|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΚΑΙ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καἱ ἐπὶ τὸν οἶκον ᾿Ισραὴλ καὶ εἶπε πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα· οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα· | And an angel of the Lord went up from Galgal to the place of weeping, and to Bæthel, and to the house of Israel, and said to them, Thus says the Lord, I brought you up out of Egypt, and I brought you into the land which I sware to your fathers; and I said, I will never break my covenant that I have made with you. |
|
2
|
2
|
| καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε. καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε. | And ye shall make no covenant with them that dwell in this land, neither shall ye worship their gods; but ye shall destroy their graven images, ye shall pull down their altars: but ye hearkened not to my voice, for ye did these things. |
|
3
|
3
|
| κἀγὼ εἶπον· οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον. | And I said, I will not drive them out from before you, but they shall be for a distress to you, and their gods shall be to you for an offence. |
|
4
|
4
|
| καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος Κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς ᾿Ισραήλ, καὶ ἐπῇραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. | And it came to pass when the angel of the Lord spoke these words to all the children of Israel, that the people lifted up their voice, and wept. |
|
5
|
5
|
| καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ Κυρίῳ. | And they named the name of that place Weepings; and they sacrificed there to the Lord. |
|
6
|
6
|
| Καὶ ἐξαπέστειλεν ᾿Ιησοῦς τὸν λαόν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν. | And Joshua dismissed the people, and they went every man to his inheritance, to inherit the land. |
|
7
|
7
|
| καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ᾿Ιησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ ᾿Ιησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα, ὃ ἐποίησεν ἐν τῷ ᾿Ισραήλ. | And the people served the Lord all the days of Joshua, and all the days of the elders that lived many days with Joshua, as many as knew all the great work of the Lord, what things he had wrought in Israel. |
|
8
|
8
|
| καὶ ἐτελεύτησεν ᾿Ιησοῦς υἱὸς Ναυὴ δοῦλος Κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν. | And Joshua the son of Naue, the servant of the Lord, died, a hundred and ten years old. |
|
9
|
9
|
| καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρές, ἐν ὄρει ᾿Εφραὶμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς. | And they buried him in the border of his inheritance, in Thamnathares, in mount Ephraim, on the north of the mountain of Gaas. |
|
10
|
10
|
| καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾿ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν Κύριον καί γε τὸ ἔργον, ὃ ἐποίησεν ἐν τῷ ᾿Ισραήλ. | And all that generation were laid to their fathers: and another generation rose up after them, who knew not the Lord, nor yet the work which he wrought in Israel. |
|
11
|
11
|
| Καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλίμ. | And the children of Israel wrought evil before the Lord, and served Baalim. |
|
12
|
12
|
| καὶ ἐγκατέλιπον τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καί προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν Κύριον | And they forsook the Lord God of their fathers, who brought them out of the land of Egypt, and walked after other gods, of the gods of the nations round about them; and they worshipped them. |
|
13
|
13
|
| καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βάαλ καὶ ταῖς ᾿Αστάρταις. | And they provoked the Lord, and forsook him, and served Baal and the Astartes. |
|
14
|
14
|
| καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. | And the Lord was very angry with Israel; and he gave them into the hands of the spoilers, and they spoiled them; and he sold them into the hands of their enemies round about, and they could not any longer resist their enemies, |
|
15
|
15
|
| ἐν πᾶσιν, οἷς ἐπορεύοντο, καὶ χεὶρ Κυρίου ἦν ἐπ᾿ αὐτοὺς εἰς κακά, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα. | among whomsoever they went; and the hand of the Lord was against them for evil, as the Lord spoke, and as the Lord sware to them; and he greatly afflicted them. |
|
16
|
16
|
| καὶ ἤγειρε Κύριος κριτάς, καὶ ἔσωσεν αὐτοὺς Κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς. καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν, | And the Lord raised up judges, and the Lord saved them out of the hands of them that spoiled them: and yet they hearkened not to the judges, |
|
17
|
17
|
| ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων Κυρίου, οὐκ ἐποίησαν οὕτως. | for they went a whoring after other gods, and worshipped them; and they turned quickly out of the way in which their fathers walked to hearken to the words of the Lord; they did not so. |
|
18
|
18
|
| καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτάς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καί ἐκθλιβόντων αὐτούς. | And because the Lord raised them up judges, so the Lord was with the judge, and saved them out of the hand of their enemies all the days of the judge; for the Lord was moved at their groaning by reason of them that besieged them and afflicted them. |
|
19
|
19
|
| καὶ ἐγένετο ὡς ἀπέθνησκεν ὁ κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν, καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς. | And it came to pass when the judge died, that they went back, and again corrupted themselves worse than their fathers to go after other gods to serve them and to worship them: they abandoned not their devices nor their stubborn ways. |
|
20
|
20
|
| καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ εἶπεν· ἀνθ᾿ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου, | And the Lord was very angry with Israel, and said, Forasmuch as this nation has forsaken my covenant which I commanded their fathers, and has not hearkened to my voice, |
|
21
|
21
|
| καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐν τῇ γῇ | therefore I will not any more cast out a man of the nations from before their face, which Joshua the son of Naue left in the land. And the Lord left them, |
|
22
|
22
|
| καὶ ἀφῆκε, τοῦ πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ. | to prove Israel with them, whether they would keep the way of the Lord, to walk in it, as their fathers kept it, or no. |
|
23
|
23
|
| καὶ ἀφῆκε Κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ ᾿Ιησοῦ. | So the Lord will leave these nations, so as not to cast them out suddenly; and he delivered them not into the hand of Joshua. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.