|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· | And there are gathered together unto him the Pharisees, and certain of the scribes, who had come from Jerusalem: |
|
2
|
2
|
| καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσίν, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους ἐμέμψαντο. | and when they saw some of his disciples eating bread with defiled, that is, unwashed, hands, they found fault. |
|
3
|
3
|
| Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· | (For the Pharisees, and all the Jews, except they wash their hands diligently, eat not, holding the tradition of the elders; |
|
4
|
4
|
| καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσιν· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν. | and when they come from the marketplace, except they bathe themselves, they eat not; and many other things there are, which they have received to hold, washings of cups, and pots, and brazen vessels, and couches.) |
|
5
|
5
|
| Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσιν τὸν ἄρτον; | Then the Pharisees and the scribes ask him, Why walk not thy disciples according to the tradition of the elders, but eat their bread with unwashed hands? |
|
6
|
6
|
| Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ. | And he answered and said unto them, Well did Isaiah prophesy of you hypocrites, as it is written, This people honoreth me with their lips, But their heart is far from me. |
|
7
|
7
|
| Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. | But in vain do they worship me, Teaching as their doctrines the precepts of men. |
|
8
|
8
|
| Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. | For leaving the commandment of God, ye hold fast the tradition of men, washings of pots and cups: and many other such like things ye do. |
|
9
|
9
|
| Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. | And he said unto them, Full well do ye reject the commandment of God, that ye may keep your tradition. |
|
10
|
10
|
| Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· | For Moses said, Honor thy father and thy mother; and, He that speaketh evil of father or mother, let him die the death: |
|
11
|
11
|
| ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· | but ye say, If a man shall say to his father or his mother, That wherewith thou mightest have been profited by me is Corban, that is to say, Given to God; |
|
12
|
12
|
| καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, | and ye no longer suffer him to do aught for his father or his mother; |
|
13
|
13
|
| ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. | making void the word of God by your tradition, which ye have delivered: and many such like things ye do. |
|
14
|
14
|
| Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, Ἀκούετέ μου πάντες, καὶ συνίετε. | And he called to him all the multitude, and said unto them, Hear me all of you, and understand: |
|
15
|
15
|
| Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ’ αὐτοῦ, ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. | there is nothing from without the man, that going into him can defile him; but the things which proceed out of him, those are they that defile the man. |
|
16
|
16
|
| Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. | If any man hath ears to hear, let him hear. |
|
17
|
17
|
| Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. | And when he was entered into a house from the multitude, his disciples asked him concerning the parable. |
|
18
|
18
|
| Καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, | And he saith unto them, Are ye so without understanding also? Perceive ye not, that whatsoever from without goeth into the man, it cannot defile him; |
|
19
|
19
|
| ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα. | because it goeth not into his heart, but into his belly, and goeth out into the draft, making all meats clean? |
|
20
|
20
|
| Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. | And he said, That which proceedeth out of the man, that defileth the man. |
|
21
|
21
|
| Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, | For from within, out of the heart of men, evil thoughts proceed, adulteries, fornications, murders, |
|
22
|
22
|
| κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· | thefts, covetings, wickednesses, deceit, lasciviousness, an evil eye, railing, pride, foolishness: |
|
23
|
23
|
| πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον. | all these evil things proceed from within, and defile the man. |
|
24
|
24
|
| Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. | And from thence he arose, and went away into the borders of Tyre and Sidon. And he entered into a house, and would have no man know it; and he could not be hidden. |
|
25
|
25
|
| Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· | For a woman, whose little daughter had an unclean spirit, having heard of him, came and fell down at his feet. |
|
26
|
26
|
| ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. | Now the woman was a Greek, a Syrophoenician by race. And she besought him that he would cast forth the demon out of her daughter. |
|
27
|
27
|
| Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. | But Jesus said unto her, Let the children first be filled: for it is not meet to take the children’s bread and cast it to the dogs. |
|
28
|
28
|
| Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, Ναί, κύριε· καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. | But she answered and saith unto him, Yea, Lord; for even the dogs under the table eat of the children’s crumbs. |
|
29
|
29
|
| Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. | And he said unto her, For this saying go thy way; the demon is gone out of thy daughter. |
|
30
|
30
|
| Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης. | And she went away unto her house, and found the demon gone out, and her daughter laid upon the bed. |
|
31
|
31
|
| Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. | And again he went out from the borders of Tyre and Sidon, and came unto the sea of Galilee, through the midst of the borders of Decapolis. |
|
32
|
32
|
| Καὶ φέρουσιν αὐτῷ κωφὸν μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. | And they bring unto him deaf man who had an impediment in his speech; and they beseech him to lay his hand upon him. |
|
33
|
33
|
| Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, | And he took him aside from the multitude privately, and put his fingers into his ears, and he spat, and touched his tongue; |
|
34
|
34
|
| καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν, Διανοίχθητι. | and looking up to heaven, he sighed, and saith unto him, Ephphatha, that is, Be opened. |
|
35
|
35
|
| Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. | And straightaway his ears were opened, and the bond of his tongue was loosed, and he spake plain. |
|
36
|
36
|
| Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. | And he charged them that they should tell no man: but the more he charged them, so much the more a great deal they published it. |
|
37
|
37
|
| Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν. | And they were beyond measure astonished, saying, He hath done all things well; he maketh even the deaf to hear, and the dumb to speak. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.