|
Leviticus
|
ΛΕΥΙΤΙΚΟΝ
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
| And the Lord called Moses again and spoke to him out of the tabernacle of witness, saying, Speak to the children of Israel, and thou shalt say to them, | ΚΑΙ ἀνεκάλεσε Μωυσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων· |
|
2
|
2
|
| If any man of you shall bring gifts to the Lord, ye shall bring your gifts of the cattle and of the oxen and of the sheep. | λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν. |
|
3
|
3
|
| If his gift be a whole-burnt-offering, he shall bring an unblemished male of the herd to the door of the tabernacle of witness, he shall bring it as acceptable before the Lord. | ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν, ἄρσεν ἄμωμον προσάξει· πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου. |
|
4
|
4
|
| And he shall lay his hand on the head of the burnt-offering as a thing acceptable for him, to make atonement for him. | καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτῷ ἐξιλάσασθαι περὶ αὐτοῦ. |
|
5
|
5
|
| And they shall slay the calf before the Lord; and the sons of Aaron the priests shall bring the blood, and they shall pour the blood round about on the altar, which is at the doors of the tabernacle of witness. | καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
6
|
6
|
| And having flayed the whole burnt-offering, they shall divide it by its limbs. | καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη, |
|
7
|
7
|
| And the sons of Aaron the priests shall put fire on the altar, and shall pile wood on the fire. | καὶ ἐπιθήσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ. |
|
8
|
8
|
| And the sons of Aaron the priests shall pile up the divided parts, and the head, and the fat on the wood on the fire, the wood which is on the altar. | καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου, |
|
9
|
9
|
| And the entrails and the feet they shall wash in water, and the priests shall put all on the altar: it is a burnt-offering, a sacrifice, a smell of sweet savour to the Lord. | τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. |
|
10
|
10
|
| And if his gift be of the sheep to the Lord, or of the lambs, or of the kids for whole-burnt-offerings, he shall bring it a male without blemish. | ᾿Εὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων, εἰς ὁλοκαυτώματα, ἄρσεν ἄμωμον προσάξει αὐτὸ καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. |
|
11
|
11
|
| And he shall lay his hand on its head; and they shall kill it by the side of the altar, toward the north before the Lord, and the sons of Aaron the priests shall pour its blood on the altar round about. | καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βορρᾶν ἔναντι Κυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. |
|
12
|
12
|
| And they shall divide it by its limbs, and its head and its fat, and the priests shall pile them up on the wood which is on the fire, on the altar. | καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ, καὶ ἐπιστοιβάσουσιν οἱ ἱερεῖς αὐτὰ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου. |
|
13
|
13
|
| And they shall wash the entrails and the feet with water, and the priest shall bring all the parts and put them on the altar: it is a burnt-offering, a sacrifice, a smell of sweet savour to the Lord. | καὶ τὰ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι. καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. |
|
14
|
14
|
| And if he bring his gift, a burnt-offering to the Lord, of birds, then shall he bring his gift of doves or pigeons. | ᾿Εὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃ δῶρον αὐτοῦ τῷ Κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων, ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ. |
|
15
|
15
|
| And the priest shall bring it to the altar, and shall wring off its head; and the priest shall put it on the altar, and shall wring out the blood at the bottom of the altar. | καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον καὶ ἀποκνίσει τὴν κεφαλήν, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου. |
|
16
|
16
|
| And he shall take away the crop with the feathers, and shall cast it forth by the altar toward the east to the place of the ashes. | καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολάς εἰς τὸν τόπον τῆς σποδοῦ. |
|
17
|
17
|
| And he shall break it off from the wings and shall not separate it, and the priest shall put it on the altar on the wood which is on the fire: it is a burnt-offering, a sacrifice, a sweet-smelling savour to the Lord. | καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. |
|
Chapter 2
|
Κεφάλαιο 2
|
|
1
|
1
|
| And if a soul bring a gift, a sacrifice to the Lord, his gift shall be fine flour; and he shall pour oil upon it, and shall put frankincense on it: it is a sacrifice. | ΕΑΝ δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ᾿ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ᾿ αὐτὸ λίβανον· θυσία ἐστί. |
|
2
|
2
|
| And he shall bring it to the priests the sons of Aaron: and having taken from it a handful of the fine flour with the oil, and all its frankincense, then the priest shall put the memorial of it on the altar: it is a sacrifice, an odour of sweet savour to the Lord. | καὶ οἴσει πρὸς τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ᾿ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον· θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. |
|
3
|
3
|
| And the remainder of the sacrifice shall be for Aaron and his sons, a most holy portion from the sacrifices of the Lord. | καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν Κυρίου. ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ, δῶρον Κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ. |
|
4
|
|
| And if he bring as a gift a sacrifice baked from the oven, a gift to the Lord of fine flour, he shall bring unleavened bread kneaded with oil, and unleavened cakes anointed with oil. | |
|
5
|
5
|
| And if thy gift be a sacrifice from a pan, it is fine flour mingled with oil, unleavened offerings. | ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμά ἐστι. |
|
6
|
6
|
| And thou shalt break them into fragments and pour oil upon them: it is a sacrifice to the Lord. | καὶ διαθρύψεις αὐτὰ κλάσματα, καὶ ἐπιχεεῖς ἐπ᾿ αὐτὰ ἔλαιον. θυσία ἐστὶ Κυρίῳ. |
|
7
|
7
|
| And if thy gift be a sacrifice from the hearth, it shall be made of fine flour with oil. | ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται. |
|
8
|
8
|
| And he shall offer the sacrifice which he shall make of these to the Lord, and shall bring it to the priest. | καὶ προσοίσει τὴν θυσίαν, ἣν ἂν ποιήσῃ ἐκ τούτων τῷ Κυρίῳ, καὶ προσοίσει πρὸς τὸν ἱερέα· καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον |
|
9
|
9
|
| And the priest shall approach the altar, and shall take away from the sacrifice a memorial of it, and the priest shall place it on the altar: a burnt offering, a smell of sweet savour to the Lord. | ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. |
|
10
|
10
|
| And that which is left of the sacrifice shall be for Aaron and his sons, most holy from the burnt-offerings of the Lord. | τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας, ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων Κυρίου. |
|
11
|
11
|
| Ye shall not leaven any sacrifice which ye shall bring to the Lord; for as to any leaven, or any honey, ye shall not bring of it to offer a gift to the Lord. | Πᾶσαν θυσίαν, ἣν ἂν προσφέρητε Κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ᾿ αὐτοῦ, καρπῶσαι Κυρίῳ. |
|
12
|
12
|
| Ye shall bring them in the way of fruits to the Lord, but they shall not be offered on the altar for a sweet-smelling savour to the Lord. | δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ Κυρίῳ, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. |
|
13
|
13
|
| And every gift of your sacrifice shall be seasoned with salt; omit not the salt of the covenant of the Lord from your sacrifices: on every gift of yours ye shall offer salt to the Lord your God. | καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται· οὐ διαπαύσατε ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν, ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας. |
|
14
|
14
|
| And if thou wouldest offer a sacrifice of first-fruits to the Lord, it shall be new grains ground and roasted for the Lord; so shalt thou bring the sacrifice of the first-fruits. | ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεννημάτων |
|
15
|
15
|
| And thou shalt pour oil upon it, and shalt put frankincense on it: it is a sacrifice. | καὶ ἐπιχεεῖς ἐπ᾿ αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ᾿ αὐτὴν λίβανον· θυσία ἐστί. |
|
16
|
16
|
| And the priest shall offer the memorial of it taken from the grains with the oil, and all its frankincense: it is a burnt-offering to the Lord. | καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστι τῷ Κυρίῳ. |
|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| And if his gift to the Lord be a peace-offering, if he should bring it of the oxen, whether it be male or whether it be female, he shall bring it unblemished before the Lord. | ΕΑΝ δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτοῦ προσαγάγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου. |
|
2
|
2
|
| And he shall lay his hands on the head of the gift, and shall slay it before the Lord, by the doors of the tabernacle of witness. And the priests the sons of Aaron shall pour the blood on the altar of burnt-offerings round about. | καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ ἐναντίον Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ. |
