|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. | And straightaway in the morning the chief priests with the elders and scribes, and the whole council, held a consultation, and bound Jesus, and carried him away, and delivered him up to Pilate. |
|
2
|
2
|
| Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Σὺ λέγεις. | And Pilate asked him, Art thou the King of the Jews? And he answered and said unto him, Thou sayest. |
|
3
|
3
|
| Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά· | And the chief priests accused him of many things. |
|
4
|
4
|
| ὁ δὲ Πιλάτος πάλιν ἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου καταμαρτυροῦσιν. | And Pilate again asked him, saying, Answerest thou nothing? behold how many things they witness against thee. |
|
5
|
5
|
| Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον. | But Jesus no more answered anything; insomuch that Pilate marveled. |
|
6
|
6
|
| Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. | Now at the feast he used to release unto them one prisoner, whomsoever they asked of him. |
|
7
|
7
|
| Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. | And there was one called Barabbas, lying bound with them that had made insurrection with him, men who in the insurrection had committed murder. |
|
8
|
8
|
| Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. | And the multitude cried out and began to ask him to do unto them as he had always done. |
|
9
|
9
|
| Ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; | And Pilate answered them, saying, Will ye that I release unto you the King of the Jews? |
|
10
|
10
|
| Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. | For he perceived that for envy the chief priests had delivered him up. |
|
11
|
11
|
| Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. | But the chief priests stirred up the multitude, that he should rather release Barabbas unto them. |
|
12
|
12
|
| Ὁ δὲ Πιλάτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς, Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων; | And Pilate answered and said again unto them, What will ye then that I shall do unto him whom ye call King of the Jews? |
|
13
|
13
|
| Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. | And they cried out again, Crucify him. |
|
14
|
14
|
| Ὁ δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. | And Pilate said unto them, Why, what evil hath he done? But they cried out the more exceedingly, Crucify him. |
|
15
|
15
|
| Ὁ δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. | And Pilate, wishing to content the multitude, released unto them Barabbas, and delivered Jesus, when he had scourged him, to be crucified. |
|
16
|
16
|
| Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. | And the soldiers led him away within the court, which is the Praetorium; and they call together the whole band. |
|
17
|
17
|
| Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, | And they clothe him with purple, and plaiting a crown of thorns, they put it on him; |
|
18
|
18
|
| καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· | and they began to salute him, Hail, King of the Jews! |
|
19
|
19
|
| καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. | And they smote his head with a reed, and spat upon him, and bowing their knees worshiped him. |
|
20
|
20
|
| Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. | And when they had mocked him, they took off from him the purple, and put on him his own garments. And they lead him out to crucify him. |
|
21
|
21
|
| Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. | And they compel one passing by, Simon of Cyrene, coming from the country, the father of Alexander and Rufus, to go with them, that he might bear his cross. |
|
22
|
22
|
| Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστιν μεθερμηνευόμενον Κρανίου Τόπος. | And they bring him unto the place Golgotha, which is, being interpreted, The place of a skull. |
|
23
|
23
|
| Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβεν. | And they gave him wine to drink mingled with myrrh: but he received it not. |
|
24
|
24
|
| Καὶ σταυρώσαντες αὐτόν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτά, τίς τί ἄρῃ. | And when they had crucified him, they part his garments among them, casting lots upon them, what each should take. |
|
25
|
25
|
| Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. | And it was the third hour, and they crucified him. |
|
26
|
26
|
| Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων. | And the superscription of his accusation was written above, THE KING OF THE JEWS. |
|
27
|
27
|
| Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. | And with him they crucify two robbers; one on his right hand, and one on his left. |
|
28
|
28
|
| Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. | And the scripture was fulfilled, which saith, And he was reckoned with transgressors |
|
29
|
29
|
| Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, | And they that passed by railed on him, wagging their heads, and saying, Ha! thou that destroyest the temple, and buildest it in three days, |
|
30
|
30
|
| σῶσον σεαυτόν, καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. | save thyself, and come down from the cross. |
|
31
|
31
|
| Ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. | In like manner also the chief priests mocking him among themselves with the scribes said, He saved others; himself he cannot save. |
|
32
|
32
|
| Ὁ χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν. | Let the Christ, the King of Israel, now come down from the cross, that we may see and believe. And they that were crucified with him reproached him. |
|
33
|
33
|
| Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. | And when the sixth hour was come, there was darkness over the whole land until the ninth hour. |
|
34
|
34
|
| Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἐλωΐ, Ἐλωΐ, λιμὰ σαβαχθανί; Ὅ ἐστιν μεθερμηνευόμενον, Ὁ θεός μου, ὁ θεός μου, εἰς τί με ἐγκατέλιπες; | And at the ninth hour Jesus cried with a loud voice, saying, Eloi, Eloi, lima sabachthani? which is, being interpreted, My God, my God, why hast thou forsaken me? |
|
35
|
35
|
| Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, Ἰδού, Ἠλίαν φωνεῖ. | And some of them that stood by, when they heard it, said, Behold, he calleth Elijah. |
|
36
|
36
|
| Δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. | And one ran, and filled a sponge full of vinegar, and put it on a reed, and gave him to drink, saying, Let be; let us see whether Elijah cometh to take him down. |
|
37
|
37
|
| Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. | And Jesus uttered a loud voice, and gave up the ghost. |
|
38
|
38
|
| Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. | And the veil of the temple was rent in two from the top to the bottom. |
|
39
|
39
|
| Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν θεοῦ. | And when the centurion, who stood by over against him, saw that he so cried out, and gave up the ghost, he said, Truly this man was the Son of God. |
|
40
|
40
|
| Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, | And there were also women beholding from afar: among whom were both Mary Magdalene, and Mary the mother of James the less and of Joses, and Salome; |
|
41
|
41
|
| αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. | who also, when he was in Galilee, followed him, and ministered unto him; and many other women that came up with him unto Jerusalem. |
|
42
|
42
|
| Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, ὅ ἐστιν προσάββατον, | And when even was now come, because it was the Preparation, that is, the day before the sabbath, |
|
43
|
43
|
| ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ· τολμήσας εἰσῆλθεν πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. | there came Joseph of Arimathea, a councilor of honorable estate, who also himself was looking for the kingdom of God; and he boldly went in unto Pilate, and asked for the body of Jesus. |
|
44
|
44
|
| Ὁ δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν. | And Pilate wondered if he were already dead: and calling unto him the centurion, he asked him whether he had been any while dead. |
|
45
|
45
|
| Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. | And when he learned it of the centurion, he granted the body to Joseph. |
|
46
|
46
|
| Καὶ ἀγοράσας σινδόνα, καὶ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι, καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. | And he bought a linen cloth, and taking him down, wound him in the linen cloth, and laid him in a tomb which had been hewn out of a rock; and he rolled a stone against the door of the tomb. |
|
47
|
47
|
| Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. | And Mary Magdalene and Mary the mother of Joses beheld where he was laid. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.