|
Глава́ в҃і
|
Κεφάλαιο 12
|
|
1
|
1
|
| И҆ и҆́де ца́рь ровоа́мъ въ сїкі́мꙋ, ꙗ҆́кѡ въ сїкі́мꙋ прїи́де ве́сь і҆и҃ль воцари́ти є҆го̀. | ΚΑΙ πορεύεται βασιλεὺς Ροβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς ᾿Ισραὴλ βασιλεῦσαι αὐτόν.* |
|
2
|
2
|
| И҆ бы́сть є҆гда̀ оу҆слы́ша і҆еровоа́мъ сы́нъ нава́товъ, сꙋ́щꙋ є҆мꙋ̀ є҆щѐ во є҆гѵ́птѣ, ꙗ҆́кѡ оу҆бѣ́глъ бѣ̀ ѿ лица̀ соломѡ́на, и҆ возврати́сѧ і҆еровоа́мъ и҆з̾ є҆гѵ́пта: | Καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, καὶ ἔφυγεν ἐκ προσώπου τοῦ βασιλέως Σαλωμὼν καὶ ἐπέστρεψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου, |
|
3
|
3
|
| и҆ посла́ша, и҆ призва́ша є҆го̀. И҆ прїи́де і҆еровоа́мъ и҆ ве́сь со́нмъ і҆и҃левъ, и҆ реко́ша лю́дїе къ царю̀ ровоа́мꙋ глаго́люще: | καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν καὶ ἦλθεν ῾Ιεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ᾿Ισραήλ. |
|
4
|
4
|
| ѻ҆те́цъ тво́й ѡ҆тѧгчѝ ꙗ҆ре́мъ на́шъ, ты́ же нн҃ѣ ѡ҆блегчѝ ѿ рабо́ты ѻ҆тца̀ твоегѡ̀ же́стокїѧ и҆ ѿ ꙗ҆рма̀ є҆гѡ̀ тѧ́жкагѡ, є҆го́же возложѝ на ны̀, и҆ порабо́таемъ тѝ. | ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως, οὗ ἔδωκεν ἐφ᾿ ἡμᾶς, καὶ δουλεύσομέν σοι. |
|
5
|
5
|
| И҆ речѐ къ ни̑мъ: ѿиди́те (и҆ пребꙋ́дите) до тре́тїѧгѡ днѐ, и҆ возврати́тесѧ ко мнѣ̀. И҆ и҆до́ша. | καὶ εἶπεν πρὸς αὐτούς· ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον. |
|
6
|
6
|
| И҆ возвѣстѝ ровоа́мъ ца́рь старѣ́йшинамъ, и҆̀же бы́ша предстоѧ́ще пред̾ соломѡ́номъ ѻ҆тце́мъ є҆гѡ̀, є҆щѐ жи́вꙋ є҆мꙋ̀ сꙋ́щꙋ, глаго́лѧ: ка́кѡ вы̀ мы́слите, да ѿвѣща́ю лю́демъ си̑мъ сло́во; | καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ λέγων· πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον; |
|
7
|
7
|
| И҆ рѣ́ша є҆мꙋ̀, глаго́люще: а҆́ще въ дне́шнїй де́нь бꙋ́деши ра́бъ лю́демъ си̑мъ и҆ порабо́таеши и҆̀мъ, и҆ рече́ши и҆̀мъ словеса̀ бла̑га, и҆ бꙋ́дꙋтъ тѝ рабѝ во всѧ̑ дни̑. | καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες· εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσεις αὐτοῖς καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. |
|
8
|
8
|
| И҆ пренебрежѐ совѣ́тъ старѣ́йшинъ, ꙗ҆̀же совѣща́ша є҆мꙋ̀, и҆ совѣ́това со ѻ҆́трѡки воспита́нными съ ни́мъ предстоѧ́вшими пред̾ лице́мъ є҆гѡ̀, | καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ᾿ αὐτοῦ τῶν παρεστηκότων πρὸς προσώπου αὐτοῦ |
|
9
|
9
|
| и҆ речѐ и҆̀мъ: что̀ вы̀ совѣщава́ете; и҆ что̀ ѿвѣща́ю лю́демъ си̑мъ, и҆̀же рѣ́ша ко мнѣ̀, глаго́люще: ѡ҆блегчѝ на́шъ ꙗ҆ре́мъ, є҆го́же возложѝ ѻ҆те́цъ тво́й на ны̀; | καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρός με λεγόντων· κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾿ ἡμᾶς; |
|
10
|
10
|
| И҆ глаго́лаша къ немꙋ̀ ѻ҆́троцы воспита́ннїи съ ни́мъ и҆ рѣ́ша є҆мꙋ̀: си́це да глаго́леши лю́демъ си̑мъ, и҆̀же рѣ́ша къ тебѣ̀, глаго́люще: ѻ҆те́цъ тво́й ѡ҆тѧгчѝ ꙗ҆ре́мъ на́шъ: ты́ же нн҃ѣ ѡ҆блегчѝ ѿ на́съ: сїѧ̑ рече́ши къ ни̑мъ: ю҆́ность моѧ̀ толстѣ́е чре́слъ ѻ҆тца̀ моегѡ̀: | καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾿ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες· τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρός σε λέγοντες· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ᾿ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς· ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου· |