|
3
|
3
|
| And they shall bring of the peace-offering a burnt-sacrifice to the Lord, the fat covering the belly, and all the fat on the belly. | καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα Κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας |
|
4
|
4
|
| And the two kidneys and the fat that is upon them; he shall take away that which is on the thighs, and the caul above the liver together with the kidneys. | καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ. |
|
5
|
5
|
| And the priests the sons of Aaron shall offer them on the altar on the burnt-offering, on the wood which is on the fire upon the altar: it is a burnt-offering, a smell of sweet savour to the Lord. | καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπί τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου· κάρπωμα, ὀσμὴν εὐωδίας Κυρίῳ. |
|
6
|
6
|
| And if his gift be of the sheep, a peace-offering to the Lord, male or female, he shall bring it unblemished. | ᾿Εὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ θυσία σωτηρίου τῷ Κυρίῳ, ἄρσεν ἢ θῆλυ, ἄμωμον προσοίσει αὐτό. |
|
7
|
7
|
| If he bring a lamb for his gift, he shall bring it before the Lord. | ἐὰν ἄρνα προσαγάγῃ τὸ δῶρον αὐτοῦ, προσάξει αὐτὸ ἔναντι Κυρίου, |
|
8
|
8
|
| And he shall lay his hands on the head of his offering, and shall slay it by the doors of the tabernacle of witness; and the priests the sons of Aaron shall pour out the blood on the altar round about. | καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου αὐτοῦ καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. |
|
9
|
9
|
| And he shall bring of the peace-offering a burnt-sacrifice to the Lord: the fat and the hinder part unblemished he shall take away with the loins, and having taken away all the fat that covers the belly, and all the fat that is on the belly, | καὶ προσοίσει ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα τῷ Κυρίῳ, τὸ στέαρ καὶ τὴν ὀσφὺν ἄμωμον (σὺν ταῖς ψόαις περιελεῖ αὐτό) καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας |
|
10
|
10
|
| and both the kidneys and the fat that is upon them, and that which is on the thighs, and the caul which is on the liver with the kidneys, | καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελών, |
|
11
|
11
|
| the priest shall offer these on the altar: it is a sacrifice of sweet savour, a burnt-offering to the Lord. | ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· ὀσμὴ εὐωδίας, κάρπωμα Κυρίῳ. |
|
12
|
12
|
| And if his offering be of the goats, then shall he bring it before the Lord. | ᾿Εὰν δὲ ἀπὸ τῶν αἰγῶν τὸ δῶρον αὐτοῦ, καὶ προσάξει ἔναντι Κυρίου. |
|
13
|
13
|
| And he shall lay his hands on its head; and they shall slay it before the Lord by the doors of the tabernacle of witness; and the priests the sons of Aaron shall pour out the blood on the altar round about. | καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. |
|
14
|
14
|
| And he shall offer of it a burnt-offering to the Lord, even the fat that covers the belly, and all the fat that is on the belly. | καὶ ἀνοίσει ἀπ᾿ αὐτοῦ κάρπωμα Κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπί τῆς κοιλίας |
|
15
|
15
|
| And both the kidneys, and all the fat that is upon them, that which is upon the thighs, and the caul of the liver with the kidneys, shall he take away. | καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ πᾶν τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ. |
|
16
|
16
|
| And the priest shall offer it upon the altar: it is a burnt-offering, a smell of sweet savour to the Lord. All the fat belongs to the Lord. | καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. πᾶν τὸ στέαρ τῷ Κυρίῳ· |
|
17
|
17
|
| It is a perpetual statute throughout your generations, in all your habitations; ye shall eat no fat and no blood. | νόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν, ἐν πάσῃ κατοικίᾳ ὑμῶν· πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσθε. |
|
Chapter 4
|
Κεφάλαιο 4
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Speak to the children of Israel, saying, If a soul shall sin unwillingly before the Lord, in any of the commandments of the Lord concerning things which he ought not to do, and shall do some of them; | λάλησον πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, λέγων· ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι Κυρίου ἀκουσίως ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσει ἕν τι ἀπ᾿ αὐτῶν· |
|
3
|
3
|
| if the anointed priest sin so as to cause the people to sin, then shall he bring for his sin, which he has sinned, an unblemished calf of the herd to the Lord for his sin. | ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας. |
|
4
|
4
|
| And he shall bring the calf to the door of the tabernacle of witness before the Lord, and he shall put his hand on the head of the calf before the Lord, and shall slay the calf in the presence of the Lord. | καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου. |
|
5
|
5
|
| And the anointed priest who has been consecrated having received of the blood of the calf, shall then bring it into the tabernacle of witness. | καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου |
|
6
|
6
|
| And the priest shall dip his finger into the blood, and sprinkle of the blood seven times before the Lord, over against the holy veil. | καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον· |
|
7
|
7
|
| And the priest shall put of the blood of the calf on the horns of the altar of the compound incense which is before the Lord, which is in the tabernacle of witness; and all the blood of the calf shall he pour out by the foot of the altar of whole-burnt-offerings, which is by the doors of the tabernacle of witness. | καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστι παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
8
|
8
|
| And all the fat of the calf of the sin-offering shall he take off from it; the fat that covers the inwards, and all the fat that is on the inwards, | καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ᾿ αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων |
|
9
|
9
|
| and the two kidneys, and the fat that is upon them, that which is on the thighs, and the caul that is on the liver with the kidneys, them shall he take away, | καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτό, |
|
10
|
10
|
| as he takes it away from the calf of the sacrifice of peace-offering, so shall the priest offer it on the altar of burnt-offering. | ὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως. |
|
11
|
11
|
| And they shall take the skin of the calf, and all his flesh with the head and the extremities and the belly and the dung, | καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τήν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ |
|
12
|
12
|
| and they shall carry out the whole calf out of the camp into a clean place, where they pour out the ashes, and they shall consume it there on wood with fire: it shall be burnt on the ashes poured out. | καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, οὗ ἐκχεοῦσι τὴν σποδιάν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται. |
|
13
|
13
|
| And if the whole congregation of Israel trespass ignorantly, and a thing should escape the notice of the congregation, and they should do one thing forbidden of any of the commands of the Lord, which ought not to be done, and should transgress: | ᾿Εὰν δὲ πᾶσα συναγωγὴ ᾿Ισραὴλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ρῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, |
|
14
|
14
|
| and the sin wherein they have sinned should become known to them, then shall the congregation bring an unblemished calf of the herd for a sin-offering, and they shall bring it to the doors of the tabernacle of witness. | καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
15
|
15
|
| And the elders of the congregation shall lay their hands on the head of the calf before the Lord, and they shall slay the calf before the Lord. | καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου |
|
16
|
16
|
| And the anointed priest shall bring in of the blood of the calf into the tabernacle of witness. | καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· |
|
17
|
17
|
| And the priest shall dip his finger into some of the blood of the calf, and shall sprinkle it seven times before the Lord, in front of the veil of the sanctuary. | καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου κα’Ι ρανεῖ ἑπτάκις ἔναντι Κυρίου, κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου· |
|
18
|
18
|
| And the priest shall put some of the blood on the horns of the altar of the incense of composition, which is before the Lord, which is in the tabernacle of witness; and he shall pour out all the blood at the bottom of the altar of whole-burnt-offerings, which is by the door of the tabernacle of witness. | καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων, τοῦ πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
19
|
19
|
| And he shall take away all the fat from it, and shall offer it up on the altar. | καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ᾿ αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον. |
|
20
|
20
|
