|
Κεφάλαιο 9
|
Глава́ ѳ҃
|
|
1
|
1
|
| ΩΣ δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν ᾿Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ ᾿Αντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ ᾿Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ ᾿Ιεβουσαῖοι, | Є҆гда́ же оу҆слы́шаша всѝ ца́рїе а҆морре́йстїи, и҆̀же ѡ҆б̾ ѻ҆нꙋ̀ странꙋ̀ і҆ѻрда́на, и҆̀же въ го́рнѣй и҆ и҆̀же въ ра́внѣй, и҆ и҆̀же во все́мъ примо́рїи мо́рѧ вели́кагѡ и҆ и҆̀же при а҆нтїлїва́нѣ, и҆ хеттє́и и҆ а҆моррє́и, и҆ гергесє́и и҆ хананє́и, и҆ ферезє́и и҆ є҆ѵє́и и҆ і҆евꙋсє́и, |
|
2
|
2
|
| συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι ᾿Ιησοῦν καὶ ᾿Ισραὴλ ἅμα πάντες. 2α Τότε ᾠκοδόμησεν ᾿Ιησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ᾿Ισραὴλ ἐν ὄρει Γαιβάλ, 2β καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς ᾿Ισραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ’ οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ καὶ θυσίαν σωτηρίου. 2γ καὶ ἔγραψεν ᾿Ιησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον τῶν υἱῶν ᾿Ισραὴλ 2δ καὶ πᾶς ᾿Ισραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖραν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζίν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβάλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις. 2ε καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω ᾿Ιησοῦς πάντα τὰ ρήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ· 2ζ οὐκ ἦν ρῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ ᾿Ιησοῖ, ὃ οὐκ ἀνέγνω ᾿Ιησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν ᾿Ισραήλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ ᾿Ισραήλ. | снидо́шасѧ вкꙋ́пѣ сѣщи́сѧ со і҆исꙋ́сомъ и҆ со і҆и҃лемъ є҆диномы́сленнѡ. |
|
3
|
3
|
| Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα, ὅσα ἐποίησε Κύριος τῇ ῾Ιεριχὼ καὶ τῇ Γαί. | И҆ живꙋ́щїи въ хо́лмѣ въ гаваѡ́нѣ слы́шаша всѧ̑, є҆ли̑ка сотворѝ гдⷭ҇ь і҆ерїхѡ́нꙋ и҆ га́ю, |
|
4
|
4
|
| καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους, | и҆ сотвори́ша и҆ сі́и съ лꙋка́вствомъ, и҆ ше́дше оу҆гото́ваша бра̑шна и҆ оу҆гото́вашасѧ: и҆ взе́мше врє́тища вє́тха на ѻ҆слы̀ своѧ̑, и҆ мѣ́хи вїна̀ вє́тхи и҆ разсѣ́дшыѧсѧ завѧ̑заны: |
|
5
|
5
|
| καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶκαταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν. καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος. | и҆ сапогѝ вє́тхи и҆ запла́чєны на ногꙋ̀ и҆́хъ, и҆ ри̑зы ѡ҆бвєтша́ны на ни́хъ, и҆ хлѣ́бы бра́шна и҆́хъ бѣ́ша пресо́хли и҆ сплѣ́снѣли и҆ сдро́блени. |
|
6
|
6
|
