and on earth, whatsoever he has pleased. |
|
12
|
12
|
| τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· | The idols of the nations are silver and gold, the works of men's hands. |
|
13
|
13
|
| στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται, | They have a mouth, but they cannot speak; they have eyes, but they cannot see: |
|
14
|
14
|
| ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται, ρῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται, | they have ears, but they cannot hear; they have noses, but they cannot smell; |
|
15
|
15
|
| χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. | they have hands, but they cannot handle; they have feet, but they cannot walk: they cannot speak through their throat. |
|
16
|
16
|
| ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς. | Let those that make them become like to them, and all who trust in them. |
|
17
|
17
|
| οἶκος ᾿Ισραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. | The house of Israel trusts in the Lord: he is their helper and defender. |
|
18
|
18
|
| οἶκος ᾿Ααρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. | The house of Aaron trusts in the Lord: he is their helper and defender. |
|
19
|
19
|
| οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. | They that fear the Lord trust in the Lord: he is their helper and defender. |
|
20
|
20
|
| Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησε τὸν οἶκον ᾿Ισραήλ, εὐλόγησε τὸν οἶκον ᾿Ααρών, | The Lord has remembered us, and blessed us: he has blessed the house of Israel, he has blessed the house of Aaron. |
|
21
|
21
|
| εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. | He has blessed them that fear the Lord, both small and great. |
|
22
|
22
|
| προσθείη Κύριος ἐφ᾿ ὑμᾶς, ἐφ᾿ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. | The Lord add blessings to you and to your children. |
|
23
|
23
|
| εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. | Blessed are ye of the Lord, who made the heaven and the earth. |
|
24
|
24
|
| ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. | The heaven of heavens belongs to the Lord: but he has given the earth to the sons of men. |
|
25
|
25
|
| οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου, | The dead shall not praise thee, O Lord, nor any that go down to Hades. |
|
26
|
26
|
| ἀλλ᾿ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. | But we, the living, will bless the Lord, from henceforth and for ever. |
|
Κεφάλαιο 114
|
Psalm 114
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΗΓΑΠΗΣΑ, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, | Alleluia. I am well pleased, because the Lord will hearken to the voice of my supplication. |
|
2
|
2
|
| ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. | Because he has inclined his ear to me, therefore will I call upon him while I live. |
|
3
|
3
|
| περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον, | The pangs of death compassed me; the dangers of hell found me: I found affliction and sorrow. |
|
4
|
4
|
| καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην· ὦ Κύριε, ρῦσαι τὴν ψυχήν μου. | Then I called on the name of the Lord: O Lord, deliver my soul. |
|
5
|
5
|
| ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. | The Lord is merciful and righteous; yea, our God has pity. |
|
6
|
6
|
| φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. | The Lord preserves the simple: I was brought low, and he delivered me. |
|
7
|
7
|
| ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, | Return to thy rest, O my soul; for the Lord has dealt bountifully with thee. |
|
8
|
8
|
| ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. | For he has delivered my soul from death, mine eyes from tears, and my feet from falling. |
|
9
|
9
|
| εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων. | I shall be well-pleasing before the Lord in the land of the living. |
|
Κεφάλαιο 115
|
Psalm 115
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΕΠΙΣΤΕΥΣΑ, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. | Alleluia. I believed, wherefore I have spoken: but I was greatly afflicted. |
|
2
|
2
|
| ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. | And I said in mine amazement, Every man is a liar. |
|
3
|
3
|
| τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; | What shall I render to the Lord for all the things wherein he has rewarded me? |
|
4
|
4
|
| ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. | I will take the cup of salvation, and call upon the name of the Lord. |
|
5
|
|
| τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. | |
|
6
|
6
|
| τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. | Precious in the sight of the Lord is the death of his saints. |
|
7
|
7
|
| ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου, | O Lord, I am thy servant; I am thy servant, and the son of thine handmaid: thou hast burst my bonds asunder. |
|
8
|
8
|
| σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. | I will offer to thee the sacrifice of praise, and will call upon the name of the Lord. |
|
9
|
9
|
| τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, | I will pay my vows unto the Lord, in the presence of all his people, |
|
10
|
10
|
| ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, ῾Ιερουσαλήμ. | in the courts of the Lord's house, in the midst of thee, Jerusalem. |
|
Κεφάλαιο 116
|
Psalm 116
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΑΙΝΕΙΤΕ τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί, | Alleluia. Praise the Lord, all ye nations: praise him, all ye peoples. |
|
2
|
2
|
| ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. | For his mercy has been abundant toward us: and the truth of the Lord endures for ever. |
|
Κεφάλαιο 117
|
Psalm 117
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | Alleluia. Give thanks to the Lord; for he is good: for his mercy endures for ever. |
|
2
|
2
|
| εἰπάτω δὴ οἶκος ᾿Ισραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | Let now the house of Israel say, that he is good: for his mercy endures for ever. |
|
3
|
3
|
| εἰπάτω δὴ οἶκος ᾿Ααρὼν ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | Let now the house of Aaron say, that he is good: for his mercy endures for ever. |
|
4
|
4
|
| εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | Let now all that fear the Lord say, that he is good: for his mercy endures for ever. |
|
5
|
5
|
| ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. | I called on the Lord out of affliction: and he hearkened to me, so as to bring me into a wide place. |
|
6
|
6
|
| Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. | The Lord is my helper; and I will not fear what man shall do to me. |
|
7
|
7
|
| Κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. | The Lord is my helper; and I shall see my desire upon mine enemies. |
|
8
|
8
|
| ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ᾿ ἄνθρωπον· | It is better to trust in the Lord than to trust in man. |
|
9
|
9
|
| ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ᾿ ἄρχουσι. | It is better to hope in the Lord, than to hope in princes. |
|
10
|
10
|
| πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς· | All nations compassed me about: but in the name of the Lord I repulsed them. |
|
11
|
11
|
| κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. | They completely compassed me about: but in the name of the Lord I repulsed them. |
|
12
|
12
|
| ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. | They compassed me about as bees do a honeycomb, and they burst into flame as fire among thorns: but in the name of the Lord I repulsed them. |
|
13
|
13
|
| ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. | I was thrust, and sorely shaken, that I might fall: but the Lord helped me. |
|
14
|
14
|
| ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. | The Lord is my strength and my song, and is become my salvation. |
|
15
|
15
|
| φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων· δεξιὰ Κυρίου ἐποίησε δύναμιν, | The voice of exultation and salvation is in the tabernacles of the righteous: the right hand of the Lord has wrought mightily. |
|
16
|
16
|
| δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν. | The right hand of the Lord has exalted me: the right hand of the Lord has wrought powerfully. |
|
17
|
17
|
| οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. | I shall not die, but live, and recount the works of the Lord. |
|
18
|
18
|
| παιδεύων ἐπαίδευσέ με ὁ Κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. | The Lord has chastened me sore: but he has not given me up to death. |
|
19
|
19
|
| ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. | Open to me the gates of righteousness: I will go into them, and give praise to the Lord. |
|
20
|
20
|
| αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. | This is the gate of the Lord: the righteous shall enter by it. |
|
21
|
21
|
| ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. | I will give thanks to thee; because thou hast heard me, and art become my salvation. |
|
22
|
22
|
| λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· | The stone which the builders rejected, the same is become the head of the corner. |
|
23
|
23
|
| παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. | This has been done of the Lord; and it is wonderful in our eyes. |
|
24
|
24
|
| αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. | This is the day which the Lord has made: let us exult and rejoice in it. |
|
25
|
25
|
| ὦ Κύριε, σῶσον δή, ὦ Κύριε, εὐόδωσον δή. | O Lord, save now: O Lord, send now prosperity. |
|
26
|
26
|
| εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου. | Blessed is he that comes in the name of the Lord: we have blessed you out of the house of the Lord. |
|
27
|
27
|
| Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. | God is the Lord, and he has shined upon us: celebrate the feast with thick branches, binding the victims even to the horns of the altar. |
|
28
|
28
|
| Θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σύ, καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. | Thou art my God, and I will give thee thanks: thou art my God, and I will exalt thee. I will give thanks to thee, for thou hast heard me, and art become my salvation. |
|
29
|
29
|
| ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | Give thanks to the Lord; for he is good: for his mercy endures for ever. |
|
Κεφάλαιο 118
|
Psalm 118
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΜΑΚΑΡΙΟΙ οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. | Alleluia. Blessed are the blameless in the way, who walk in the law of the Lord. |
|
2
|
2
|
| μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. | Blessed are they that search out his testimonies: they will diligently seek him with the whole heart. |
|
3
|
3
|
| οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. | For they that work iniquity have not walked in his ways. |
|
4
|
4
|
| σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα. | Thou hast commanded us diligently to keep thy precepts. |
|
5
|
5
|
| ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. | O that my ways were directed to keep thine ordinances. |
|
6
|
6
|
| τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. | Then shall I not be ashamed, when I have respect to all thy commandments. |
|
7
|
7
|
| ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. | I will give thee thanks with uprightness of heart, when I have learnt the judgments of thy righteousness. |
|
8
|
8
|
| τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. — | I will keep thine ordinances: O forsake me not greatly. |
|
9
|
9
|
| ᾿Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. | Wherewith shall a young man direct his way? by keeping thy words. |
|
10
|
10
|
| ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. | With my whole heart have I diligently sought thee: cast me not away from thy commandments. |
|
11
|
11
|
| ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. | I have hidden thine oracles in my heart, that I might not sin against thee. |
|
12
|
12
|
| εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. | Blessed art thou, O Lord: teach me thine ordinances. |
|
13
|
13
|
| ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. | With my lips have I declared all the judgments of thy mouth. |
|
14
|
14
|
| ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. | I have delighted in the way of thy testimonies, as much as in all riches. |
|
15
|
15
|
| ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. | I will meditate on thy commandments, and consider thy ways. |
|
16
|
16
|
| ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. — | I will meditate on thine ordinances: I will not forget thy words. |
|
17
|
17
|
| ᾿Ανταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. | Render a recompence to thy servant: so shall I live, and keep thy words. |
|
18
|
18
|
| ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. | Unveil thou mine eyes, and I shall perceive wondrous things out of thy law. |
|
19
|
19
|
| πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου. | I am a stranger in the earth: hide not thy commandments from me. |
|
20
|
20
|
| ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. | My soul has longed exceedingly for thy judgments at all times. |
|
21
|
21
|
| ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. | Thou hast rebuked the proud: cursed are they that turn aside from thy commandments. |
|
22
|
22
|
| περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. | Remove from me reproach and contempt; for I have sought out thy testimonies. |
|
23
|
23
|
| καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. | For princes sat and spoke against me: but thy servant was meditating on thine ordinances. |
|
24
|
24
|
| καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. — | For thy testimonies are my meditation, and thine ordinances are my counsellors. |
|
25
|
25
|
| ᾿Εκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. | My soul has cleaved to the ground; quicken thou me according to thy word. |
|
26
|
26
|
| τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. | I declared my ways, and thou didst hear me; teach me thine ordinances. |
|
27
|
27
|
| ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. | Instruct me in the way of thine ordinances; and I will meditate on thy wondrous works. |
|
28
|
28
|
| ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. | My soul has slumbered for sorrow; strengthen thou me with thy words. |
|
29
|
29
|
| ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. | Remove from me the way of iniquity; and be merciful to me by thy law. |
|
30
|
30
|
| ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. | I have chosen the way of truth; and have not forgotten thy judgments. |
|
31
|
31
|
| ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. | I have cleaved to thy testimonies, O Lord; put me not to shame. |
|
32
|
32
|
| ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.— | I ran the way of thy commandments, when thou didst enlarge my heart. |
|
33
|
33
|
| Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. | Teach me, O Lord, the way of thine ordinances, and I will seek it out continually. |
|
34
|
34
|
| συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. | Instruct me, and I will search out thy law, and will keep it with my whole heart. |
|
35
|
35
|
| ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. | Guide me in the path of thy commandments; for I have delighted in it. |
|
36
|
36
|
| κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. | Incline mine heart to thy testimonies, and not to covetousness. |
|
37
|
37
|
| ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. | Turn away mine eyes that I may not behold vanity: quicken thou me in thy way. |
|
38
|
38
|
| στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. | Confirm thine oracle to thy servant, that he may fear thee. |
|
39
|
39
|
| περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά. | Take away my reproach which I have feared: for thy judgments are good. |
|
40
|
40
|
| ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. — | Behold, I have desired thy commandments: quicken me in thy righteousness. |
|
41
|
41
|
| Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. | And let thy mercy come upon me, O Lord; even thy salvation, according to thy word. |
|
42
|
42
|
| καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. | And so I shall render an answer to them that reproach me: for I have trusted in thy words. |
|
43
|
43
|
| καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. | And take not the word of truth utterly out of my mouth; for I have hoped in thy judgments. |
|
44
|
44
|
| καὶ φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | So shall I keep thy law continually, for ever and ever. |
|
45
|
45
|
| καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. | I walked also at large: for I sought out thy commandments. |
|
46
|
46
|
| καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. | And I spoke of thy testimonies before kings, and was not ashamed. |
|
47
|
47
|
| καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. | And I meditated on thy commandments, which I loved exceedingly. |
|
48
|
48
|
| καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. — | And I lifted up my hands to thy commandments which I loved; and I meditated in thine ordinances. |
|
49
|
49
|
| Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. | Remember thy words to thy servant, wherein thou hast made me hope. |
|
50
|
50
|
| αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. | This has comforted me in mine affliction: for thine oracle has quickened me. |
|
51
|
51
|
| ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. | The proud have transgressed exceedingly; but I swerved not from thy law. |
|
52
|
52
|
| ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. | I remembered thy judgments of old, O Lord; and was comforted. |
|
53
|
53
|
| ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. | Despair took hold upon me, because of the sinners who forsake thy law. |
|
54
|
54
|
| ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. | Thine ordinances were my songs in the place of my sojourning. |
|
55
|
55
|
| ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. | I remembered thy name, O Lord, in the night, and kept thy law. |
|
56
|
56
|
| αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. — | This I had, because I diligently sought thine ordinances. |
|
57
|
57
|
| Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. | Thou art my portion, O Lord: I said that I would keep thy law. |
|
58
|
58
|
| ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. | I besought thy favour with my whole heart: have mercy upon me according to thy word. |
|
59
|
59
|
| διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. | I thought on thy ways, and turned my feet to thy testimonies. |
|
60
|
60
|
| ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. | I prepared myself, (and was not terrified,) to keep thy commandments. |
|
61
|
61
|
| σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. | The snares of sinners entangled me: but I forgot not thy law. |
|
62
|
62
|
| μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. | At midnight I arose, to give thanks to thee for the judgments of thy righteousness. |
|
63
|
63
|
| μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. | I am a companion of all them that fear thee, and of them that keep thy commandments. |
|
64
|
64
|
| τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. — | O Lord, the earth is full of thy mercy: teach me thine ordinances. |
|
65
|
65
|
| Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. | Thou hast wrought kindly with thy servant, O Lord, according to thy word. |
|
66
|
66
|
| χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. | Teach me kindness, and instruction, and knowledge: for I have believed thy commandments. |
|
67
|
67
|
| πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. | Before I was afflicted, I transgressed; therefore have I kept thy word. |
|
68
|
68
|
| χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. | Good art thou, O Lord; therefore in thy goodness teach me thine ordinances. |
|
69
|
69
|
| ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. | The injustice of the proud has been multiplied against me: but I will search out thy commandments with all my heart. |
|
70
|
70
|
| ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. | Their heart has been curdled like milk; but I have meditated on thy law. |
|
71
|
71
|
| ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. | It is good for me that thou hast afflicted me; that I might learn thine ordinances. |
|
72
|
72
|
| ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. — | The law of thy mouth is better to me than thousands of gold and silver. |
|
73
|
73
|
| Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. | Thy hands have made me, and fashioned me: instruct me, that I may learn thy commandments. |
|
74
|
74
|
| οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. | They that fear thee will see me and rejoice: for I have hoped in thy words. |
|
75
|
75
|
| ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. | I know, O Lord, that thy judgments are righteousness, and that thou in truthfulness hast afflicted me. |
|
76
|
76
|
| γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. | Let, I pray thee, thy mercy be to comfort me, according to thy word to thy servant. |
|
77
|
77
|
| ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. | Let thy compassions come to me, that I may live: for thy law is my meditation. |
|
78
|
78
|
| αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. | Let the proud be ashamed; for they transgressed against me unjustly: but I will meditate in thy commandments. |
|
79
|
79
|
| ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. | Let those that fear thee, and those that know thy testimonies, turn to me. |
|
80
|
80
|
| γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. — | Let mine heart be blameless in thine ordinances, that I may not be ashamed. |
|
81
|
81
|
| ᾿Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. | My soul faints for thy salvation: I have hoped in thy words. |
|
82
|
82
|
| ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με; | Mine eyes failed in waiting for thy word, saying, When wilt thou comfort me? |
|
83
|
83
|
| ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. | For I am become as a bottle in the frost: yet I have not forgotten thine ordinances. |
|
84
|
84
|
| πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; | How many are the days of thy servant? when wilt thou execute judgment for me on them that persecute me? |
|
85
|
85
|
| διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε. | Transgressors told me idle tales; but not according to thy law, O Lord. |
|
86
|
86
|
| πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. | All thy commandments are truth; they persecuted me unjustly; help thou me. |
|
87
|
87
|
| παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. | They nearly made an end of me in the earth; but I forsook not thy commandments. |
|
88
|
88
|
| κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. — | Quicken me according to thy mercy; so shall I keep the testimonies of thy mouth. |
|
89
|
89
|
| Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. | Thy word, O Lord, abides in heaven for ever. |
|
90
|
90
|
| εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. | Thy truth endures to all generations; thou hast founded the earth, and it abides. |