| And he shall do to the calf as he did to the calf of the sin-offering, so shall it be done; and the priest shall make atonement for them, and the trespass shall be forgiven them. | καὶ ποιήσει τὸν μόσχον, ὃν τρόπον ἐποίησε τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτω ποιηθήσεται· καὶ ἐξιλάσεται περί αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία. |
|
21
|
21
|
| And they shall carry forth the calf whole without the camp, and they shall burn the calf as they burnt the former calf: it is the sin-offering of the congregation. | καὶ ἐξοίσουσι τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσι τὸν μόσχον, ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον. ἁμαρτία συναγωγῆς ἐστιν. |
|
22
|
22
|
| And if a ruler sin, and break one of all the commands of the Lord his God, doing the thing which ought not to be done, unwillingly, and shall sin and trespass, | ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἣ οὐ ποιηθήσεται, ἀκουσίως, καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ, |
|
23
|
23
|
| and his trespass wherein he has sinned, be known to him,—then shall he offer for his gift a kid of the goats, a male without blemish. | καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον. |
|
24
|
24
|
| And he shall lay his hand on the head of the kid, and they shall kill it in the place where they kill the victims for whole-burnt-offerings before the Lord; it is a sin-offering. | καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου· ἁμαρτία ἐστί. |
|
25
|
25
|
| And the priest shall put some of the blood of the sin-offering with his finger on the horns of the altar of whole-burnt-offering; and he shall pour out all its blood by the bottom of the altar of whole-burnt-offerings. | καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων. |
|
26
|
26
|
| And he shall offer up all his fat on the altar, as the fat of the sacrifice of peace-offering; and the priest shall make atonement for him concerning his sin, and it shall be forgiven him. | καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ. |
|
27
|
27
|
| And if a soul of the people of the land should sin unwillingly, in doing a thing contrary to any of the commandments of the Lord, which ought not to be done, and shall transgress, | ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, |
|
28
|
28
|
| and his sin should be known to him, wherein he has sinned, then shall he bring a kid of the goats, a female without blemish shall he bring for his sin, which he has sinned. | καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε. |
|
29
|
29
|
| And he shall lay his hand on the head of his sin-offering, and they shall slay the kid of the sin-offering in the place where they slay the victims for whole-burnt-offerings. | καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ καὶ σφάξουσι τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τῷ τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα. |
|
30
|
30
|
| And the priest shall take of its blood with his finger, and shall put it on the horns of the altar of whole-burnt-offerings; and all its blood he shall pour forth by the foot of the altar. | καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου. |
|
31
|
31
|
| And he shall take away all the fat, as the fat is taken away from the sacrifice of peace-offering, and the priest shall offer it on the altar for a smell of sweet savour to the Lord; and the priest shall make atonement for him, and his sin shall be forgiven him. | καὶ πᾶν τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτῷ. |
|
32
|
32
|
| And if he should offer a lamb for his sin-offering, he shall offer it a female without blemish. | ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ περὶ τῆς ἁμαρτίας, θῆλυ ἄμωμον προσοίσει αὐτό. |
|
33
|
33
|
| And he shall lay his hand on the head of the sin-offering, and they shall kill it in the place where they kill the victims for whole-burnt-offerings. | καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ τῆς ἁμαρτίας, καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα. |
|
34
|
34
|
| And the priest shall take of the blood of the sin-offering with his finger, and shall put it on the horns of the altar of whole-burnt-offerings, and he shall pour out all its blood by the bottom of the altar of whole-burnt-offering. | καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ, ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαρπώσεως. καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως. |
|
35
|
35
|
| And he shall take away all his fat, as the fat of the lamb of the sacrifice of peace-offering is taken away, and the priest shall put it on the altar for a whole-burnt-offering to the Lord; and the priest shall make atonement for him for the sin which he sinned, and it shall be forgiven him. | καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα Κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ. |
|
Chapter 5
|
Κεφάλαιο 5
|
|
1
|
1
|
| And if a soul sin, and hear the voice of swearing, and he is a witness or has seen or been conscious, if he do not report it, he shall bear his iniquity. | ΕΑΝ δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς, ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν. |
|
2
|
2
|
| That soul which shall touch any unclean thing, or carcase, or that which is unclean being taken of beasts, or the dead bodies of abominable reptiles which are unclean, or carcases of unclean cattle, | ἡ ψυχὴ ἐκείνη, ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου, ἢ θηριαλώτου ἀκαθάρτου, ἢ τῶν θνησιμαίων βδελυγμάτων τῶν ἀκαθάρτων, ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων, |
|
3
|
3
|
| or should touch the uncleanness of a man, of whatever kind, which he may touch and be defiled by, and it should have escaped him, but afterwards he should know,—then he shall have transgressed. | ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καί ἔλαθεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ· |
|
4
|
4
|
| That unrighteous soul, which determines with his lips to do evil or to do good according to whatsoever a man may determine with an oath, and it shall have escaped his notice, and he shall afterwards know it, and so he should sin in some one of these things:— | ἡ ψυχή, ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ᾿ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων, |
|
5
|
5
|
| then shall he declare his sin in the things wherein he has sinned by that sin. | καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν, περὶ ὧν ἡμάρτηκε κατ᾿ αὐτῆς, |
|
6
|
6
|
| And he shall bring for his transgressions against the Lord, for his sin which he has sinned, a ewe lamb of the flock, or a kid of the goats, for a sin-offering; and the priest shall make an atonement for him for his sin which he has sinned, and his sin shall be forgiven him. | καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία. |
|
7
|
7
|
| And if he cannot afford a sheep, he shall bring for his sin which he has sinned, two turtle-doves or two young pigeons to the Lord; one for a sin-offering, and the other for a burnt-offering. | ᾿Εὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα. |
|
8
|
8
|
| And he shall bring them to the priest, and the priest shall bring the sin-offering first; and the priest shall pinch off the head from the neck, and shall not divide the body. | καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ· |
|
9
|
9
|
| And he shall sprinkle of the blood of the sin-offering on the side of the altar, but the rest of the blood he shall drop at the foot of the altar, for it is a sin-offering. | καὶ ρανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου, τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτία γάρ ἐστι. |
|
10
|
10
|
| And he shall make the second a whole-burnt-offering, as it is fit; and the priest shall make atonement for his sin which he has sinned, and it shall be forgiven him. | καὶ τὸ δεύτερον ποιήσει ὁλοκάρπωμα, ὡς καθήκει. καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ. |
|
11
|
11
|
| And if he cannot afford a pair of turtle-doves, or two young pigeons, then shall he bring as his gift for his sin, the tenth part of an ephah of fine flour for a sin-offering; he shall not pour oil upon it, nor shall he put frankincense upon it, because it is a sin-offering. | ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπ᾿ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ᾿ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί· |
|
12
|
12
|
| And he shall bring it to the priest; and the priest having taken a handful of it, shall lay the memorial of it on the altar of whole-burnt-offerings to the Lord; it is a sin-offering. | καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα. καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ᾿ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ· ἁμαρτία ἐστί. |
|
13
|
13
|
| And the priest shall make atonement for him for his sin, which he has sinned in one of these things, and it shall be forgiven him; and that which is left shall be the priest's, as an offering of fine flour. | καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, ἀφ᾿ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς ἡ θυσία τῆς σεμιδάλεως. |
|
14
|
14
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων· |
|
15
|
15
|
| The soul which shall be really unconscious, and shall sin unwillingly in any of the holy things of the Lord, shall even bring to the Lord for his transgression, a ram of the flock without blemish, valued according to shekels of silver according to the shekel of the sanctuary, for his transgression wherein he transgressed. | ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε. |
