|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΚΑΙ οἱ υἱοὶ ᾿Ισραὴλ ὤμοσαν ἐν Μασσηφὰθ λέγοντες· ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμὶν εἰς γυναῖκα. | Now the children of Israel swore in Massephath, saying, No man of us shall give his daughter to Benjamin for a wife. |
|
2
|
2
|
| καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθὴλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ Θεοῦ καὶ ᾖραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν | And the people came to Bæthel, and sat there until evening before God: and they lifted up their voice and wept with a great weeping; |
|
3
|
3
|
| καὶ εἶπαν· εἰς τί, Κύριε Θεὲ ᾿Ισραήλ, ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ ᾿Ισραὴλ φυλὴν μίαν; | and said, Wherefore, O Lord God of Israel, has this come to pass, that to-day one tribe should be counted as missing from Israel? |
|
4
|
4
|
| καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας. | And it came to pass on the morrow that the people rose up early, and built there an altar, and offered up whole-burnt-offerings and peace-offerings. |
|
5
|
5
|
| καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν ᾿Ισραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ λέγοντες· θανάτῳ θανατωθήσεται. | And the children of Israel said, Who of all the tribes of Israel, went not up in the congregation to the Lord? for there was a great oath concerning those who went not up to the Lord to Massephath, saying, He shall surely be put to death. |
|
6
|
6
|
| καὶ παρεκλήθησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Βενιαμὶν ἀδελφὸν αὐτῶν καὶ εἶπαν· ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ ᾿Ισραήλ· | And the children of Israel relented toward Benjamin their brother, and said, To-day one tribe is cut off from Israel. |
|
7
|
7
|
| τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν Κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας. | What shall we do for wives for the rest that remain? whereas we have sworn by the Lord, not to give them of our daughters for wives. |
|
8
|
8
|
| καὶ εἶπαν· τίς εἷς ἀπὸ φυλῶν ᾿Ισραήλ, ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφάθ; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ᾿Ιαβὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν. | And they said, What one man is there of the tribes of Israel, who went not up to the Lord to Massephath? and, behold, no man came to the camp from Jabis Galaad to the assembly. |
|
9
|
9
|
| καὶ ἐπεσκέπη ὁ λαός, καί οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ᾿Ιαβὶς Γαλαάδ. | And the people were numbered, and there was not there a man from the inhabitants of Jabis Galaad. |
|
10
|
10
|
| καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλατο αὐτοῖς λέγοντες· πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ᾿Ιαβὶς Γαλαὰδ ἐν στόματι ρομφαίας. | And the congregation sent thither twelve thousand men of the strongest, and they charged them, saying, Go ye and smite the inhabitants of Jabis Galaad with the edge of the sword. |
|
11
|
11
|
| καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εὐδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως. | And this shall ye do: every male and every woman that has known the lying with man ye shall devote to destruction, but the virgins ye shall save alive: and they did so. |
|
12
|
12
|
| καὶ εὗρον ἀπὸ οἰκούντων ᾿Ιαβὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν. | And they found among the inhabitants of Jabis Galaad four hundred young virgins, who had not known man by lying with him; and they brought them to Selom in the land of Chanaan. |
|
13
|
13
|
| καὶ ἀπέστειλαν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμὶν ἐν τῇ πέτρᾳ Ρεμμὼν καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην. | And all the congregation sent and spoke to the children of Benjamin in the rock Remmon, and invited them to make peace. |
|
14
|
14
|
| καὶ ἐπέστρεψε Βενιαμὶν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ τὰς γυναῖκας, ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ᾿Ιαβὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτω. | And Benjamin returned to the children of Israel at that time, and the children of Israel gave them the women whom they had saved alive of the daughters of Jabis Galaad; and they were content. |
|
15
|
15
|
| Καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμίν, ὅτι ἐποίησε Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ᾿Ισραήλ. | And the people relented for Benjamin, because the Lord had made a breach in the tribes of Israel. |
|
16
|
16
|
| καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς· τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμὶν γυνή. | And the elders of the congregation said, What shall we do for wives for them that remain? for the women have been destroyed out of Benjamin. |
|
17
|
17
|
| καὶ εἶπαν· Κληρονομία διασωζομένων τῶν Βενιαμίν, καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ ᾿Ισραήλ· | And they said, There must be an inheritance of them that are escaped of Benjamin; and so a tribe shall not be destroyed out of Israel. |
|
18
|
18
|
| ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς ᾿Ισραὴλ λέγοντες· ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμίν. | For we shall not be able to give them wives of our daughters, because we swore among the children of Israel, saying, Cursed is he that gives a wife to Benjamin. |
|
19
|
19
|
| καὶ εἶπαν· ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼμ ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ᾿ ἀνατολάς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπό Βαιθὴλ εἰς Συχέμ καὶ ἀπὸ νότου τῆς Λεβωνά. | And they said, Lo! now there is a feast of the Lord from year to year in Selom, which is on the north of Bæthel, eastward on the way that goes up from Bæthel to Sychem, and from the south of Lebona. |
|
20
|
20
|
| καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμὶν λέγοντες· πορεύεσθε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσι· | And they charged the children of Benjamin, saying, Go and lie in wait in the vineyards; |
|
21
|
21
|
| καὶ ὄψεσθε καὶ ἰδού, ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼ χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα, ἀπὸ τῶν θυγατέρων Σηλὼμ καὶ πορεύεσθε εἰς γῆν Βενιαμίν. | and ye shall see; and lo! if there come out the daughters of the inhabitants of Selom to dance in dances, then shall ye go out of the vineyards and seize for yourselves every man a wife of the daughters of Selom, and go ye into the land of Benjamin. |
|
22
|
22
|
| καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ἡμᾶς, καὶ ἐροῦμεν αὐτοῖς· ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆροςπλημμελήσατε. | And it shall come to pass, when their fathers or their brethren come to dispute with us, that we will say to them, Grant them freely to us, for we have not taken every man his wife in the battle: because ye did not give to them according to the occasion, ye transgressed. |
|
23
|
23
|
| καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμὶν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς. | And the children of Benjamin did so; and they took wives according to their number from the dancers whom they seized: and they went and returned to their inheritance, and built the cities, and dwelt in them. |
|
24
|
24
|
| καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ. | And the children of Israel went thence at that time every man to his tribe and his kindred; and they went thence every man to his inheritance. |
|
25
|
25
|
| ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει. | And in those days there was no king in Israel; every man did that which was right in his own sight. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.