|
11
|
11
|
| и҆ нн҃ѣ ѻ҆те́цъ мо́й наложѝ на вы̀ ꙗ҆ре́мъ тѧ́жекъ, а҆́зъ же приложꙋ̀ къ ꙗ҆рмꙋ̀ ва́шемꙋ: ѻ҆те́цъ мо́й наказа̀ вы̀ ра́нами, а҆́зъ же накажꙋ̀ вы̀ скорпїо́нами. | καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. |
|
12
|
12
|
| И҆ прїи́де ве́сь і҆и҃ль къ царю̀ ровоа́мꙋ въ де́нь тре́тїй, ꙗ҆́коже речѐ и҆̀мъ ца́рь, глаго́лѧ: возврати́тесѧ ко мнѣ̀ въ де́нь тре́тїй. | καὶ παρεγένοντο πᾶς ᾿Ισραὴλ πρὸς τὸν βασιλέα Ροβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων· ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ. |
|
13
|
13
|
| И҆ ѿвѣща̀ ца́рь къ лю́демъ же́стокѡ: и҆ ѡ҆ста́ви ца́рь ровоа́мъ совѣ́тъ старѣ́йшинъ, ꙗ҆̀же совѣща́ша є҆мꙋ̀, | καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπε Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, |
|
14
|
14
|
| и҆ речѐ къ ни̑мъ по совѣ́тꙋ ѻ҆трокѡ́въ, глаго́лѧ: ѻ҆те́цъ мо́й ѡ҆тѧгчѝ ꙗ҆ре́мъ ва́шъ, а҆́зъ же приложꙋ̀ къ ꙗ҆рмꙋ̀ ва́шемꙋ: ѻ҆те́цъ мо́й наказа̀ вы̀ ра́нами, а҆́зъ же накажꙋ̀ вы̀ скорпїо́нами. | καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. |
|
15
|
15
|
| И҆ не послꙋ́ша ца́рь люді́й, ꙗ҆́кѡ бѣ̀ превраще́нїе ѿ гдⷭ҇а, ꙗ҆́кѡ да оу҆тверди́тъ гл҃го́лъ сво́й, є҆го́же гл҃а рꙋко́ю а҆хі́и силѡні́тѧнина ѡ҆ і҆еровоа́мѣ сы́нѣ нава́товѣ. | καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Αχιὰ τοῦ Σηλωνίτου περὶ ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ. |
|
16
|
16
|
| И҆ ви́дѣ ве́сь і҆и҃ль, ꙗ҆́кѡ не послꙋ́ша ца́рь гла́са и҆́хъ, и҆ ѿвѣща́ша лю́дїе царю̀, глаго́люще: ка́ѧ на́мъ ча́сть въ даві́дѣ; и҆ нѣ́сть на́мъ наслѣ́дїѧ въ сы́нѣ і҆ессе́овѣ: бѣжѝ, і҆и҃лю, въ кро́вы своѧ̑: нн҃ѣ пасѝ до́мъ тво́й, даві́де. И҆ ѿи́де і҆и҃ль въ кро́вы своѧ̑. | καὶ εἶδον πᾶς ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων· τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί· ἀπότρεχε, ᾿Ισραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἀπῆλθεν ᾿Ισραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ. |
|
17
|
|
| Над̾ сынми́ же і҆и҃левыми, и҆̀же живѧ́хꙋ во градѣ́хъ і҆ꙋ́диныхъ, воцари́сѧ ровоа́мъ над̾ ни́ми. | |
|
18
|
18
|
| И҆ посла̀ ца́рь ровоа́мъ а҆дѡнїра́ма, и҆́же над̾ да́нїю, и҆ побѝ є҆го̀ ка́менїемъ ве́сь і҆и҃ль, и҆ оу҆́мре. Ца́рь же ровоа́мъ потща́сѧ взы́ти на колесни́цꙋ оу҆бѣжа́ти во і҆ерⷭ҇ли́мъ. | καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Αδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ροβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς ῾Ιερουσαλήμ. |
|
19
|
19
|
| И҆ ѿложи́сѧ і҆и҃ль ѿ до́мꙋ даві́дова да́же до дне́сь. | καὶ ἠθέτησεν ᾿Ισραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης. |
|
20
|
20
|
| И҆ бы́сть є҆гда̀ оу҆слы́ша ве́сь і҆и҃ль, ꙗ҆́кѡ возврати́сѧ і҆еровоа́мъ ѿ є҆гѵ́пта, и҆ посла́ша, и҆ призва́ша є҆го̀ на собо́ръ, и҆ воцари́ша є҆го̀ над̾ і҆и҃лемъ: и҆ не бѣ̀ в̾слѣ́дъ до́мꙋ даві́дова, то́кмѡ хорꙋ́гвь і҆ꙋ́дина и҆ венїамі́нова. | καὶ ἐγένετο ὡς ἤκουσε πᾶς ᾿Ισραὴλ ὅτι ἀνέκαμψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ ᾿Ισραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου ᾿Ιούδα καὶ Βενιαμὶν μόνοι. |
|
21
|
21
|