|
16
|
16
|
| And he shall make compensation for that wherein he has sinned in the holy things; and he shall add the fifth part to it, and give it to the priest; and the priest shall make atonement for him with the ram of transgression, and his sin shall be forgiven him. | καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων ἀποτίσει αὐτό. καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ᾿ αὐτὸ καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ. |
|
17
|
17
|
| And the soul which shall sin, and do one thing against any of the commandments of the Lord, which it is not right to do, and has not known it, and shall have transgressed, and shall have contracted guilt, | Καὶ ἡ ψυχὴ ἣ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ καὶ λάβῃ τὴν ἁμαρτίαν, |
|
18
|
18
|
| he shall even bring a ram without blemish from the flock, valued at a price of silver for his transgression to the priest; and the priest shall make atonement for his trespass of ignorance, wherein he ignorantly trespassed, and he knew it not; and it shall be forgiven him. | καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ· |
|
19
|
19
|
| For he has surely been guilty of transgression before the Lord. | ἐπλημμέλησε γὰρ πλημμελείᾳ ἔναντι Κυρίου. |
|
20
|
20
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
21
|
21
|
| The soul which shall have sinned, and wilfully overlooked the commandments of the Lord, and shall have dealt falsely in the affairs of his neighbour in the matter of a deposit, or concerning fellowship, or concerning plunder, or has in anything wronged his neighbour, | ψυχὴ ἣ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς Κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγῆς ἢ ἠδίκησέ τι τὸν πλησίον |
|
22
|
22
|
| or has found that which was lost, and shall have lied concerning it, and shall have sworn unjustly concerning any one of all the things, whatsoever a man may do, so as to sin hereby; | ἢ εὗρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτῆς καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, |
|
23
|
23
|
| it shall come to pass, whensoever he shall have sinned, and transgressed, that he shall restore the plunder which he has seized, or redress the injury which he has committed, or restore the deposit which was entrusted to him, or the lost article which he has found | καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν, |
|
24
|
24
|
| of any kind, about which he swore unjustly, he shall even restore it in full; and he shall add to it a fifth part besides; he shall restore it to him whose it is in the day in which he happens to be convicted. | ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ᾿ αὐτό· τίνος ἐστίν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ. |
|
25
|
25
|
| And he shall bring to the Lord for his trespass, a ram of the flock, without blemish, of value to the amount of the thing in which he trespassed. | καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ Κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον, τιμῆς, εἰς ὃ ἐπλημμέλησε. |
|
26
|
26
|
| And the priest shall make atonement for him before the Lord, and he shall be forgiven for any one of all the things which he did and trespassed in it. | καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐποίησε καὶ ἐπλημμέλησεν αὐτῷ. |
|
Chapter 6
|
Κεφάλαιο 6
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Charge Aaron and his sons, saying, This is the law of whole-burnt-offering; this is the whole-burnt-offering in its burning on the altar all the night till the morning; and the fire of the altar shall burn on it, it shall not be put out. | ἔντειλαι ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωΐ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾿ αὐτοῦ, οὐ σβεσθήσεται. |
|
3
|
3
|
| And the priest shall put on the linen tunic, and he shall put the linen drawers on his body; and shall take away that which has been thoroughly burnt, which the fire shall have consumed, even the whole-burnt-offering from the altar, and he shall put it near the altar. | καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν, ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου. |
|
4
|
4
|
| And he shall put off his robe, and put on another robe, and he shall take forth the offering that has been burnt without the camp into a clean place. | καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν. |
|
5
|
5
|
| And the fire on the altar shall be kept burning on it, and shall not be extinguished; and the priest shall burn on it wood every morning, and shall heap on it the whole-burnt-offering, and shall lay on it the fat of the peace-offering. | καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ᾿ αὐτοῦ καὶ οὐ σβεσθήσεται, καὶ καύσει ἐπ᾿ αὐτοῦ ὁ ἱερεὺς ξύλα τὸ πρωΐ πρωΐ· καὶ στοιβάσει ἐπ᾿ αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ᾿ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου· |
|
6
|
6
|
| And the fire shall always burn on the altar; it shall not be extinguished. | καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται. |
|
7
|
7
|
| This is the law of the sacrifice, which the sons of Aaron shall bring near before the Lord, before the altar. | Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ ᾿Ααρὼν ἔναντι Κυρίου ἀπέναντι τοῦ θυσιαστηρίου· |
|
8
|
8
|
| And he shall take from it a handful of the fine flour of the sacrifice with its oil, and with all its frankincense, which are upon the sacrifice; and he shall offer up on the altar a burnt-offering as a sweet-smelling savour, a memorial of it to the Lord. | καὶ ἀφελεῖ ἀπ᾿ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα, ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ Κυρίῳ. |
|
9
|
9
|
| And Aaron and his sons shall eat that which is left of it: it shall be eaten without leaven in a holy place, they shall eat it in the court of the tabernacle of witness. | τὸ δὲ καταλειφθὲν ἀπ᾿ αὐτῆς ἔδεται ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν. |
|
10
|
10
|
| It shall not be baked with leaven. I have given it as a portion to them of the burnt-offerings of the Lord: it is most holy, as the offering for sin, and as the offering for trespass. | οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου· ἅγια ἁγίων ἐστίν, ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας. |
|
11
|
11
|
| Every male of the priests shall eat it: it is a perpetual ordinance throughout your generations of the burnt-offerings of the Lord; whosoever shall touch them shall be hallowed. | πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου. πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται. |
|
12
|
12
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
13
|
13
|
| This is the gift of Aaron and of his sons, which they shall offer to the Lord in the day in which thou shalt anoint him; the tenth of an ephah of fine flour for a sacrifice continually, the half of it in the morning, and the half of it in the evening. | τοῦτο τὸ δῶρον ᾿Ααρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διὰ παντός, τὸ ἥμισυ αὐτῆς τὸ πρωΐ, καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν. |
|
14
|
14
|
| It shall be made with oil in a frying-pan; he shall offer it kneaded and in rolls, an offering of fragments, an offering of a sweet savour unto the Lord. | ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται, πεφυραμένην οἴσει αὐτήν, ἑλικτά, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. |
|
15
|
15
|
| The anointed priest who is in his place, one of his sons, shall offer it: it is a perpetual statute, it shall all be consumed. | ὁ ἱερεὺς ὁ χριστὸς ἀντ᾿ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται. |
|
16
|
16
|
| And every sacrifice of a priest shall be thoroughly burnt, and shall not be eaten. | καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται. |
|
17
|
17
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
18
|
18
|
| Speak to Aaron and to his sons, saying, This is the law of the sin-offering;—in the place where they slay the whole-burnt-offering, they shall slay the sin-offerings before the Lord: they are most holy. | λάλησον ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων· οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ, οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὰ περὶ τῆς ἁμαρτίας ἔναντι Κυρίου· ἅγια ἁγίων ἐστίν. |
|
19
|
19
|
| The priest that offers it shall eat it: in a holy place it shall be eaten, in the court of the tabernacle of witness. | ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
20
|
20
|
| Every one that touches the flesh of it shall be holy, and on whosesoever garment any of its blood shall have been sprinkled, whosoever shall have it sprinkled, shall be washed in the holy place. | πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιρραντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ραντισθῇ ἐπ᾿ αὐτό, πλυθήσεται ἐν τόπῳ ἁγίῳ. |
|
21
|
21
|
| And the earthen vessel, in whichsoever it shall have been sodden, shall be broken; and if it shall have been sodden in a brazen vessel, he shall scour it and wash it with water. | καὶ σκεῦος ὀστράκινον, οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι. |
|
22
|
22
|
| Every male among the priests shall eat it: it is most holy to the Lord. | πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά· ἅγια ἁγίων ἐστὶ Κυρίῳ. |
|
23
|
23
|