|
91
|
91
|
| τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. | The day continues by thy arrangement; for all things are thy servants. |
|
92
|
92
|
| εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. | Were it not that thy law is my meditation, then I should have perished in mine affliction. |
|
93
|
93
|
| εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. | I will never forget thine ordinances; for with them thou hast quickened me. |
|
94
|
94
|
| σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. | I am thine, save me; for I have sought out thine ordinances. |
|
95
|
95
|
| ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. | Sinners laid wait for me to destroy me; but I understood thy testimonies. |
|
96
|
96
|
| πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. — | I have seen an end of all perfection; but thy commandment is very broad. |
|
97
|
97
|
| ῾Ως ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. | How I have loved thy law, O Lord! it is my meditation all the day. |
|
98
|
98
|
| ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. | Thou hast made me wiser than mine enemies in thy commandment; for it is mine for ever. |
|
99
|
99
|
| ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. | I have more understanding than all my teachers; for thy testimonies are my meditation. |
|
100
|
100
|
| ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. | I understand more than the aged; because I have sought out thy commandments. |
|
101
|
101
|
| ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. | I have kept back my feet from every evil way, that I might keep thy words. |
|
102
|
102
|
| ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. | I have not declined from thy judgments; for thou hast instructed me. |
|
103
|
103
|
| ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. | How sweet are thine oracles to my throat! more so than honey to my mouth! |
|
104
|
104
|
| ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. — | I gain understanding by thy commandments: therefore I have hated every way of unrighteousness. |
|
105
|
105
|
| Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. | Thy law is a lamp to my feet, and a light to my paths. |
|
106
|
106
|
| ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. | I have sworn and determined to keep the judgments of thy righteousness. |
|
107
|
107
|
| ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. | I have been very greatly afflicted, O Lord: quicken me, according to thy word. |
|
108
|
108
|
| τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. | Accept, I pray thee, O Lord, the freewill-offerings of my mouth, and teach me thy judgments. |
|
109
|
109
|
| ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. | My soul is continually in thine hands; and I have not forgotten thy law. |
|
110
|
110
|
| ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. | Sinners spread a snare for me; but I erred not from thy commandments. |
|
111
|
111
|
| ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. | I have inherited thy testimonies for ever; for they are the joy of my heart. |
|
112
|
112
|
| ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. — | I have inclined my heart to perform thine ordinances for ever, in return for thy mercies. |
|
113
|
113
|
| Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. | I have hated transgressors; but I have loved thy law. |
|
114
|
114
|
| βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. | Thou art my helper and my supporter; I have hoped in thy words. |
|
115
|
115
|
| ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. | Depart from me, ye evil-doers; for I will search out the commandments of my God. |
|
116
|
116
|
| ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. | Uphold me according to thy word, and quicken me; and make me not ashamed of my expectation. |
|
117
|
117
|
| βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. | Help me, and I shall be saved; and I will meditate in thine ordinances continually. |
|
118
|
118
|
| ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. | Thou hast brought to nought all that depart from thine ordinances; for their inward thought is unrighteous. |
|
119
|
119
|
| παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. | I have reckoned all the sinners of the earth as transgressors; therefore have I loved thy testimonies. |
|
120
|
120
|
| καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. — | Penetrate my flesh with thy fear; for I am afraid of thy judgments. |
|
121
|
121
|
| ᾿Εποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. | I have done judgment and justice; deliver me not up to them that injure me. |
|
122
|
122
|
| ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. | Receive thy servant for good: let not the proud accuse me falsely. |
|
123
|
123
|
| οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. | Mine eyes have failed for thy salvation, and for the word of thy righteousness. |
|
124
|
124
|
| ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. | Deal with thy servant according to thy mercy, and teach me thine ordinances. |
|
125
|
125
|
| δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. | I am thy servant; instruct me, and I shall know thy testimonies. |
|
126
|
126
|
| καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. | It is time for the Lord to work: they have utterly broken thy law. |
|
127
|
127
|
| διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. | Therefore have I loved thy commandments more than gold, or the topaz. |
|
128
|
128
|
| διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. — | Therefore I directed myself according to all thy commandments: I have hated every unjust way. |
|
129
|
129
|
| Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. | Thy testimonies are wonderful: therefore my soul has sought them out. |
|
130
|
130
|
| ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. | The manifestation of thy words will enlighten, and instruct the simple. |
|
131
|
131
|
| τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. | I opened my mouth, and drew breath: for I earnestly longed after thy commandments. |
|
132
|
132
|
| ᾿Επίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. | Look upon me and have mercy upon me, after the manner of them that love thy name. |
|
133
|
133
|
| τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. | Order my steps according to thy word: and let not any iniquity have dominion over me. |
|
134
|
134
|
| λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. | Deliver me from the false accusation of men: so will I keep thy commandments. |
|
135
|
135
|
| τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. | Cause thy face to shine upon thy servant: and teach me thine ordinances. |
|
136
|
136
|
| διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. — | Mine eyes have been bathed in streams of water, because I kept not thy law. |
|
137
|
137
|
| Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. | Righteous art thou, O Lord, and upright are thy judgments. |
|
138
|
138
|
| ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. | Thou hast commanded righteousness and perfect truth, as thy testimonies. |
|
139
|
139
|
| ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. | Thy zeal has quite wasted me: because mine enemies have forgotten thy words. |
|
140
|
140
|
| πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. | Thy word has been very fully tried; and thy servant loves it. |
|
141
|
141
|
| νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. | I am young and despised: yet I have not forgotten thine ordinances. |
|
142
|
142
|
| ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. | Thy righteousness is an everlasting righteousness, and thy law is truth. |
|
143
|
143
|
| θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. | Afflictions and distresses found me: but thy commandments were my meditation. |
|
144
|
144
|
| δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. — | Thy testimonies are an everlasting righteousness: instruct me, and I shall live. |
|
145
|
145
|
| ᾿Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. | I cried with my whole heart; hear me, O Lord: I will search out thine ordinances. |
|
146
|
146
|
| ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. | I cried to thee; save me, and I will keep thy testimonies. |
|
147
|
147
|
| προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. | I arose before the dawn, and cried: I hoped in thy words. |
|
148
|
148
|
| προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. | Mine eyes prevented the dawn, that I might meditate on thine oracles. |
|
149
|
149
|
| τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. | Hear my voice, O Lord, according to thy mercy; quicken me according to thy judgment. |
|
150
|
150
|
| προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. | They have drawn nigh who persecuted me unlawfully; and they are far removed from thy law. |
|
151
|
151
|
| ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. | Thou art near, O Lord; and all thy ways are truth. |
|
152
|
152
|
| κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. — | I have known of old concerning thy testimonies, that thou hast founded them for ever. |
|
153
|
153
|
| ῎Ιδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. | Look upon mine affliction, and rescue me; for I have not forgotten thy law. |
|
154
|
154
|
| κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. | Plead my cause, and ransom me: quicken me because of thy word. |
|
155
|
155
|
| μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. | Salvation is far from sinners: for they have not searched out thine ordinances. |
|
156
|
156
|
| οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με. | Thy mercies, O Lord, are many: quicken me according to thy judgment. |
|
157
|
157
|
| πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. | Many are they that persecute me and oppress me: but I have not declined from thy testimonies. |
|
158
|
158
|
| εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. | I beheld men acting foolishly, and I pined away; for they kept not thine oracles. |
|
159
|
159
|
| ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. | Behold, I have loved thy commandments, O Lord: quicken me in thy mercy. |
|
160
|
160
|
| ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. — | The beginning of thy words is truth; and all the judgments of thy righteousness endure for ever. |
|
161
|
161
|
| ῎Αρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. | Princes persecuted me without a cause, but my heart feared because of thy words. |
|
162
|
162
|
| ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. | I will exult because of thine oracles, as one that finds much spoil. |
|
163
|
163
|
| ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. | I hate and abhor unrighteousness; but I love thy law. |
|
164
|
164
|
| ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. | Seven times in a day have I praised thee because of the judgments of thy righteousness. |
|
165
|
165
|
| εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. | Great peace have they that love thy law: and there is no stumbling-block to them. |
|
166
|
166
|
| προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. | I waited for thy salvation, O Lord, and have loved thy commandments. |
|
167
|
167
|
| ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα. | My soul has kept thy testimonies, and loved them exceedingly. |
|
168
|
168
|
| ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. — | I have kept thy commandments and thy testimonies; for all my ways are before thee, O Lord. |
|
169
|
169
|
| ᾿Εγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. | Let my supplication come near before thee, O Lord; instruct me according to thine oracle. |