| И҆ ровоа́мъ вни́де во і҆ерⷭ҇ли́мъ и҆ собра̀ ве́сь со́нмъ і҆ꙋ́динъ и҆ хорꙋ́гвь венїамі́ню, сто̀ и҆ два́десѧть ты́сѧщъ ю҆́ношей, творѧ́щихъ бра́нь, ра́товати на до́мъ і҆и҃левъ, є҆́же возврати́ти ца́рство ровоа́мꙋ сы́нꙋ соломѡ́ню. | καὶ Ροβοὰμ εἰσῆλθεν εἰς ῾Ιερουσαλὴμ καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ᾿Ιούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον ᾿Ισραήλ, ἐπιστρέψαι τὴν βασιλείαν Ροβοὰμ υἱῷ Σαλωμών. |
|
22
|
22
|
| И҆ бы́сть сло́во гдⷭ҇не ко саме́ю человѣ́кꙋ бж҃їю, гл҃ѧ: | καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· |
|
23
|
23
|
| рцы̀ къ ровоа́мꙋ сы́нꙋ соломѡ́ню царю̀ і҆ꙋ́динꙋ и҆ ко всемꙋ̀ до́мꙋ і҆ꙋ́динꙋ и҆ венїамі́новꙋ и҆ ко ѡ҆ста́вшымсѧ лю́демъ, глаго́лѧ: | εἰπὸν τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ ᾿Ιούδα καὶ πρὸς πάντα οἶκον ᾿Ιούδα καὶ Βενιαμὶν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων· |
|
24
|
24
|
| та́кѡ гл҃етъ гдⷭ҇ь: не восходи́те, нижѐ ра́тꙋйте на бра́тїю ва́шꙋ, на сы́ны і҆и҃лєвы: но возврати́тесѧ кі́йждо въ до́мы своѧ̑, ꙗ҆́кѡ ѿ менє̀ бы́сть гл҃го́лъ се́й. И҆ послꙋ́шаша словесѐ гдⷭ҇нѧ, и҆ преста́ша и҆тѝ по гл҃го́лꙋ гдⷭ҇ню. | τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου. 24α Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ. καὶ ἐβασίλευσε Ροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν ῾Ιερουσαλὴμ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανάν, θυγάτηρ ᾿Ανὰν υἱοῦ Ναὰς βασιλέως υἱῶν ᾿Αμμών· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 24β καὶ ἦν ἄνθρωπος ἐξ ὄρους ᾿Εφραὶμ δοῦλος τῷ Σαλωμών, καὶ ὄνομα αὐτῷ ῾Ιεροβοάμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρά, γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου ᾿Ιωσήφ, καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ, καὶ ἦσαν αὐτῶ τριακόσια ἅρματα ἵππων· οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου ᾿Εφραὶμ, οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν. 24γ καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν, καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾿ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών. 24δ καὶ ἤκουσεν ῾Ιεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμών, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου λέγων· ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακίμ· αἴτησαί τι αἴτημα καὶ δώσω σοι. 24ε καὶ Σουσακὶμ ἔδωκε τῷ ῾Ιεροβοὰμ τὴν ᾿Ανώ, ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκε τῷ ῾Ιεροβοὰμ τὸν ᾿Αβιὰ υἱὸν αὐτοῦ. 24ζ καὶ εἶπεν ῾Ιεροβοὰμ πρὸς Σουσακίμ· ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον ᾿Εφραίμ· καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Ιεροβοὰμ χάρακα. 24η Καὶ ἠρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα, καὶ ἐπορεύθη ῾Ιεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς ᾿Ανὼ τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ πορεύου, ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. 24θ καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ καὶ ὄνομα αὐτῷ ᾿Αχιά, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ρῆμα Κυρίου μετ᾿ αὐτοῦ. καὶ εἶπεν ῾Ιεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος. καὶ ἀνέστη ἡ γυνὴ 24ι καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ ᾿Αχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν, 24κ καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται, καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς ᾿Αχιὰ τὸν Σηλωνίτην καὶ εἶπεν ᾿Αχιὰ τῷ παιδαρίῳ αὐτοῦ· ἔξελθε δὴ εἰς ἀπαντὴν ᾿Ανὼ τῇ γυναικὶ ῾Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῇ· εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος· σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ. 