| And no offerings for sin, of whose blood there shall be brought any into the tabernacle of witness to make atonement in the holy place, shall be eaten: they shall be burned with fire. | καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται· ἐν πυρὶ κατακαυθήσεται. |
|
Chapter 7
|
Κεφάλαιο 7
|
|
1
|
1
|
| And this is the law of the ram for the trespass-offering; it is most holy. | ΚΑΙ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας· ἅγια ἁγίων ἐστίν. |
|
2
|
2
|
| In the place where they slay the whole-burnt-offering, they shall slay the ram of the trespass-offering before the Lord, and he shall pour out the blood at the bottom of the altar round about. | ἐν τόπῳ οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὸν κριὸν τῆς πλημμελείας ἔναντι Κυρίου, καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ. |
|
3
|
3
|
| And he shall offer all the fat from it; and the loins, and all the fat that covers the inwards, and all the fat that is upon the inwards, | καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ᾿ αὐτοῦ, καὶ τὴν ὀσφὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων |
|
4
|
4
|
| and the two kidneys, and the fat that is upon them, that which is upon the thighs, and the caul upon the liver with the kidneys, he shall take them away. | καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτά, |
|
5
|
5
|
| And the priest shall offer them on the altar a burnt-offering to the Lord; it is for trespass. | καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ Κυρίῳ· περὶ πλημμελείας ἐστί. |
|
6
|
6
|
| Every male of the priests shall eat them, in the holy place they shall eat them: they are most holy. | πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά· ἅγια ἁγίων ἐστίν. |
|
7
|
7
|
| As the sin-offering, so also is the trespass-offering. There is one law of them; the priest who shall make atonement with it, his it shall be. | ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ τῆς πλημμελείας, νόμος εἷς αὐτῶν· ὁ ἱερεὺς ὅστις ἐξιλάσσεται ἐν αὐτῷ, αὐτῷ ἔσται. |
|
8
|
8
|
| And as for the priest who offers a man's whole-burnt-offering, the skin of the whole-burnt-offering which he offers, shall be his. | καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς προσφέρει αὐτός, αὐτῷ ἔσται. |
|
9
|
9
|
| And every sacrifice which shall be prepared in the oven, and every one which shall be prepared on the hearth, or on a frying-pan, it is the property of the priest that offers it; it shall be his. | καὶ πᾶσα θυσία, ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ, καὶ πᾶσα, ἥτις ποιηθήσεται ἐπ᾿ ἐσχάρας ἢ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν, αὐτῷ ἔσται. |
|
10
|
10
|
| And every sacrifice made up with oil, or not made up with oil, shall belong to the sons of Aaron, an equal portion to each. | καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς ᾿Ααρὼν ἔσται, ἑκάστῳ τὸ ἴσον. |
|
11
|
11
|
| This is the law of the sacrifice of peace-offering, which they shall bring to the Lord. | Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ. |
|
12
|
12
|
| If a man should offer it for praise, then shall he bring, for the sacrifice of praise, loaves of fine flour made up with oil, and unleavened cakes anointed with oil, and fine flour kneaded with oil. | ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ, λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· |
|
13
|
13
|
| With leavened bread he shall offer his gifts, with the peace-offering of praise. | ἐπ᾿ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου. |
|
14
|
14
|
| And he shall bring one of all his gifts, a separate offering to the Lord: it shall belong to the priest who pours forth the blood of the peace-offering. | καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ, ἀφαίρεμα Κυρίῳ. τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται. |
|
15
|
15
|
| And the flesh of the sacrifice of the peace-offering of praise shall be his, and it shall be eaten in the day in which it is offered: they shall not leave of it till the morning. | καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται, καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωΐ. |
|
16
|
16
|
| And if it be a vow, or he offer his gift of his own will, on whatsoever day he shall offer his sacrifice, it shall be eaten, and on the morrow. | καὶ ἐὰν εὐχὴ ᾖ, ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον· |
|
17
|
17
|
| And that which is left of the flesh of the sacrifice till the third day, shall be consumed with fire. | καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται. |
|
18
|
18
|
| And if he do at all eat of the flesh on the third day, it shall not be accepted for him that offers: it shall not be reckoned to him, it is pollution; and whatsoever soul shall eat of it, shall bear his iniquity. | ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό, οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπ᾿ αὐτοῦ, τὴν ἁμαρτίαν λήψεται. |
|
19
|
19
|
| And whatsoever flesh shall have touched any unclean thing, it shall not be eaten, it shall be consumed with fire; every one that is clean shall eat the flesh. | καὶ κρέα ὅσα ἐὰν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται. πᾶς καθαρὸς φάγεται κρέα. |
|
20
|
20
|
| And whatsoever soul shall eat of the flesh of the sacrifice of the peace-offering which is the Lord's, and his uncleanness be upon him, that soul shall perish from his people. | ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾿ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. |
|
21
|
21
|
| And whatsoever soul shall touch any unclean thing, either of the uncleanness of a man, or of unclean quadrupeds, or any unclean abominable thing, and shall eat of the flesh of the sacrifice of the peace-offering, which is the Lord's, that soul shall perish from his people. | καὶ ψυχή, ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων, ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. |
|
22
|
22
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
23
|
23
|
| Speak to the children of Israel, saying, Ye shall eat no fat of oxen or sheep or goats. | λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· πᾶν στέαρ βοῶν, καὶ προβάτων, καὶ αἰγῶν οὐκ ἔδεσθε. |
|
24
|
24
|
| And the fat of such animals as have died of themselves, or have been seized of beasts, may be employed for any work; but it shall not be eaten for food. | καὶ στέαρ θνησιμαίων καὶ θηριαλώτων ποιηθήσεται εἰς πᾶν ἔργον, καὶ εἰς βρῶσιν οὐ βρωθήσεται. |
|
25
|
25
|
| Every one that eats fat off the beasts, from which he will bring a burnt-offering to the Lord—that soul shall perish from his people. | πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν, ὧν προσάξει ἀπ᾿ αὐτῶν κάρπωμα Κυρίῳ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. |
|
26
|
26
|
| Ye shall eat no blood in all your habitations, either of beasts or of birds. | πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν ἀπό τε τῶν κτηνῶν καὶ ἀπὸ τῶν πετεινῶν. |
|
27
|
27
|
| Every soul that shall eat blood, that soul shall perish from his people. | πᾶσα ψυχή, ἣ ἂν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. |
|
28
|
28
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
29
|
29
|
| Thou shalt also speak to the children of Israel, saying, He that offers a sacrifice of peace-offering, shall bring his gift to the Lord also from the sacrifice of peace-offering. | καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ λαλήσεις, λέγων· ὁ προσφέρων θυσίαν σωτηρίου, οἴσει τὸ δῶρον αὐτοῦ Κυρίῳ καὶ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου. |
|
30
|
30
|
| His hands shall bring the burnt-offerings to the Lord; the fat which is on the breast and the lobe of the liver, he shall bring them, so as to set them for a gift before the Lord. | αἱ χεῖρες αὐτοῦ προσοίσουσι τὰ καρπώματα Κυρίῳ· τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου, καὶ τὸν λοβὸν τοῦ ἥπατος, προσοίσει αὐτά, ὥστε ἐπιτιθέναι δόμα ἔναντι Κυρίου. |
|
31
|
31
|
| And the priest shall offer the fat upon the altar, and the breast shall be Aaron's and his sons, | καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ ἔσται τὸ στηθύνιον ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ. |
|
32
|
32
|
| and ye shall give the right shoulder for a choice piece to the priest of your sacrifices of peace-offering. | καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν· |
|
33
|
33
|
| He that offers the blood of the peace-offering, and the fat, of the sons of Aaron, his shall be the right shoulder for a portion. | ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ τὸ ἀπὸ τῶν υἱῶν ᾿Ααρών, αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι· |
|
34
|
34
|
| For I have taken the wave-breast and shoulder of separation from the children of Israel from the sacrifices of your peace-offerings, and I have given them to Aaron the priest and his sons, a perpetual ordinance due from the children of Israel. | τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν ᾿Ισραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ ᾿Ααρὼν τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ, νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν ᾿Ισραήλ. |
|
35
|
35
|
| This is the anointing of Aaron, and the anointing of his sons, their portion of the burnt-offerings of the Lord, in the day in which he brought them forward to minister as priests to the Lord; | Αὕτη ἡ χρῖσις ᾿Ααρὼν καὶ ἡ χρῖσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων Κυρίου, ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ Κυρίῳ. |
|
36
|
36
|