|
170
|
170
|
| εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. | Let my petition come in before thee, O Lord; deliver me according to thine oracle. |
|
171
|
171
|
| ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. | Let my lips utter a hymn, when thou shalt have taught me thine ordinances. |
|
172
|
172
|
| φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. | Let my tongue utter thine oracles; for all thy commandments are righteous. |
|
173
|
173
|
| γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. | Let thine hand be prompt to save me; for I have chosen thy commandments. |
|
174
|
174
|
| ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι. | I have longed after thy salvation, O Lord; and thy law is my meditation. |
|
175
|
175
|
| ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. | My soul shall live, and shall praise thee; and thy judgments shall help me. |
|
176
|
176
|
| ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. | I have gone astray like a lost sheep; seek thy servant; for I have not forgotten thy commandments. |
|
Κεφάλαιο 119
|
Psalm 119
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΠΡΟΣ Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. | A Song of Degrees. In mine affliction I cried to the Lord, and he hearkened to me. |
|
2
|
2
|
| Κύριε, ρῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. | Deliver my soul, O Lord, from unjust lips, and from a deceitful tongue. |
|
3
|
3
|
| τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; | What should be given to thee, and what should be added to thee, for thy crafty tongue? |
|
4
|
4
|
| τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. | Sharpened weapons of the mighty, with coals of the desert. |
|
5
|
5
|
| οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. | Woe is me, that my sojourning is prolonged; I have tabernacled among the tents of Kedar. |
|
6
|
6
|
| πολλὰ παρῴκησεν ἡ ψυχή μου. | My soul has long been a sojourner; |
|
7
|
7
|
| μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. | I was peaceable among them that hated peace; when I spoke to them, they warred against me without a cause. |
|
Κεφάλαιο 120
|
Psalm 120
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΗΡΑ τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. | A Song of Degrees. I lifted up mine eyes to the mountains, whence my help shall come. |
|
2
|
2
|
| ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. | My help shall come from the Lord, who made the heaven and the earth. |
|
3
|
3
|
| μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. | Let not thy foot be moved; and let not thy keeper slumber. |
|
4
|
4
|
| ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ᾿Ισραήλ. | Behold, he that keeps Israel shall not slumber nor sleep. |
|
5
|
5
|
| Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου· | The Lord shall keep thee: the Lord is thy shelter upon thy right hand. |
|
6
|
6
|
| ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. | The sun shall not burn thee by day, neither the moon by night. |
|
7
|
7
|
| Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. | May the Lord preserve thee from all evil: the Lord shall keep thy soul. |
|
8
|
8
|
| Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. | The Lord shall keep thy coming in, and thy going out, from henceforth and even for ever. |
|
Κεφάλαιο 121
|
Psalm 121
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΕΥΦΡΑΝΘΗΝ ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. | A Song of Degrees. I was glad when they said to me, Let us go into the house of the Lord. |
|
2
|
2
|
| ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, ῾Ιερουσαλήμ. | Our feet stood in thy courts, O Jerusalem. |
|
3
|
3
|
| ῾Ιερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. | Jerusalem is built as a city whose fellowship is complete. |
|
4
|
4
|
| ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ ᾿Ισραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου· | For thither the tribes went up, the tribes of the Lord, as a testimony for Israel, to give thanks unto the name of the Lord. |
|
5
|
5
|
| ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. | For there are set thrones for judgment, even thrones for the house of David. |
|
6
|
6
|
| ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν ῾Ιερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε· | Pray now for the peace of Jerusalem: and let there be prosperity to them that love thee. |
|
7
|
7
|
| γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. | Let peace, I pray, be within thine host, and prosperity in thy palaces. |
|
8
|
8
|
| ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· | For the sake of my brethren and my neighbours, I have indeed spoken peace concerning thee. |
|
9
|
9
|
| ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι. | Because of the house of the Lord our God, I have diligently sought thy good. |
|
Κεφάλαιο 122
|
Psalm 122
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΠΡΟΣ σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. | A Song of Degrees. Unto thee who dwellest in heaven have I lifted up mine eyes. |
|
2
|
2
|
| ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. | Behold, as the eyes of servants are directed to the hands of their masters, and as the eyes of a maid-servant to the hands of her mistress; so our eyes are directed to the Lord our God, until he have mercy upon us. |
|
3
|
3
|
| ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, | Have pity upon us, O Lord, have pity upon us: for we are exceedingly filled with contempt. |
|
4
|
4
|
| ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. | Yea, our soul has been exceedingly filled with it: let the reproach be to them that are at ease, and contempt to the proud. |
|
Κεφάλαιο 123
|
Psalm 123
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΕΙ ΜΗ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ ᾿Ισραήλ· | A Song of Degrees. If it had not been that the Lord was among us, let Israel now say; |
|
2
|
2
|
| εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς, | if it had not been that the Lord was among us, when men rose up against us; |
|
3
|
3
|
| ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾿ ἡμᾶς· | verily they would have swallowed us up alive, when their wrath was kindled against us: |
|
4
|
4
|
| ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· | verily the water would have drowned us, our soul would have gone under the torrent. |
|
5
|
5
|
| ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. | Yea, our soul would have gone under the overwhelming water. |
|
6
|
6
|
| εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. | Blessed be the Lord, who has not given us for a prey to their teeth. |
|
7
|
7
|
| ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν. | Our soul has been delivered as a sparrow from the snare of the fowlers: the snare is broken, and we are delivered. |
|
8
|
8
|
| ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. | Our help is in the name of the Lord, who made heaven and earth. |
|
Κεφάλαιο 124
|
Psalm 124
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΟΙ ΠΕΠΟΙΘΟΤΕΣ ἐπὶ Κύριον ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν ῾Ιερουσαλήμ. | A Song of Degrees. They that trust in the Lord shall be as mount Sion: he that dwells in Jerusalem shall never be moved. |
|
2
|
2
|
| ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. | The mountains are round about her, and so the Lord is round about his people, from henceforth and even for ever. |
|
3
|
3
|
| ὅτι οὐκ ἀφήσει Κύριος τὴν ράβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. | For the Lord will not allow the rod of sinners to be upon the lot of the righteous; lest the righteous should stretch forth their hands to iniquity. |
|
4
|
4
|
| ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ· | Do good, O Lord, to them that are good, and to them that are upright in heart. |
|
5
|
5
|
| τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ. | But them that turn aside to crooked ways the Lord will lead away with the workers of iniquity: but peace shall be upon Israel. |
|
Κεφάλαιο 125
|
Psalm 125
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΕΝ Τῼ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. | A Song of Degrees. When the Lord turned the captivity of Sion, we became as comforted ones. |
|
2
|
2
|
| τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν. | Then was our mouth filled with joy, and our tongue with exultation: then would they say among the Gentiles, |
|
3
|
3
|
| ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. | The Lord has done great things among them. The Lord has done great things for us, we became joyful. |
|
4
|
4
|
| ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ. | Turn, O Lord, our captivity, as the streams in the south. |
|
5
|
5
|
| οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. | They that sow in tears shall reap in joy. |
|
6
|
6
|
| πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν. | They went on and wept as they cast their seeds; but they shall surely come with exultation, bringing their sheaves with them. |
|
Κεφάλαιο 126
|
Psalm 126
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΕΑΝ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. | A Song of Degrees. Except the Lord build the house, they that build labour in vain: except the Lord keep the city, the watchman watches in vain. |
|
2
|
2
|
| εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. | It is vain for you to rise early: ye rise up after resting, ye that eat the bread of grief; while he gives sleep to his beloved. |
|
3
|
3
|
| ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. | Behold, the inheritance of the Lord, children, the reward of the fruit of the womb. |
|
4
|
4
|
| ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. | As arrows in the hand of a mighty man; so are the children of those who were outcasts. |
|
5
|
5
|
| μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις. | Blessed is the man who shall satisfy his desire with them: they shall not be ashamed when they shall speak to their enemies in the gates. |
|
Κεφάλαιο 127
|
Psalm 127
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΜΑΚΑΡΙΟΙ πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. | A Song of Degrees. Blessed are all they that fear the Lord; who walk in his ways. |
|
2
|
2
|
| τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. | Thou shalt eat the labours of thy hands: blessed art thou, and it shall be well with thee. |
|
3
|
3
|
| ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. | Thy wife shall be as a fruitful vine on the sides of thy house: thy children as young olive-plants round about thy table. |
|
4
|
4
|
| ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. | Behold, thus shall the man be blessed that fears the Lord. |
|
5
|
5
|
| εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ ῾Ιερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· | May the Lord bless thee out of Sion; and mayest thou see the prosperity of Jerusalem all the days of thy life. |
|
6
|
6
|
| καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ. | And mayest thou see thy children's children. Peace be upon Israel. |
|
Κεφάλαιο 128
|
Psalm 128
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΠΛΕΟΝΑΚΙΣ ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ ᾿Ισραήλ· | A Song of Degrees. Many a time have they warred against me from my youth, let Israel now say: |
|
2
|
2
|
| πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. | Many a time have they warred against me from my youth: and yet they prevailed not against me. |
|
3
|
3
|
| ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. | The sinners wrought upon my back: they prolonged their iniquity. |
|
4
|
4
|
| Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. | The righteous Lord has cut asunder the necks of sinners. |
|
5
|
5
|
| αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. | Let all that hate Sion be put to shame and turned back. |
|
6
|
6
|
| γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· | Let them be as the grass of the house-tops, which withers before it is plucked up. |
|
7
|
7
|
| οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, | Wherewith the reaper fills not his hand, nor he that makes up the sheaves, his bosom. |
|
8
|
8
|
| καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία Κυρίου ἐφ᾿ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου. | Neither do they that go by say, The blessing of the Lord be upon you: we have blessed you in the name of the Lord. |
|
Κεφάλαιο 129
|
Psalm 129
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΕΚ ΒΑΘΕΩΝ ἐκέκραξά σοι, Κύριε· | A Song of Degrees. Out of the depths have I cried to thee, O Lord. |
|
2
|
2
|
| Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. | O Lord, hearken to my voice; let thine ears be attentive to the voice of my supplication. |
|
3
|
3
|
| ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; | If thou, O Lord, shouldest mark iniquities, O Lord, who shall stand? |
|
4
|
4
|
| ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. | For with thee is forgiveness: for thy name's sake |
|
5
|
5
|
| ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. | have I waited for thee, O Lord, my soul has waited for thy word. |
|
6
|
6
|
| ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον. | My soul has hoped in the Lord; from the morning watch till night. |
|
7
|
7
|
| ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, | Let Israel hope in the Lord: for with the Lord is mercy, and with him is plenteous redemption. |
|
8
|
8
|
| καὶ αὐτὸς λυτρώσεται τὸν ᾿Ισραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. | And he shall redeem Israel from all his iniquities. |
|
Κεφάλαιο 130
|
Psalm 130
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΚΥΡΙΕ, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. | A Song of Degrees. O Lord, my heart is not exalted, neither have mine eyes been haughtily raised: neither have I exercised myself in great matters, nor in things too wonderful for me. |
|
2
|
2
|
| εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. | I shall have sinned if I have not been humble, but have exalted my soul: according to the relation of a weaned child to his mother, so wilt thou recompense my soul. |
|
3
|
3
|
| ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. | Let Israel hope in the Lord, from henceforth and for ever. |
|
Κεφάλαιο 131
|
Psalm 131
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΜΝΗΣΘΗΤΙ, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ, | A Song of Degrees. Lord, remember David, and all his meekness: |
|
2
|
2
|
| ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ ᾿Ιακώβ· | how he sware to the Lord, and vowed to the God of Jacob, saying, |
|
3
|
3
|
| εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, | I will not go into the tabernacle of my house; I will not go up to the couch of my bed; |
|
4
|
4
|
| εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, | I will not give sleep to mine eyes, nor slumber to mine eyelids, nor rest to my temples, |
|
5
|
5
|
| ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ. | until I find a place for the Lord, a tabernacle for the God of Jacob. |
|
6
|
6
|
| ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν ᾿Εφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· | Behold, we heard of it in Ephratha; we found it in the fields of the wood. |
|
7
|
7
|
| εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. | Let us enter into his tabernacles: let us worship at the place where his feet stood. |
|
8
|
8
|
| ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· | Arise, O Lord, into thy rest; thou, and the ark of thine holiness. |
|
9
|
9
|
| οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. | Thy priests shall clothe themselves with righteousness; and thy saints shall exult. |
|
10
|
10
|
| ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. | For the sake of thy servant David turn not away the face of thine anointed. |
|
11
|
11
|
| ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· | The Lord sware in truth to David, and he will not annul it, saying, Of the fruit of thy body will I set a king upon thy throne. |
|
12
|
12
|
| ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. | If thy children will keep my covenant, and these my testimonies which I shall teach them, their children also shall sit upon thy throne for ever. |
|
13
|
13
|
| ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ· | For the Lord has elected Sion, he has chosen her for a habitation for himself, saying, |
|
14
|
14
|
| αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· | This is my rest for ever: here will I dwell; for I have chosen it. |
|
15
|
15
|
| τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, | I will surely bless her provision: I will satisfy her poor with bread. |
|
16
|
16
|
| τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. | I will clothe her priests with salvation; and her saints shall greatly exult. |
|
17
|
17
|
| ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· | There will I cause to spring up a horn to David: I have prepared a lamp for mine anointed. |
|
18
|
18
|
| τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. | His enemies will I clothe with shame; but upon himself shall my holiness flourish. |
|
Κεφάλαιο 132
|
Psalm 132
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΙΔΟΥ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; | A Song of Degrees. See now! what is so good, or what so pleasant, as for brethren to dwell together? |
|
2
|
2
|
| ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ ᾿Ααρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ· | It is as ointment on the head, that ran down to the beard, even the beard of Aaron; that ran down to the fringe of his clothing. |
|
3
|
3
|
| ὡς δρόσος ᾿Αερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος. | As the dew of Aermon, that comes down on the mountains of Sion: for there the Lord commanded the blessing, even life for ever. |
|
Κεφάλαιο 133
|
Psalm 133
|
|
1
|
1
|
| ᾿ῼδὴ τῶν ἀναβαθμῶν. ΙΔΟΥ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. | A Song of Degrees. Behold now, bless ye the Lord, all the servants of the Lord, who stand in the house of the Lord, in the courts of the house of our God. |
|
2
|
2
|
| ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον. | Lift up your hands by night in the sanctuaries, and bless the Lord. |
|
3
|
3
|
| εὐλογήσαι σε Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. | May the Lord, who made heaven and earth, bless thee out of Sion. |
|
Κεφάλαιο 134
|
Psalm 134
|
|
1
|
1
|
| ᾿Αλληλούΐα. ΑΙΝΕΙΤΕ τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον, | Alleluia. Praise ye the name of the Lord; praise the Lord, ye his servants, |
|
2
|
2
|
| οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. | who stand in the house of the Lord, in the courts of the house of our God. |
|
3
|
3
|
| αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν· | Praise ye the Lord; for the Lord is good: sing praises to his name; for it is good. |
|
4
|
4
|
| ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. | For the Lord has chosen Jacob for himself, and Israel for his peculiar treasure. |
|
5
|
5
|
| ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. | For I know that the Lord is great, and our Lord is above all gods; |
|
6
|
6
|
| πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις· | all that the Lord willed, he did in heaven, and on the earth, in the sea, and in all deeps. |
|
7
|
7
|
| ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, | Who brings up clouds from the extremity of the earth: he has made lightnings for the rain: he brings winds out of his treasures. |
|
8
|
8
|
| ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. | Who smote the first-born of Egypt, both of man and beast. |
|
9
|
9
|
| ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. | He sent signs and wonders into the midst of thee, O Egypt, on Pharao, and on all his servants. |
|
10
|
10
|
| ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς. | Who smote many nations, and slew mighty kings; |
|
11
|
11
|
| τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν, | Seon king of the Amorites, and Og king of Basan, and all the kingdoms of Chanaan: |
|
12
|
12
|
| καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ. | and gave their land for an inheritance, an inheritance to Israel his people. |
|
13
|
13
|
| Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. | O Lord, thy name endures for ever, and thy memorial to all generations. |
|
14
|
14
|
| ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. | For the Lord shall judge his people, and comfort himself concerning his servants. |
|
15
|
15
|
| τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· | The idols of the heathen are silver and gold, the works of men's hands. |
|
16
|
16
|
| στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, | They have a mouth, but they cannot speak; they have eyes, but they cannot see; |
|
17
|
17
|
| ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. | they have ears, but they cannot hear; for there is no breath in their mouth. |
|
18
|
18
|
| ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς. | Let those who make them be made like to them; and all those who trust in them. |
|
19
|
19
|
| οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον· οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον. | O house of Israel, bless ye the Lord: O house of Aaron, bless ye the Lord: |
|
20
|
20
|
| οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον· οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον, | O house of Levi, bless ye the Lord: ye that fear the Lord, bless the Lord. |
|
21
|
21
|
| εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ. | Blessed in Sion be the Lord, who dwells in Jerusalem. |
|
Κεφάλαιο 135
|
Psalm 135
|
|
1
|
1
|
| ᾿Αλληλούΐα. ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | Alleluia. Give thanks to the Lord: for he is good: for his mercy endures for ever. |
|
2
|
2
|
| ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | Give thanks to the God of gods: for his mercy endures for ever. |
|
3
|
3
|
| ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | Give thanks to the Lord of lords: for his mercy endures for ever. |
|
4
|
4
|
| τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | To him who alone has wrought great wonders: for his mercy endures for ever. |
|
5
|
5
|
| τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | To him who made the heavens by understanding; for his mercy endures for ever. |
|
6
|
6
|
| τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | To him who established the earth on the waters; for his mercy endures for ever. |
|
7
|
7
|
| τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | To him who alone made great lights; for his mercy endures for ever. |
|
8
|
8
|
| τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | The sun to rule the day; for his mercy endures for ever. |
|
9
|
9
|
| τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | The moon and the stars to rule the night; for his mercy endures for ever. |
|
10
|
10
|
| τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | To him who smote Egypt with their first-born; for his mercy endures for ever. |
|
11
|
11
|
| καὶ ἐξαγαγόντι τὸν ᾿Ισραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | And brought Israel out of the midst of them; for his mercy endures for ever: |
|
12
|
12
|
| ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | with a strong hand, and a high arm: for his mercy endures for ever. |