24λ καὶ εἰσῆλθεν ᾿Ανὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, καὶ εἶπεν αὐτῇ ᾿Αχιά· ἱνατί ἐνήνοχάς μοι ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος· ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾿ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσί σοι· τὸ παιδάριον τέθνηκεν. 24μ ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ ῾Ιεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ ῾Ιεροβοὰμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὸ παιδάριον κόψονται· οὐαὶ Κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ρῆμα καλὸν περὶ τοῦ Κυρίου. 24ν καὶ ἀπῆλθεν ἡ γυνή, ὡς ἤκουσε, καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρά, καὶ τὸ παιδάριον ἀπέθανε, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. 24ξ Καὶ ἐπορεύθη ῾Ιεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει ᾿Εφραὶμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ ᾿Ισραήλ, καὶ ἀνέβη ἐκεῖ Ροβοὰμ υἱὸς Σαλωμών. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν ᾿Ελαμὶ λέγων· λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ρῆξον αὐτὸ δώδεκα ρήγματα καὶ δώσεις τῷ ῾Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος· λάβε σεαυτῷ δέκα ρήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν ῾Ιεροβοάμ· καὶ εἶπε Σαμαίας· τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ ᾿Ισραήλ. 24ο Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοὰμ υἱὸν Σαλωμών· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουφιεῖς ἐφ᾿ ἡμᾶς καὶ δουλεύσομέν σοι. καὶ εἶπε Ροβοὰμ πρὸς τὸν λαόν· ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ρῆμα. 24π καὶ εἶπε Ροβοάμ· εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ᾿ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ρῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησε Ροβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ· οὕτως ἐλάλησε πρός σε ὁ λαός. 24ρ καὶ διεσκέδασε Ροβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς· ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρός με λέγων. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ· οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων· ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις. 24σ καὶ ἤρεσε τὸ ρῆμα ἐνώπιον Ροβοάμ, καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τά παιδάρια. 24τ καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες· οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου ᾿Ισραήλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. 24υ καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησε Ροβοὰμ καὶ ἀπῆλθε καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς ῾Ιερουσαλήμ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον ᾿Ιούδα καὶ πᾶν σκῆπτρον Βενιαμίν. 24φ καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισε Ροβοὰμ πάντα ἄνδρα ᾿Ιούδα καὶ Βενιαμὶν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς ῾Ιεροβοὰμ εἰς Σίκιμα. 24χ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· εἰπὸν τῷ Ροβοὰμ βασιλεῖ ᾿Ιούδα καὶ πρὸς πάντα οἶκον ᾿Ιούδα καὶ Βενιαμὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων· τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς ᾿Ισραήλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. 24ψ καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου. |