| as the Lord commanded to give to them in the day in which he anointed them of the sons of Israel, a perpetual statute through their generations. | καθὰ ἐνετείλατο Κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτοὺς παρὰ τῶν υἱῶν ᾿Ισραήλ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν. |
|
37
|
37
|
| This is the law of the whole-burnt-offerings, and of sacrifice, and of sin-offering, and of offering for transgression, and of the sacrifice of consecration, and of the sacrifice of peace-offering; | οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως καὶ τῆς θυσίας τοῦ σωτηρίου, |
|
38
|
38
|
| as the Lord commanded Moses in the mount Sina, in the day in which he commanded the children of Israel to offer their gifts before the Lord in the wilderness of Sina. | ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινά, ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς ᾿Ισραὴλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά. |
|
Chapter 8
|
Κεφάλαιο 8
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Take Aaron and his sons, and his robes and the anointing oil, and the calf for the sin-offering, and the two rams, and the basket of unleavened bread, | λάβε ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων, |
|
3
|
3
|
| and assemble the whole congregation at the door of the tabernacle of witness. | καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
4
|
4
|
| And Moses did as the Lord appointed him, and he assembled the congregation at the door of the tabernacle of witness. | καὶ ἐποίησε Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ Κύριος, καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
5
|
5
|
| And Moses said to the congregation, This is the thing which the Lord has commanded you to do. | καὶ εἶπε Μωυσῆς τῇ συναγωγῇ· τοῦτό ἐστι τὸ ρῆμα, ὃ ἐνετείλατο Κύριος ποιῆσαι. |
|
6
|
6
|
| And Moses brought nigh Aaron and his sons, and washed them with water, | καὶ προσήνεγκε Μωυσῆς τὸν ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἔλουσεν αὐτοὺς ὕδατι· |
|
7
|
7
|
| and put on him the coat, and girded him with the girdle, and clothed him with the tunic, and put on him the ephod; | καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ᾿ αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ, |
|
8
|
8
|
| and girded him with a girdle according to the make of the ephod, and clasped him closely with it: and put upon it the oracle, and put upon the oracle the Manifestation and the Truth. | καὶ ἐπέθηκεν ἐπ᾿ αὐτὴν τὸ λογεῖον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· |
|
9
|
9
|
| And he put the mitre on his head, and put upon the mitre in front the golden plate, the most holy thing, as the Lord commanded Moses. | καὶ ἐπέθηκε τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. |
|
10
|
10
|
| And Moses took of the anointing oil, | καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως |
|
11
|
11
|
| and sprinkled of it seven times on the altar; and anointed the altar, and hallowed it, and all things on it, and the laver, and its foot, and sanctified them; and anointed the tabernacle and all its furniture, and hallowed it. | καὶ ἔρρανεν ἀπ᾿ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισε τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ ἐν αὐτῷ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισε τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἡγίασεν αὐτήν. |
|
12
|
12
|
| And Moses poured of the anointing oil on the head of Aaron; and he anointed him and sanctified him. | καὶ ἐπέχεε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν ᾿Ααρὼν καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν. |
|
13
|
13
|
| And Moses brought the sons of Aaron near, and put on them coats and girded them with girdles, and put on them bonnets, as the Lord commanded Moses. | καὶ προσήγαγε Μωυσῆς τοὺς υἱους ᾿Ααρὼν καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καί ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. |
|
14
|
14
|
| And Moses brought near the calf for the sin-offering, and Aaron and his sons laid their hands on the head of the calf of the sin-offering. | καὶ προσήγαγε Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας. |
|
15
|
15
|
| And he slew it; and Moses took of the blood, and put it on the horns of the altar round about with his finger; and he purified the altar, and poured out the blood at the bottom of the altar, and sanctified it, to make atonement upon it. | καὶ ἔσφαξεν αὐτόν, καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισε τὸ θυσιαστήριον· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτό, τοῦ ἐξιλάσασθαι ἐπ᾿ αὐτοῦ. |
|
16
|
16
|
| And Moses took all the fat that was upon the inwards, and the lobe on the liver, and both the kidneys, and the fat that was upon them, and Moses offered them on the altar. | καὶ ἔλαβε Μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, καὶ ἀνήνεγκε Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον. |
|
17
|
17
|
| But the calf, and his hide, and his flesh, and his dung, he burnt with fire without the camp, as the Lord commanded Moses. | καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. |
|
18
|
18
|
| And Moses brought near the ram for a whole-burnt-offering, and Aaron and his sons laid their hands on the head of the ram. And Moses slew the ram: and Moses poured the blood on the altar round about. | καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα, καὶ ἐπέθηκεν ᾿Ααρὼν καὶ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. |
|
19
|
19
|
| And he divided the ram by its limbs, and Moses offered the head, and the limbs, and the fat; and he washed the belly and the feet with water. | καὶ ἔσφαξε Μωυσῆς τὸν κριόν, καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. |
|
20
|
20
|
| And Moses offered up the whole ram on the altar: it is a whole-burnt-offering for a sweet-smelling savour; it is a burnt-offering to the Lord, as the Lord commanded Moses. | καὶ τὸν κριὸν ἐκρεανόμησε κατὰ μέλη καὶ ἀνήνεγκε Μωυσῆς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ· |
|
21
|
21
|
| And Moses brought the second ram, the ram of consecration, and Aaron and his sons laid their hands on the head of the ram, and he slew him; | καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι, καὶ ἀνήνεγκε Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμά ἐστιν εἰς ὀσμὴν εὐωδίας, κάρπωμά ἐστι τῷ Κυρίῳ, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ. |
|
22
|
22
|
| and Moses took of his blood, and put it upon the tip of Aaron's right ear, and on the thumb of his right hand, and on the great toe of his right foot. | καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. |
|
23
|
23
|
| And Moses brought near the sons of Aaron; and Moses put of the blood on the tips of their right ears, and on the thumbs of their right hands, and on the great toes of their right feet, and Moses poured out the blood on the altar round about. | καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς ᾿Ααρὼν τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. |
|
24
|
24
|
| And he took the fat, and the rump, and the fat on the belly, and the lobe of the liver, and the two kidneys, and the fat that is upon them, and the right shoulder. | καὶ προσήγαγε Μωυσῆς τοὺς υἱοὺς ᾿Ααρών, καὶ ἐπέθηκε Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν, καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. |
|
25
|
25
|
| And from the basket of consecration, which was before the Lord, he also took one unleavened loaf, and one loaf made with oil, and one cake; and put them upon the fat, and the right shoulder: | καὶ ἔλαβε τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν· |
|
26
|
26
|
| and put them all on the hands of Aaron, and upon the hands of his sons, and offered them up for a wave-offering before the Lord. | καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως, τοῦ ὄντος ἔναντι Κυρίου, ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν· |
|
27
|
27
|
| And Moses took them at their hands, and Moses offered them on the altar, on the whole-burnt-offering of consecration, which is a smell of sweet savour: it is a burnt-offering to the Lord. | καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας ᾿Ααρὼν καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ· καὶ ἀνήνεγκεν αὐτά ἀφαίρεμα ἔναντι Κυρίου. |
|
28
|
28
|
| And Moses took the breast, and separated it for a heave-offering before the Lord, from the ram of consecration; and it became Moses' portion, as the Lord commanded Moses. | καὶ ἔλαβε Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστιν ὀσμὴ εὐωδίας· κάρπωμά ἐστι τῷ Κυρίῳ. |
|
29
|
29
|
| And Moses took of the anointing oil, and of the blood that was on the altar, and sprinkled it on Aaron, and on his garments, and his sons, and the garments of his sons with him. | καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι Κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ. |
|
30
|
30
|
| And he sanctified Aaron and his garments, and his sons, and the garments of his sons with him. | καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ ᾿Ααρὼν καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἡγίασεν ᾿Ααρὼν καὶ τὰς στολὰς αὐτοῦ καὶ τούς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ. |
|
31
|
31
|
| And Moses said to Aaron and to his sons, Boil the flesh in the tent of the tabernacle of witness in the holy place; and there ye shall eat it and the loaves in the basket of consecration, as it has been appointed me, the Lord saying, Aaron and his sons shall eat them. | καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ· ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι, λέγων· ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά· |