|
13
|
13
|
| τῷ καταδιελόντι τὴν ᾿Ερυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | To him who divided the Red Sea into parts: for his mercy endures for ever: |
|
14
|
14
|
| καὶ διαγαγόντι τὸν ᾿Ισραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | and brought Israel through the midst of it: for his mercy endures for ever: |
|
15
|
15
|
| καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ᾿Ερυθράν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | and overthrew Pharao and his host in the Red Sea: for his mercy endures for ever. |
|
16
|
16
|
| τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | To him who led his people through the wilderness: for his mercy endures for ever. |
|
17
|
17
|
| τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | To him who smote great kings: for his mercy endures for ever: |
|
18
|
18
|
| καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | and slew mighty kings; for his mercy endures for ever: |
|
19
|
19
|
| τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | Seon king of the Amorites: for his mercy endures for ever: |
|
20
|
20
|
| καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασάν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | and Og king of Basan: for his mercy endures for ever: |
|
21
|
21
|
| καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | and gave their land for an inheritance: for his mercy endures for ever: |
|
22
|
22
|
| κληρονομίαν ᾿Ισραὴλ δούλῳ αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | even an inheritance to Israel his servant: for his mercy endures for ever. |
|
23
|
23
|
| ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | For the Lord remembered us in our low estate; for his mercy endures for ever: |
|
24
|
24
|
| καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· | and redeemed us from our enemies; for his mercy endures for ever. |
|
25
|
25
|
| ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | Who gives food to all flesh; for his mercy endures for ever. |
|
26
|
26
|
| ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | Give thanks to the God of heaven; for his mercy endures for ever. |
|
Κεφάλαιο 136
|
Psalm 136
|
|
1
|
1
|
| Τῷ Δαυΐδ ῾Ιερεμίου. ΕΠΙ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. | For David, a Psalm of Jeremias. By the rivers of Babylon, there we sat; and wept when we remembered Sion. |
|
2
|
2
|
| ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· | We hung our harps on the willows in the midst of it. |
|
3
|
3
|
| ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον· ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. | For there they that had taken us captive asked of us the words of a song; and they that had carried us away asked a hymn, saying, Sing us one of the songs of Sion. |
|
4
|
4
|
| πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; | How should we sing the Lord's song in a strange land? |
|
5
|
5
|
| ἐὰν ἐπιλάθωμαί σου, ῾Ιερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου· | If I forget thee, O Jerusalem, let my right hand forget its skill. |
|
6
|
6
|
| κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν ῾Ιερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. | May my tongue cleave to my throat, if I do not remember thee; if I do not prefer Jerusalem as the chief of my joy. |
|
7
|
7
|
| μνήσθητι, Κύριε, τῶν υἱῶν ᾿Εδὼμ τὴν ἡμέραν ῾Ιερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς. | Remember, O Lord, the children of Edom in the day of Jerusalem; who said, Rase it, rase it, even to its foundations. |
|
8
|
8
|
| θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν· | Wretched daughter of Babylon! blessed shall he be who shall reward thee as thou hast rewarded us. |
|
9
|
9
|
| μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. | Blessed shall he be who shall seize and dash thine infants against the rock. |
|
Κεφάλαιο 137
|
Psalm 137
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ, ᾿Αγγαίου καὶ Ζαχαρίου. ΕΞΟΜΟΛΟΓΗΣΟΜΑΙ σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου. | A Psalm for David, of Aggæus and Zacharias. I will give thee thanks, O Lord, with my whole heart; and I will sing psalms to thee before the angels; for thou hast heard all the words of my mouth. |
|
2
|
2
|
| προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. | I will worship toward thy holy temple, and give thanks to thy name, on account of thy mercy and thy truth; for thou hast magnified thy holy name above every thing. |
|
3
|
3
|
| ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. | In whatsoever day I shall call upon thee, hear me speedily; thou shalt abundantly provide me with thy power in my soul. |
|
4
|
4
|
| ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ρήματα τοῦ στόματός σου. | Let all the kings of the earth, O Lord, give thanks unto thee; for they have heard all the words of thy mouth. |
|
5
|
5
|
| καὶ ἆσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου, | And let them sing in the ways of the Lord; for great is the glory of the Lord. |
|
6
|
6
|
| ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. | For the Lord is high, and yet regards the lowly; and he knows high things from afar off. |
|
7
|
7
|
| ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ᾿ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου. | Though I should walk in the midst of affliction, thou wilt quicken me; thou hast stretched forth thine hands against the wrath of mine enemies, and thy right hand has saved me. |
|
8
|
8
|
| Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. | O Lord, thou shalt recompense them on my behalf: thy mercy, O Lord, endures for ever: overlook not the works of thine hands. |
|
Κεφάλαιο 138
|
Psalm 138
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. ΚΥΡΙΕ, ἐδοκίμασάς με, καὶ ἔγνως με· | For the end, a Psalm of David. O Lord, thou hast proved me, and known me. |
|
2
|
2
|
| σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· | Thou knowest my down-sitting and mine up-rising: thou understandest my thoughts long before. |
|
3
|
3
|
| τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες, | Thou hast traced my path and my bed, and hast foreseen all my ways. |
|
4
|
4
|
| ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. | For there is no unrighteous word in my tongue: behold, O Lord, thou hast known all things, |
|
5
|
5
|
| ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου. | the last and the first: thou hast fashioned me, and laid thine hand upon me. |
|
6
|
6
|
| ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. | The knowledge of thee is too wonderful for me; it is very difficult, I cannot attain to it. |
|
7
|
7
|
| ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; | Whither shall I go from thy Spirit? and whither shall I flee from thy presence? |
|
8
|
8
|
| ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· | If I should go up to heaven, thou art there: if I should go down to hell, thou art present. |
|
9
|
9
|
| ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, | If I should spread my wings to fly straight forward, and sojourn at the extremity of the sea, it would be vain, |
|
10
|
10
|
| καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. | for even there thy hand would guide me, and thy right hand would hold me. |
|
11
|
11
|
| καὶ εἶπα· ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· | When I said, Surely the darkness will cover me; even the night was light in my luxury. |
|
12
|
12
|
| ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. | For darkness will not be darkness with thee; but night will be light as day: as its darkness, so shall its light be to thee. |
|
13
|
13
|
| ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. | For thou, O Lord, hast possessed my reins; thou hast helped me from my mother's womb. |
|
14
|
14
|
| ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. | I will give thee thanks; for thou art fearfully wondrous; wondrous are thy works; and my soul knows it well. |
|
15
|
15
|
| οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς· | My bones which thou madest in secret were not hidden from thee, nor my substance, in the lowest parts of the earth. |
|
16
|
16
|
| τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς. | Thine eyes saw my unwrought substance, and all men shall be written in thy book; they shall be formed by day, though there should for a time be no one among them. |
|
17
|
17
|
| ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· | But thy friends, O God, have been greatly honoured by me; their rule has been greatly strengthened. |
|
18
|
18
|
| ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ. | I will number them, and they shall be multiplied beyond the sand; I awake, and am still with thee. |
|
19
|
19
|
| ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, | Oh that thou wouldest slay the wicked, O God; depart from me, ye men of blood. |
|
20
|
20
|
| ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. | For thou wilt say concerning their thought, that they shall take thy cities in vain. |
|
21
|
21
|
| οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; | Have I not hated them, O Lord, that hate thee? and wasted away because of thine enemies? |
|
22
|
22
|
| τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. | I have hated them with perfect hatred; they were counted my enemies. |
|
23
|
23
|
| δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου. | Prove me, O God, and know my heart; examine me, and know my paths; |
|
24
|
24
|
| καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. | and see if there is any way of iniquity in me, and lead me in an everlasting way. |
|
Κεφάλαιο 139
|
Psalm 139
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. | For the end, a Psalm of David. |
|
2
|
2
|
| ΕΞΕΛΟΥ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με, | Rescue me, O Lord, from the evil man; deliver me from the unjust man. |
|
3
|
3
|
| οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· | Who have devised injustice in their hearts; all the day they prepared war. |
|
4
|
4
|
| ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. (διάψαλμα). | They have sharpened their tongue as the tongue of a serpent; the poison of asps is under their lips. Pause. |
|
5
|
5
|
| φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου· | Keep me, O Lord, from the hand of the sinner; rescue me from unjust men; who have purposed to overthrow my goings. |
|
6
|
6
|
| ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. (διάψαλμα). | The proud have hid a snare for me, and have stretched out ropes for snares for my feet; they set a stumbling-block for me near the path. Pause. |
|
7
|
7
|
| εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ, ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. | I said to the Lord, Thou art my God; hearken, O Lord, to the voice of my supplication. |
|
8
|
8
|
| Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. | O Lord God, the strength of my salvation; thou hast screened my head in the day of battle. |
|
9
|
9
|
| μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾿ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν. (διάψαλμα). | Deliver me not, O Lord, to the sinner, according to my desire: they have devised mischief against me; forsake me not, lest they should be exalted. Pause. |
|
10
|
10
|
| ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. | As for the head of them that compass me, the mischief of their lips shall cover them. |
|
11
|
11
|
| πεσοῦνται ἐπ᾿ αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. | Coals of fire shall fall upon them on the earth; and thou shalt cast them down in afflictions: they shall not bear up under them. |
|
12
|
12
|
| ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. | A talkative man shall not prosper on the earth: evils shall hunt the unrighteous man to destruction. |
