|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΚΑΙ ἀνέστη μετὰ ᾿Αβιμέλεχ τοῦ σῶσαι τὸν ᾿Ισραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ ᾿Ισσάχαρ, καὶ αὐτὸς ᾤκει ἐν Σαμὶρ ἐν ὄρει ᾿Εφραίμ. | And after Abimelech Thola the son of Phua rose up to save Israel, being the son of his father's brother, a man of Issachar; and he dwelt in Samir in mount Ephraim. |
|
2
|
2
|
| καὶ ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανε καὶ ἐτάθη ἐν Σαμίρ. | And he judged Israel twenty-three years, and died, and was buried in Samir. |
|
3
|
3
|
| Καὶ ἀνέστη μετ᾿ αὐτὸν ᾿Ιαΐρ ὁ Γαλαάδ, καὶ ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσι δύο ἔτη. | And after him arose Jair of Galaad, and he judged Israel twenty-two years. |
|
4
|
4
|
| καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις ᾿Ιαΐρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλαάδ. | And he had thirty-two sons riding on thirty-two colts, and they had thirty-two cities; and they called them Jair's towns until this day in the land of Galaad. |
|
5
|
5
|
| καὶ ἀπέθανεν ᾿Ιαΐρ καὶ ἐτάφη ἐν Ραμνών. | And Jair died, and was buried in Rhamnon. |
|
6
|
6
|
| Καὶ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλὶμ καὶ τοῖς ᾿Ασταρὼθ καὶ τοῖς θεοῖς ᾿Αρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν ᾿Αμμὼν καὶ τοῖς θεοῖς Φυλιστιΐμ καὶ ἐγκατέλιπον τὸν Κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. | And the children of Israel did evil again in the sight of the Lord, and served Baalim, and Astaroth, and the gods of Aram, and the gods of Sidon, and the gods of Moab, and the gods of the children of Ammon, and the gods of the Phylistines; and they forsook the Lord, and did not serve him. |
|
7
|
7
|
| καὶ ὠργίσθη θυμῷ Κύριος ἐν ᾿Ισραὴλ καὶ ἐπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιΐμ καὶ ἐν χειρὶ υἱῶν ᾿Αμμών. | And the Lord was very angry with Israel, and sold them into the hand of the Phylistines, and into the hand of the children of Ammon. |
|
8
|
8
|
| καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς ᾿Ισραὴλ τοὺς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν γῇ τοῦ ᾿Αμορρὶ τοῦ ἐν Γαλαάδ. | And they afflicted and bruised the children of Israel at that time eighteen years, all the children of Israel beyond Jordan in the land of the Amorite in Galaad. |
|
9
|
9
|
| καὶ διέβησαν οἱ υἱοὶ ᾿Αμμὼν τὸν ᾿Ιορδάνην παρατάξασθαι πρὸς ᾿Ιούδαν καὶ Βενιαμὶν καὶ πρὸς ᾿Εφραὶμ καὶ ἐθλίβη ᾿Ισραὴλ σφόδρα. | And the children of Ammon went over Jordan to fight with Juda, and Benjamin, and with Ephraim; and the children of Israel were greatly afflicted. |
|
10
|
10
|
| καὶ ἐβόησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον λέγοντες· ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν Θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλίμ. | And the children of Israel cried to the Lord, saying, We have sinned against thee, because we have forsaken God, and served Baalim. |
|
11
|
11
|
| καὶ εἶπε Κύριος πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ· μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ ᾿Αμορραίου καὶ ἀπὸ υἱῶν ᾿Αμμὼν καὶ ἀπὸ Φυλιστιΐμ | And the Lord said to the children of Israel, Did I not save you from Egypt and from the Amorite, and from the children of Ammon, and from the Phylistines, |
|
12
|
12
|
| καὶ Σιδωνίων καὶ ᾿Αμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν; | and from the Sidonians, and Amalec, and Madiam, who afflicted you? and ye cried to me, and I saved you out of their hand? |
|
13
|
13
|
| καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. | Yet ye forsook me and served other gods; therefore I will not save you any more. |
|
14
|
14
|
| πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. | Go, and cry to the gods whom ye have chosen to yourselves, and let them save you in the time of your affliction. |
|
15
|
15
|
| καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. | And the children of Israel said to the Lord, We have sinned: do thou to us according to all that is good in thine eyes; only deliver us this day. |
|
16
|
16
|
| καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ Κυρίῳ μόνῳ, καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ ᾿Ισραήλ. | And they put away the strange gods from the midst of them, and served the Lord only, and his soul was pained for the trouble of Israel. |
|
17
|
17
|
| Καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Αμμών, καὶ παρενέβαλον ἐν Γαλαάδ. καὶ συνήχθησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ. | And the children of Ammon went up, and encamped in Galaad; and the children of Israel were gathered together and encamped on the hill. |
|
18
|
18
|
| καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ὁ ἀνήρ, ὅστις ἂν ἄρξεται παρατάξασθαι πρὸς υἱοὺς ᾿Αμμών; καὶ ἔσται εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ. | And the people the princes of Galaad said every man to his neighbour, Who is he that shall begin to fight against the children of Ammon? he shall even be head over all that dwell in Galaad. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.