|
32
|
32
|
| And that which is left of the flesh and of the loaves burn ye with fire. | καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαύσατε. |
|
33
|
33
|
| And ye shall not go out from the door of the tabernacle of witness for seven days, until the day be fulfilled, the day of your consecration; for in seven days shall he consecrate you, | καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν, |
|
34
|
34
|
| as he did in this day on which the Lord commanded me to do so, to make an atonement for you. | καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ᾗ ἐνετείλατο Κύριος τοῦ ποιῆσαι, ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν. |
|
35
|
35
|
| And ye shall remain seven days at the door of the tabernacle of witness, day and night; ye shall observe the ordinances of the Lord, that ye die not; for so has the Lord God commanded me. | καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας, ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα Κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτω γὰρ ἐνετείλατό μοι Κύριος ὁ Θεός. |
|
36
|
36
|
| And Aaron and his sons performed all these commands which the Lord commanded Moses. | καὶ ἐποίησεν ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους, οὓς συνέταξε Κύριος τῷ Μωυσῇ. |
|
Chapter 9
|
Κεφάλαιο 9
|
|
1
|
1
|
| And it came to pass on the eighth day, that Moses called Aaron and his sons, and the elders of Israel, | ΚΑΙ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωυσῆς ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν ᾿Ισραήλ. |
|
2
|
2
|
| and Moses said to Aaron, Take to thyself a young calf of the herd for a sin-offering, and a ram for a whole-burnt-offering, unblemished, and offer them before the Lord. | καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρών· λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι Κυρίου· |
|
3
|
3
|
| And speak to the elders of Israel, saying, Take one kid of the goats for a sin-offering, and a young calf, and a lamb of a year old for a whole-burnt-offering, spotless, | καὶ τῇ γερουσίᾳ ᾿Ισραὴλ λάλησον, λέγων· λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα, |
|
4
|
4
|
| and a calf and a ram for a peace offering before the Lord, and fine flour mingled with oil, for to-day the Lord will appear among you. | καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν. |
|
5
|
5
|
| And they took as Moses commanded them before the tabernacle of witness, and all the congregation drew nigh, and they stood before the Lord. | καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωυσῆς, ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθε πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι Κυρίου. |
|
6
|
6
|
| And Moses said, This is the thing which the Lord has spoken; do it, and the glory of the Lord shall appear among you. | καὶ εἶπε Μωυσῆς· τοῦτο τὸ ρῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου. |
|
7
|
7
|
| And Moses said to Aaron, Draw nigh to the altar, and offer thy sin-offering, and thy whole-burnt-offering, and make atonement for thyself, and for thy house; and offer the gifts of the people, and make atonement for them, as the Lord commanded Moses. | καὶ εἶπε Μωυσῆς τῷ ᾿Ααρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ. |
|
8
|
8
|
| And Aaron drew nigh to the altar, and slew the calf of his sin-offering. | καὶ προσῆλθεν ᾿Ααρὼν πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξε τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας αὐτοῦ. |
|
9
|
9
|
| And the sons of Aaron brought the blood to him, and he dipped his finger into the blood, and put it on the horns of the altar, and he poured out the blood at the bottom of the altar. | καὶ προσήνεγκαν οἱ υἱοὶ ᾿Ααρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψε τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· |
|
10
|
10
|
| And he offered up on the altar the fat and the kidneys and the lobe of the liver of the sin-offering, according as the Lord commanded Moses. | καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ. |
|
11
|
11
|
| And the flesh and the hide he burnt with fire outside of the camp. | καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρί, ἔξω τῆς παρεμβολῆς. |
|
12
|
12
|
| And he slew the whole-burnt-offering; and the sons of Aaron brought the blood to him, and he poured it on the altar round about. | καὶ ἔσφαξε τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ ᾿Ααρὼν τὸ αἷμα πρὸς αὐτόν. καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ· |
|
13
|
13
|
| And they brought the whole-burnt-offering, according to its pieces; them and the head he put upon the altar. | καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτὸ κατὰ μέλη, αὐτὰ καὶ τὴν κεφαλὴν ἐπέθηκεν ἐπί τὸ θυσιαστήριον· |
|
14
|
14
|
| And he washed the belly and the feet with water, and he put them on the whole-burnt-offering on the altar. | καὶ ἔπλυνε τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον. |
|
15
|
15
|
| And he brought the gift of the people, and took the goat of the sin-offering of the people, and slew it, and purified it as also the first. | καὶ προσήνεγκε τὸ δῶρον τοῦ λαοῦ· καὶ ἔλαβε τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτόν, καὶ ἐκαθάρισεν αὐτόν, καθὰ καὶ τὸν πρῶτον. |
|
16
|
16
|
| And he brought the whole-burnt-offering, and offered it in due form. | καὶ προσήνεγκε τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό, ὡς καθήκει. |
|
17
|
17
|
| And he brought the sacrifice and filled his hands with it, and laid it on the altar, besides the morning whole-burnt-offering. | καὶ προσήνεγκε τὴν θυσίαν, καὶ ἔπλησε τὰς χεῖρας ἀπ᾿ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωϊνοῦ. |
|
18
|
18
|
| And he slew the calf, and the ram of the sacrifice of peace-offering of the people; and the sons of Aaron brought the blood to him, and he poured it out on the altar round about. | καὶ ἔσφαξε τὸν μόσχον, καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ ᾿Ααρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεε πρὸς τὸ θυσιαστήριον κύκλῳ· |
|
19
|
19
|
| And he took the fat of the calf, and the hind quarters of the ram, and the fat covering the belly, and the two kidneys, and the fat upon them, and the caul on the liver. | καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ, τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφρούς, καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος, |
|
20
|
20
|
| And he put the fat on the breasts, and offered the fat on the altar. | καὶ ἐπέθηκε τὰ στέατα ἐπὶ τὰ στηθύνια, καὶ ἀνήνεγκε τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον. |
|
21
|
21
|
| And Aaron separated the breast and the right shoulder as a choice-offering before the Lord, as the Lord commanded Moses. | καὶ τὸ στηθύνιον, καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν ᾿Ααρὼν ἀφαίρεμα ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. |
|
22
|
22
|
| And Aaron lifted up his hands on the people and blessed them; and after he had offered the sin-offering, and the whole-burnt-offerings, and the peace-offerings, he came down. | καὶ ἐξάρας ᾿Ααρὼν τὰς χεῖρας ἐπὶ τὸν λαόν, εὐλόγησεν αὐτούς· καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου. |
|
23
|
23
|
| And Moses and Aaron entered into the tabernacle of witness. And they came out and blessed all the people, and the glory of the Lord appeared to all the people. | καὶ εἰσῆλθε Μωυσῆς καὶ ᾿Ααρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν, καὶ ὤφθη ἡ δόξα Κυρίου παντὶ τῷ λαῷ. |
|
24
|
24
|
| And fire came forth from the Lord, and devoured the offerings on the altar, both the whole-burnt-offerings and the fat; and all the people saw, and were amazed, and fell upon their faces. | καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα, καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον. |
|
Chapter 10
|
Κεφάλαιο 10
|
|
1
|
1
|
| And the two sons of Aaron, Nadab and Abiud, took each his censer, and put fire therein, and threw incense thereon, and offered strange fire before the Lord, which the Lord did not command them, | Καὶ λαβόντες οἱ δύο υἱοὶ ᾿Ααρὼν Ναδὰβ καὶ ᾿Αβιοὺδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾿ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς. |
|
2
|
2
|
| and fire came forth from the Lord, and devoured them, and they died before the Lord. | καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου. |
|
3
|
3
|
| And Moses said to Aaron, This is the thing which the Lord spoke, saying, I will be sanctified among them that draw nigh to me, and I will be glorified in the whole congregation; and Aaron was pricked in his heart. | καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρών· τοῦτό ἐστιν, ὃ εἶπε Κύριος λέγων· ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη ᾿Ααρών. |
|
4
|
4
|
| And Moses called Misadaë, and Elisaphan, sons of Oziel, sons of the brother of Aaron's father, and said to them, Draw near and take your brethren from before the sanctuary out of the camp. | καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη καὶ τὸν ᾿Ελισαφάν, υἱοὺς ᾿Οζιήλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς ᾿Ααρών, καὶ εἶπεν αὐτοῖς· προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς. |
|
5
|
5
|
| And they came near and took them in their coats out of the camp, as Moses said. | καὶ προσῆλθον καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς. |
|
6
|
6
|