|
13
|
13
|
| ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν καὶ τὴν δίκην τῶν πενήτων. | I know that the Lord will maintain the cause of the poor, and the right of the needy ones. |
|
14
|
14
|
| πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. | Surely the righteous shall give thanks to thy name: the upright shall dwell in thy presence. |
|
Κεφάλαιο 140
|
Psalm 140
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ. ΚΥΡΙΕ, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. | A Psalm of David. O Lord, I have cried to thee; hear me: attend to the voice of my supplication, when I cry to thee. |
|
2
|
2
|
| κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. | Let my prayer be set forth before thee as incense; the lifting up of my hands as an evening sacrifice. |
|
3
|
3
|
| θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. | Set a watch, O Lord, on my mouth, and a strong door about my lips. |
|
4
|
4
|
| μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. | Incline not my heart to evil things, to employ pretexts for sins, with men who work iniquity: and let me not unite with their choice ones. |
|
5
|
5
|
| παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· | The righteous shall chasten me with mercy, and reprove me: but let not the oil of the sinner anoint my head: for yet shall my prayer also be in their pleasures. |
|
6
|
6
|
| κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ρήματά μου ὅτι ἡδύνθησαν. | Their mighty ones have been swallowed up near the rock: they shall hear my words, for they are sweet. |
|
7
|
7
|
| ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. | As a lump of earth is crushed upon the ground, our bones have been scattered by the mouth of the grave. |
|
8
|
8
|
| ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. | For mine eyes are to thee, O Lord God: I have hoped in thee; take not away my life. |
|
9
|
9
|
| φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. | Keep me from the snare which they have set for me, and from the stumbling-blocks of them that work iniquity. |
|
10
|
10
|
| πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω. | Sinners shall fall by their own net: I am alone until I shall escape. |
|
Κεφάλαιο 141
|
Psalm 141
|
|
1
|
1
|
| Συνέσεως τῷ Δαυΐδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή. | A Psalm of instruction for David, when he was in the cave,—a Prayer. |
|
2
|
2
|
| ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. | I cried to the Lord with my voice; with my voice I made supplication to the Lord. |
|
3
|
3
|
| ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. | I will pour out before him my supplication: I will declare before him mine affliction. |
|
4
|
4
|
| ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. | When my spirit was fainting within me, then thou knewest my paths; in the very way wherein I was walking, they hid a snare for me. |
|
5
|
5
|
| κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. | I looked on my right hand, and behold, for there was none that noticed me; refuge failed me; and there was none that cared for my soul. |
|
6
|
6
|
| ἐκέκραξα πρὸς σέ, Κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. | I cried unto thee, O Lord, and said, Thou art my hope, my portion in the land of the living. |
|
7
|
7
|
| πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ρῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. | Attend to my supplication, for I am brought very low; deliver me from them that persecute me; for they are stronger than I. |
|
8
|
8
|
| ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. | Bring my soul out of prison, that I may give thanks to thy name, O Lord; the righteous shall wait for me, until thou recompense me. |
|
Κεφάλαιο 142
|
Psalm 142
|
|
1
|
1
|
| Ψαλμὸς τῷ Δαυΐδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει. ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· | A Psalm of David, when his son pursued him. O Lord, attend to my prayer: hearken to my supplication in thy truth; hear me in thy righteousness. |
|
2
|
2
|
| καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. | And enter not into judgment with thy servant, for in thy sight shall no man living be justified. |
|
3
|
3
|
| ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· | For the enemy has persecuted my soul; he has brought my life down to the ground; he has made me to dwell in a dark place, as those that have been long dead. |
|
4
|
4
|
| καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. | Therefore my spirit was grieved in me; my heart was troubled within me. |
|
5
|
5
|
| ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. | I remembered the days of old; and I meditated on all thy doings: yea, I meditated on the works of thine hands. |
|
6
|
6
|
| διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). | I spread forth my hands to thee; my soul thirsts for thee, as a dry land. Pause. |
|
7
|
7
|
| ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. | Hear me speedily, O Lord; my spirit has failed; turn not away thy face from me, else I shall be like to them that go down to the pit. |
|
8
|
8
|
| ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· | Cause me to hear thy mercy in the morning; for I have hoped in thee; make known to me, O Lord, the way wherein I should walk; for I have lifted up my soul to thee. |
|
9
|
9
|
| ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. | Deliver me from mine enemies, O Lord; for I have fled to thee for refuge. |
|
10
|
10
|
| δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. | Teach me to do thy will; for thou art my God; thy good Spirit shall guide me in the straight way. |
|
11
|
11
|
| ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· | Thou shalt quicken me, O Lord, for thy name's sake; in thy righteousness thou shalt bring my soul out of affliction. |
|
12
|
12
|
| καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. | And in thy mercy thou wilt destroy mine enemies, and wilt destroy all those that afflict my soul; for I am thy servant. |
|
Κεφάλαιο 143
|
Psalm 143
|
|
1
|
1
|
| Τῷ Δαυΐδ, πρὸς τὸν Γολιάδ. ΕΥΛΟΓΗΤΟΣ Κύριος ὁ Θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· | A Psalm of David concerning Goliad. Blessed be the Lord my God, who instructs my hands for battle, and my fingers for war. |
|
2
|
2
|
| ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ρύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ᾿ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾿ ἐμέ. | My mercy, and my refuge; my helper, and my deliverer; my protector, in whom I have trusted; who subdues my people under me. |
|
3
|
3
|
| Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτῷ; | Lord, what is man, that thou art made known to him? or the son of man, that thou takest account of him? |
|
4
|
4
|
| ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. | Man is like to vanity: his days pass as a shadow. |
|
5
|
5
|
| Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. | O Lord, bow thy heavens, and come down: touch the mountains, and they shall smoke. |
|
6
|
6
|
| ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. | Send lightning, and thou shalt scatter them: send forth thine arrows, and thou shalt discomfit them. |
|
7
|
7
|
| ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ρῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, | Send forth thine hand from on high; rescue me, and deliver me out of great waters, out of the hand of strange children; |
|
8
|
8
|
| ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. | whose mouth has spoken vanity, and their right hand is a right hand of iniquity. |
|
9
|
9
|
| ὁ Θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι | O God, I will sing a new song to thee: I will play to thee on a psaltery of ten strings. |
|
10
|
10
|
| τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι, τῷ λυτρουμένῳ Δαυΐδ τὸν δοῦλον αὐτοῦ ἐκ ρομφαίας πονηρᾶς. | Even to him who gives salvation to kings: who redeems his servant David from the hurtful sword. |
|
11
|
11
|
| ρῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. | Deliver me, and rescue me from the hand of strange children, whose mouth has spoken vanity, and their right hand is a right hand of iniquity; |
|
12
|
12
|
| ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ, | whose children are as plants, strengthened in their youth: their daughters are beautiful, sumptuously adorned after the similitude of a temple. |
|
13
|
13
|
| τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, | Their garners are full, and bursting with one kind of store after another; their sheep are prolific, multiplying in their streets. |
|
14
|
14
|
| οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, | Their oxen are fat: there is no falling down of a hedge, nor going out, nor cry in their folds. |
|
15
|
15
|
| ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαός, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. | Men bless the people to whom this lot belongs, but blessed is the people whose God is the Lord. |
|
Κεφάλαιο 144
|
Psalm 144
|
|
1
|
1
|
| Αἴνεσις τοῦ Δαυΐδ. ΥΨΩΣΩ σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | David's Psalm of praise. I will exalt thee, my God, my king; and I will bless thy name for ever and ever. |
|
2
|
2
|
| καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | Every day will I bless thee, and I will praise thy name for ever and ever. |
|
3
|
3
|
| μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. | The Lord is great, and greatly to be praised; and there is no end of his greatness. |
|
4
|
4
|
| γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. | Generation after generation shall praise thy works, and tell of thy power. |
|
5
|
5
|
| τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται. | And they shall speak of the glorious majesty of thy holiness, and recount thy wonders. |
|
6
|
6
|
| καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. | And they shall speak of the power of thy terrible acts; and recount thy greatness. |
|
7
|
7
|
| μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. | They shall utter the memory of the abundance of thy goodness, and shall exult in thy righteousness. |
|
8
|
8
|
| οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. | The Lord is compassionate, and merciful; long-suffering, and abundant in mercy. |
|
9
|
9
|
| χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. | The Lord is good to those that wait on him; and his compassions are over all his works. |
|
10
|
10
|
| ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. | Let all thy works, O Lord, give thanks to thee; and let thy saints bless thee. |
|
11
|
11
|
| δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι | They shall speak of the glory of thy kingdom, and talk of thy dominion; |
|
12
|
12
|
| τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. | to make known to the sons of men thy power, and the glorious majesty of thy kingdom. |
|
13
|
13
|
| ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 13α πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. | Thy kingdom is an everlasting kingdom, and thy dominion endures through all generations. |
|
14
|
14
|
| ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους. | The Lord supports all that are falling, and sets up all that are broken down. |
|
15
|
15
|
| οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. | The eyes of all wait upon thee; and thou givest them their food in due season. |
|
16
|
16
|
| ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. | Thou openest thine hands, and fillest every living thing with pleasure. |
|
17
|
17
|
| δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. | The Lord is righteous in all his ways, and holy in all his works. |
|
18
|
18
|
| ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. | The Lord is near to all that call upon him, to all that call upon him in truth. |
|
19
|
19
|
| θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς. | He will perform the desire of them that fear him: and he will hear their supplication, and save them. |
|
20
|
20
|
| φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. | The Lord preserves all that love him: but all sinners he will utterly destroy. |
|
21
|
21
|
| αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | My mouth shall speak the praise of the Lord: and let all flesh bless his holy name for ever and ever. |
|
Κεφάλαιο 145
|
Psalm 145
|
|
1
|
1
|
| ᾿Αλληλούϊα· ᾿Αγγαίου καὶ Ζαχαρίου. ΑΙΝΕΙ, ἡ ψυχή μου, τὸν Κύριον· | Alleluia, a Psalm of Aggæus and Zacharias. My soul, praise the Lord. |
|
2
|
2
|
| αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. | While I live will I praise the Lord: I will sing praises to my God as long as I exist. |
|
3
|
3
|
| μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. | Trust not in princes, nor in the children of men, in whom there is no safety. |
|
4
|
4
|
| ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ. καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. | His breath shall go forth, and he shall return to his earth; in that day all his thoughts shall perish. |
|
5
|
5
|
| μακάριος οὗ ὁ Θεὸς ᾿Ιακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ | Blessed is he whose helper is the God of Jacob, whose hope is in the Lord his God: |
|
6
|
6
|
| τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, | who made heaven, and earth, the sea, and all things in them: who keeps truth for ever: |
|
7
|
7
|
| ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, | who executes judgment for the wronged: who gives food to the hungry. The Lord looses the fettered ones: |
|
8
|
8
|
| Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους, | the Lord gives wisdom to the blind: The Lord sets up the broken down: the Lord loves the righteous: the Lord preserves the strangers; |
|
9
|
9
|
| Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. | he will relieve the orphan and widow: but will utterly remove the way of sinners. |
|
10
|
10
|
| βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. | The Lord shall reign for ever, even thy God, O Sion, to all generations. |
|
Κεφάλαιο 146
|
Psalm 146
|
|
1
|
1
|
| ᾿Αλληλούϊα· ᾿Αγγαίου καὶ Ζαχαρίου. ΑΙΝΕΙΤΕ τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. | Alleluia, a Psalm of Aggæus and Zacharias. Praise ye the Lord: for psalmody is a good thing; let praise be sweetly sung to our God. |
|
2
|
2
|
| οἰκοδομῶν ῾Ιερουσαλὴμ ὁ Κύριος, καὶ τὰς διασπορὰς τοῦ ᾿Ισραὴλ ἐπισυνάξει, | The Lord builds up Jerusalem; and he will gather together the dispersed of Israel. |
|
3
|
3
|
| ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν, | He heals the broken in heart, and binds up their wounds. |
|
4
|
4
|
| ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. | He numbers the multitudes of stars; and calls them all by names. |
|
5
|
5
|
| μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. | Great is our Lord, and great is his strength; and his understanding is infinite. |
|
6
|
6
|
| ἀναλαμβάνων πρᾳεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς. | The Lord lifts up the meek; but brings sinners down to the ground. |
|
7
|
7
|
| ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ | Begin the song with thanksgiving to the Lord; sing praises on the harp to our God: |
|
8
|
8
|
| τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, | who covers the heaven with clouds, who prepares rain for the earth, who causes grass to spring up on the mountains, and green herb for the service of men; |
|
9
|
9
|
| διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. | and gives to cattle their food, and to the young ravens that call upon him. |
|
10
|
10
|
| οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ· | He will not take pleasure in the strength of a horse; neither is he well-pleased with the legs of a man. |
|
11
|
11
|
| εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν πᾶσι τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. | The Lord takes pleasure in them that fear him, and in all that hope in his mercy. |
|
Κεφάλαιο 147
|
Psalm 147
|
|
1
|
1
|
| ᾿Αλληλούϊα· ᾿Αγγαίου καὶ Ζαχαρίου. ΕΠΑΙΝΕΙ, ῾Ιερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών, | Alleluia, a Psalm of Aggæus and Zacharias. Praise the Lord, O Jerusalem; praise thy God, O Sion. |
|
2
|
2
|
| ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί· | For he has strengthened the bars of thy gates; he has blessed thy children within thee. |
|
3
|
3
|
| ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε· | He makes thy borders peaceful, and fills thee with the flour of wheat. |
|
4
|
4
|
| ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· | He sends his oracle to the earth: his word will run swiftly. |
|
5
|
5
|
| διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· | He gives snow like wool: he scatters the mist like ashes. |
|
6
|
6
|
| βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; | Casting forth his ice like morsels: who shall stand before his cold? |
|
7
|
7
|
| ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ρυήσεται ὕδατα. | He shall send out his word, and melt them: he shall blow with his wind, and the waters shall flow. |
|
8
|
8
|
| ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ ᾿Ιακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ ᾿Ισραήλ. | He sends his word to Jacob, his ordinances and judgments to Israel. |
|
9
|
9
|
| οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. | He has not done so to any other nation; and he has not shewn them his judgments. |
|
Κεφάλαιο 148
|
Psalm 148
|
|
1
|
1
|
| ᾿Αλληλούϊα· ᾿Αγγαίου καὶ Ζαχαρίου. ΑΙΝΕΙΤΕ τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. | Alleluia, a Psalm of Aggæus and Zacharias. Praise ye the Lord from the heavens: praise him in the highest. |
|
2
|
2
|
| αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. | Praise ye him, all his angels: praise ye him, all his hosts. |
|
3
|
3
|
| αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. | Praise him, sun and moon: praise him, all ye stars and light. |
|
4
|
4
|
| αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. | Praise him, ye heavens of heavens, and the water that is above the heavens. |
|
5
|
5
|
| αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. | Let them praise the name of the Lord: for he spoke, and they were made; he commanded, and they were created. |
|
6
|
6
|
| ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. | He has established them for ever, even for ever and ever: he has made an ordinance, and it shall not pass away. |
|
7
|
7
|
| αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· | Praise the Lord from the earth, ye serpents, and all deeps. |
|
8
|
8
|
| πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· | Fire, hail, snow, ice, stormy wind; the things that perform his word. |
|
9
|
9
|
| τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· | Mountains, and all hills; fruitful trees, and all cedars: |
|
10
|
10
|
| τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· | wild beasts, and all cattle; reptiles, and winged birds: |
|
11
|
11
|
| βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· | kings of the earth, and all peoples; princes, and all judges of the earth: |
|
12
|
12
|
| νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· | young men and virgins, old men with youths: |
|
13
|
13
|
| αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. | let them praise the name of the Lord: for his name only is exalted; his praise is above the earth and heaven, |
|
14
|
14
|
| καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς ᾿Ισραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. | and he shall exalt the horn of his people, there is a hymn for all his saints, even of the children of Israel, a people who draw near to him. |
|
Κεφάλαιο 149
|
Psalm 149
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΑΣΑΤΕ τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. | Alleluia. Sing to the Lord a new song: his praise is in the assembly of the saints. |
|
2
|
2
|
| εὐφρανθήτω ᾿Ισραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. | Let Israel rejoice in him that made him; and let the children of Sion exult in their king. |
|
3
|
3
|
| αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, | Let them praise his name in the dance: let them sing praises to him with timbrel and psaltery. |
|
4
|
4
|
| ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. | For the Lord takes pleasure in his people; and will exalt the meek with salvation. |
|
5
|
5
|
| καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. | The saints shall rejoice in glory; and shall exult on their beds. |
|
6
|
6
|
| αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν | The high praises of God shall be in their throat, and two-edged swords in their hands; |
|
7
|
7
|
| τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, | to execute vengeance on the nations, and punishments among the peoples; |
|
8
|
8
|
| τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, | to bind their kings with fetters, and their nobles with manacles of iron; |
|
9
|
9
|
| τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. | to execute on them the judgment written: this honour have all his saints. |
|
Κεφάλαιο 150
|
Psalm 150
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΑΙΝΕΙΤΕ τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· | Alleluia. Praise God in his holy places: praise him in the firmament of his power. |
|
2
|
2
|
| αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. | Praise him on account of his mighty acts: praise him according to his abundant greatness. |
|
3
|
3
|
| αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· | Praise him with the sound of a trumpet: praise him with psaltery and harp. |
|
4
|
4
|
| αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· | Praise him with timbrel and dance: praise him with stringed instruments and the organ. |
|
5
|
5
|
| αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. | Praise him with melodious cymbals: praise him with loud cymbals. |
|
6
|
6
|
| πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ἀλληλούϊα. | Let every thing that has breath praise the Lord. |
|
Κεφάλαιο 151
|
Psalm 151
|
|
1
|
1
|
| Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυΐδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ· ὅτε ἐμονομάχησε τῷ Γολιάθ. ΜΙΚΡΟΣ ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου. | This Psalm is a genuine one of David, though supernumerary, composed when he fought in single combat with Goliad. I was small among my brethren, and youngest in my father's house: I tended my father's sheep. |
|
2
|
2
|
| αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. | My hands formed a musical instrument, and my fingers tuned a psaltery. |
|
3
|
3
|
| καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει. | And who shall tell my Lord? the Lord himself, he himself hears. |
|
4
|
4
|
| αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὑτοῦ. | He sent forth his angel, and took me from my father's sheep, and he anointed me with the oil of his anointing. |
|
5
|
5
|
| οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος. | My brothers were handsome and tall; but the Lord did not take pleasure in them. |
|
6
|
6
|
| ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ· | I went forth to meet the Philistine; and he cursed me by his idols. |
|
7
|
7
|
| ἐγὼ δέ, σπασάμενος τὴν παρ᾿ αὐτοῦ μάχαιραν, ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν ᾿Ισραήλ. | But I drew his own sword, and beheaded him, and removed reproach from the children of Israel. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.