|
25
|
25
|
| И҆ созда̀ і҆еровоа́мъ сїкі́мꙋ въ горѣ̀ є҆фре́мли, и҆ всели́сѧ въ не́й, и҆ и҆зы́де ѿтꙋ́дꙋ, и҆ созда̀ фанꙋи́ла. | Καὶ ᾠκοδόμησεν ῾Ιεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει ᾿Εφραὶμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ. |
|
26
|
26
|
| И҆ речѐ і҆еровоа́мъ въ се́рдцы свое́мъ: сѐ, нн҃ѣ возврати́тсѧ ца́рство въ до́мъ даві́довъ, | καὶ εἶπεν ῾Ιεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυίδ· |
|
27
|
27
|
| а҆́ще взы́дꙋтъ лю́дїе сі́и вознестѝ же́ртвꙋ въ хра́мѣ гдⷭ҇ни во і҆ерⷭ҇ли́мъ, и҆ ѡ҆брати́тсѧ се́рдце люді́й ко гдⷭ҇ꙋ и҆ господи́нꙋ своемꙋ̀, къ ровоа́мꙋ царю̀ і҆ꙋ́динꙋ, и҆ оу҆бїю́тъ мѧ̀, и҆ возвратѧ́тсѧ къ ровоа́мꙋ царю̀ і҆ꙋ́динꙋ. | ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς ῾Ιερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοὰμ βασιλέα ᾿Ιούδα, καὶ ἀποκτενοῦσί με. |
|
28
|
28
|
| И҆ оу҆совѣ́това ца́рь, и҆ сотворѝ двѣ̀ ю҆́ницы зла̑ты, и҆ речѐ къ лю́демъ: довлѣ́етъ ва́мъ восходи́ти во і҆ерⷭ҇ли́мъ: сѐ, бо́зи твоѝ, і҆и҃лю, и҆зве́дшїи тѧ̀ и҆з̾ землѝ є҆гѵ́петскїѧ. | καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς· καὶ εἶπε πρὸς τὸν λαόν· ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς ῾Ιερουσαλήμ· ἰδοὺ θεοί σου, ᾿Ισραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. |
|
29
|
29
|
| И҆ поста́ви є҆ди́нꙋ въ веѳи́ли, а҆ дрꙋгꙋ́ю въ да́нѣ. | καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν. |
|
30
|
30
|
| И҆ бы́сть сло́во сїѐ на согрѣше́нїе, и҆ и҆дѧ́хꙋ лю́дїе пред̾ лице́мъ ю҆́ницы є҆ди́ныѧ да́же до да́на, и҆ ѡ҆ста́виша хра́мъ гдⷭ҇ень. | καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δάν. καὶ εἴασαν τὸν οἶκον Κυρίου. |
|
31
|
31
|
| И҆ сотворѝ ка̑пища на высо́кихъ, и҆ сотворѝ жерцѡ́въ ча́сть ѿ люді́й, и҆̀же не бѣ́ша ѿ сынѡ́въ леѵі́иныхъ. | καὶ ἐποίησεν οἴκους ἐφ᾿ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί. |
|
32
|
32
|
| И҆ сотворѝ і҆еровоа́мъ пра́здникъ въ ѻ҆смы́й мцⷭ҇ъ въ пѧтыйна́десѧть де́нь мцⷭ҇а, по пра́здникꙋ, и҆́же въ землѝ бѣ̀ і҆ꙋ́динѣ, и҆ взы́де на ѻ҆лта́рь, є҆го́же сотворѝ въ веѳи́ли, жре́ти ю҆́ницамъ, ꙗ҆̀же сотворѝ, и҆ поста́ви въ веѳи́ли жерцы̀ на высо́кихъ, ꙗ҆̀же сотворѝ. | καὶ ἐποίησεν ῾Ιεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ ᾿Ιούδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιθήλ, τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησε. |
|
33
|
33
|
| И҆ взы́де на ѻ҆лта́рь, є҆го́же сотворѝ въ веѳи́ли, въ ѻ҆смы́й мцⷭ҇ъ, въ пѧтыйна́десѧть де́нь въ пра́здникъ, є҆го́же соста́ви по се́рдцꙋ своемꙋ̀: и҆ сотворѝ пра́здникъ сынѡ́мъ і҆и҃лєвымъ, и҆ взы́де на ѻ҆лта́рь є҆́же пожре́ти. | καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι. -------------------------------- * |
Паперове видання
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • 3 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.
• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.
• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.
• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.