| καὶ ἤλθοσαν πρὸς ᾿Ιησοῦν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ εἰς Γάλγαλα καὶ εἶπαν πρὸς ᾿Ιησοῦν καὶ ᾿Ισραήλ· ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς τὸν Χορραῖον· ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην; | И҆ прїидо́ша ко і҆исꙋ́сꙋ въ по́лкъ і҆и҃левъ въ галга́лы, и҆ реко́ша ко і҆исꙋ́сꙋ и҆ всемꙋ̀ і҆и҃лю: ѿ землѝ да́льнїѧ прїидо́хомъ, и҆ нн҃ѣ завѣща́йте на́мъ завѣ́тъ. |
|
8
|
8
|
| καὶ εἶπαν πρὸς ᾿Ιησοῦν· οἰκέται σού ἐσμεν. καὶ εἶπε πρὸς αὐτοὺς ᾿Ιησοῦς· πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε; | И҆ реко́ша ко і҆исꙋ́сꙋ: рабѝ є҆смы̀ твоѝ. И҆ речѐ къ ни̑мъ і҆исꙋ́съ: ѿкꙋ́дꙋ є҆стѐ; и҆ ѿкꙋ́дꙋ прїидо́сте; |
|
9
|
9
|
| καὶ εἶπαν· ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ | И҆ реко́ша къ немꙋ̀: ѿ да́льнїѧ землѝ ѕѣлѡ̀ прїидо́хомъ рабѝ твоѝ во и҆́мѧ гдⷭ҇а бг҃а твоегѡ̀: слы́шахомъ бо и҆́мѧ є҆гѡ̀ и҆ всѧ̑, є҆ли̑ка сотворѝ во є҆гѵ́птѣ, |
|
10
|
10
|
| καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων καὶ τῷ ῍Ωγ βασιλεῖ τῆς Βασάν, ὃς κατῴκει ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν. | и҆ всѧ̑, є҆ли̑ка сотворѝ двои́мъ царє́мъ а҆моррє́йскимъ, и҆̀же бы́ша ѡ҆б̾ ѻ҆нꙋ̀ странꙋ̀ і҆ѻрда́на, сиѡ́нꙋ царю̀ є҆севѡ́нскꙋ и҆ ѡ҆́гꙋ царю̀ васа́нскꙋ, и҆́же живѧ́ше во а҆старѡ́ѳѣ и҆ во є҆драі́нѣ. |
|
11
|
11
|
| καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες· λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς· οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην. | И҆ слы́шавше реко́ша къ на́мъ ста́рцы на́ши и҆ всѝ живꙋ́щїи на землѝ на́шей, глаго́люще: возми́те себѣ̀ бра́шно на пꙋ́ть и҆ и҆ди́те проти́вꙋ и҆̀мъ, и҆ рцы́те къ ни̑мъ: рабѝ є҆смы̀ ва́ши, и҆ нн҃ѣ завѣща́йте на́мъ завѣ́тъ: |
|
12
|
12
|
| οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς. νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι. | сі́и хлѣ́бы на́ши, тє́плыѧ на пꙋ́ть взѧ́хомъ и҆̀хъ ѿ домѡ́въ на́шихъ, въ ѻ҆́ньже де́нь и҆зыдо́хомъ прїитѝ къ ва́мъ: нн҃ѣ же пресхо́ша и҆ бы́ша содро́блени: |
|
13
|
13
|
| καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασι· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα. | и҆ сі́и мѣ́си вїна̀, и҆̀хже налїѧ́хомъ нѡ́вы, и҆ сі́и разсѣдо́шасѧ: и҆ ри̑зы на́шѧ сїѧ̑ и҆ ѡ҆бꙋ̑вища на̑ша ѡ҆бетша́ша ѿ до́лгагѡ пꙋтѝ ѕѣлѡ̀. |
|
20
|
20
|
| καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ Κύριον οὐκ ἐπηρώτησαν. | сїѐ сотвори́мъ и҆̀мъ, є҆́же живи́ти и҆̀хъ, и҆ снабди́мъ и҆̀хъ, и҆ не бꙋ́детъ на на́съ гнѣ́ва клѧ́твы ра́ди, є҆́юже клѧ́хомсѧ и҆̀мъ. |
|
21
|
21
|
| καὶ ἐποίησεν ᾿Ιησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς. | И҆ реко́ша и҆̀мъ кнѧ̑зи: да живꙋ́тъ сі́и, и҆ бꙋ́дꙋтъ древосѣ́чцы и҆ водоно́сцы всемꙋ̀ со́нмꙋ. И҆ сотворѝ ве́сь со́нмъ, ꙗ҆́коже реко́ша и҆̀мъ кнѧ̑зи. |
|
22
|
22
|
| καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι. | И҆ созва̀ и҆̀хъ і҆исꙋ́съ и҆ речѐ и҆̀мъ, глаго́лѧ: почто̀ прельсти́сте мѧ̀, глаго́люще: дале́че є҆смы̀ ѿ тебє̀ ѕѣлѡ̀; вы́ же насе́лницы є҆стѐ ѿ живꙋ́щихъ въ на́съ: |
|
23
|
23
|
| καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼθ καὶ πόλεις ᾿Ιαρίν. | и҆ нн҃ѣ про́клѧти є҆стѐ: и҆ не ѡ҆скꙋдѣ́етъ ѿ ва́съ ра́бъ, нижѐ древосѣ́чецъ, нижѐ водоно́сецъ мнѣ̀ и҆ бг҃ꙋ моемꙋ̀. |
|
24
|
24
|
| καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ ᾿Ισραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν ᾿Ισραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι. | И҆ ѿвѣща́ша і҆исꙋ́сꙋ, глаго́люще: поне́же возвѣсти́сѧ на́мъ (рабѡ́мъ твои̑мъ), є҆ли̑ка заповѣ́да гдⷭ҇ь бг҃ъ тво́й мѡѷсе́ю рабꙋ̀ своемꙋ̀, да́ти ва́мъ зе́млю сїю̀ и҆ потреби́ти на́съ и҆ всѧ̑ живꙋ́щыѧ на не́й ѿ лица̀ ва́шегѡ, сегѡ̀ ра́ди оу҆боѧ́хомсѧ ѕѣлѡ̀ ѡ҆ дꙋша́хъ на́шихъ ѿ лица̀ ва́шегѡ, и҆ сотвори́хомъ дѣ́ло сїѐ: |
|
25
|
25
|
| καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ· ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν ᾿Ισραὴλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν· | и҆ нн҃ѣ, сѐ, мы̀ подрꙋ́чни ва́мъ, ꙗ҆́коже оу҆го́дно є҆́сть ва́мъ, и҆ ꙗ҆́коже ва́мъ мни́тсѧ, твори́те на́мъ. |
|
26
|
26
|
| τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ’ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς· | И҆ сотвори́ша и҆̀мъ си́це: и҆ и҆зба́ви ѧ҆̀ і҆исꙋ́съ въ то́й де́нь ѿ рꙋкꙋ̀ сынѡ́въ і҆и҃левыхъ, и҆ не оу҆би́ша и҆̀хъ. |
|
27
|
27
|
| ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες. | И҆ поста́ви ѧ҆̀ і҆исꙋ́съ въ то́й де́нь древосѣ́чцы и҆ водоно́сцы всемꙋ̀ со́нмꙋ и҆ ѻ҆лтарю̀ бж҃їю. Сегѡ̀ ра́ди бы́ша живꙋ́щїи въ гаваѡ́нѣ древосѣ́чцы и҆ водоно́сцы ѻ҆лтарю̀ бж҃їю, да́же до дне́шнѧгѡ днѐ, и҆ на мѣ́стѣ є҆́же а҆́ще и҆збере́тъ гдⷭ҇ь. |
|
28
|
|
| καὶ συνεκάλεσεν αὐτοὺς ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· διατί παρελογίσασθέ με λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα, ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν; | |
|
29
|
|
| καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου. | |
|
30
|
|
| καὶ ἀπεκρίθησαν τῷ ᾿Ιησοῖ λέγοντες· ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς πρὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο. | |
|
31
|
|
| καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν. | |
|
32
|
|
| καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν ᾿Ισραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς. | |
|
33
|
|
| καὶ κατέστησεν αὐτοὺς ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.