| And Moses said to Aaron, and Eleazar and Ithamar his sons that were left, Ye shall not make bare your heads, and ye shall not tear your garments; that ye die not, and so there should be wrath on all the congregation: but your brethren, even all the house of Israel, shall lament for the burning, with which they were burnt by the Lord. | καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρὼν καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους· τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος ᾿Ισραὴλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου. |
|
7
|
7
|
| And ye shall not go forth from the door of the tabernacle of witness, that ye die not; for the Lord's anointing oil is upon you: and they did according to the word of Moses. | καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως τὸ παρὰ Κυρίου ἐφ᾿ ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ρῆμα Μωυσῆ. |
|
8
|
8
|
| And the Lord spoke to Aaron, saying, | Καὶ ἐλάλησε Κύριος τῷ ᾿Ααρών, λέγων· |
|
9
|
9
|
| Ye shall not drink wine nor strong drink, thou and thy sons with thee, whensoever ye enter into the tabernacle of witness, or when ye approach the altar, so shall ye not die; it is a perpetual statute for your generations, | οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἐὰν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε (νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν) |
|
10
|
10
|
| to distinguish between sacred and profane, and between clean and unclean, | διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν. |
|
11
|
11
|
| and to teach the children of Israel all the statutes, which the Lord spoke to them by Moses. | καὶ συμβιβάσεις τοὺς υἱοὺς ᾿Ισραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ. |
|
12
|
12
|
| And Moses said to Aaron, and to Eleazar and Ithamar, the sons of Aaron who survived, Take the sacrifice that is left of the burnt-offerings of the Lord, and ye shall eat unleavened bread by the altar: it is most holy. | Καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρὼν καὶ πρὸς ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς καταλειφθέντας· λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστί. |
|
13
|
13
|
| And ye shall eat it in the holy place; for this is a statute for thee and a statute for thy sons, of the burnt-offerings to the Lord; for so it has been commanded me. | καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστι, καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι. |
|
14
|
14
|
| And ye shall eat the breast of separation, and the shoulder of the choice-offering in the holy place, thou and thy sons and thy house with thee; for it has been given as an ordinance for thee and an ordinance for thy sons, of the sacrifices of peace-offering of the children of Israel. | καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν ᾿Ισραήλ. |
|
15
|
15
|
| They shall bring the shoulder of the choice-offering, and the breast of the separation upon the burnt-offerings of the fat, to separate for a separation before the Lord; and it shall be a perpetual ordinance for thee and thy sons and thy daughters with thee, as the Lord commanded Moses. | τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. |
|
16
|
16
|
| And Moses diligently sought the goat of the sin-offering, but it had been consumed by fire; and Moses was angry with Eleazar and Ithamar the sons of Aaron that were left, saying, | Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς. καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς καταλελειμμένους, λέγων· |
|
17
|
17
|
| Why did ye not eat the sin-offering in the holy place? for because it is most holy he has given you this to eat, that ye might take away the sin of the congregation, and make atonement for them before the Lord. | διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστί, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου· |
|
18
|
18
|
| For the blood of it was not brought into the holy place: ye shall eat it within, before the Lord, as the Lord commanded me. | οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξε Κύριος. |
|
19
|
19
|
| And Aaron spoke to Moses, saying, If they have brought nigh to-day their sin-offerings, and their whole-burnt-offerings before the Lord, and these events have happened to me, and yet I should eat to-day of the sin-offerings, would it be pleasing to the Lord? | καὶ ἐλάλησεν ᾿Ααρὼν πρὸς Μωυσῆν, λέγων· εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι Κυρίου, καὶ συμβέβηκέ μοι τοιαῦτα· καὶ φάγομαι τὰ περί τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται Κυρίῳ; |
|
20
|
20
|
| And Moses heard it, and it pleased him. | καὶ ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ. |
|
Chapter 11
|
Κεφάλαιο 11
|
|
1
|
1
|
| And the Lord spoke to Moses and Aaron, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· |
|
2
|
2
|
| Speak ye to the sons of Israel, saying, These are the beasts which ye shall eat of all beasts that are upon the earth. | λαλήσατε τοῖς υἱοῖς ᾿Ισραὴλ λέγοντες· ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς· |
|
3
|
3
|
| Every beast parting the hoof and making divisions of two claws, and chewing the cud among beasts, these ye shall eat. | πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε. |
|
4
|
4
|
| But of these ye shall not eat, of those that chew the cud, and of those that part the hoofs, and divide claws; the camel, because it chews the cud, but does not divide the hoof, this is unclean to you. | πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν· |
|
5
|
5
|
| And the rabbit, because it chews the cud, but does not divide the hoof, this is unclean to you. | καὶ τὸν δασύποδα, ὅτι οὐκ ἀνάγει μηρυκισμὸν τοῦτο, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν· |
|
6
|
6
|
| And the hare, because it does not chew the cud, and does not divide the hoof, this is unclean to you. | καὶ τὸν χοιρογρύλλιον, ὅτι οὐκ ἀνάγει μηρυκισμὸν τοῦτο, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν· |
|
7
|
7
|
| And the swine, because this animal divides the hoof, and makes claws of the hoof, and it does not chew the cud, is unclean to you. | καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν, ἀκάθαρτον τοῦτο ὑμῖν· |
|
8
|
8
|
| Ye shall not eat of their flesh, and ye shall not touch their carcases; these are unclean to you. | ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν. |
|
9
|
9
|
| And these are what ye shall eat of all that are in the waters: all things that have fins and scales in the waters, and in the seas, and in the brooks, these ye shall eat. | Καὶ ταῦτα, ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασι· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασι καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ταῦτα φάγεσθε. |
|
10
|
10
|
| And all things which have not fins or scales in the water, or in the seas, and in the brooks, of all which the waters produce, and of every soul living in the water, are an abomination; and they shall be abominations to you. | καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες ἐν τῷ ὕδατι, ἢ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ἀπὸ πάντων, ὧν ἐρεύγεται τὰ ὕδατα, καὶ ἀπὸ πάσης ψυχῆς τῆς ζώσης ἐν τῷ ὕδατι, βδέλυγμά ἐστι· |
|
11
|
11
|
| Ye shall not eat of their flesh, and ye shall abhor their carcases. | καὶ βδελύγματα ἔσονται ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε· |
|
12
|
12
|
| And all things that have not fins or scales of those that are in the waters, these are an abomination to you. | καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες, τῶν ἐν τοῖς ὕδασι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν. |
|
13
|
13
|
| And these are the things which ye shall abhor of birds, and they shall not be eaten, they are an abomination: the eagle and the ossifrage, and the sea-eagle. | Καὶ ταῦτα, ἃ βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστι· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον |
|
14
|
14
|
| And the vulture, and the kite, and the like to it; | καὶ τὸν γύπα καὶ τὸν ἴκτινον καὶ τὰ ὅμοια αὐτῷ |
|
15
|
15
|
| and the sparrow, and the owl, and the sea-mew, and the like to it: | καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ |
|
16
|
16
|
| and every raven, and the birds like it, and the hawk and his like, | καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ |
|
17
|
17
|
| and the night-raven and the cormorant and the stork, | καὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἶβιν |
|
18
|
18
|
| and the red-bill, and pelican, and swan, | καὶ πορφυρίωνα καὶ πελεκᾶνα καὶ κύκνον |
|
19
|
19
|
| and the heron, and the lapwing, and the like to it, and the hoopoe and the bat. | καὶ ἐρωδιὸν καὶ χαραδριόν, καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτερίδα |
|
20
|
20
|
| And all winged creatures that creep, which go upon four feet, are abominations to you. | καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν. |
|
21
|
21
|
| But these ye shall eat of the creeping winged animals, which go upon four feet, which have legs above their feet, to leap with on the earth. | ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾶν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς. |
|
22
|
22
|
| And these of them ye shall eat: the caterpillar and his like, and the attacus and his like, and the cantharus and his like, and the locust and his like. | καὶ ταῦτα φάγεσθε ἀπ᾿ αὐτῶν· τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ καὶ ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ. |
|
23
|
23
|
| Every creeping thing from among the birds, which has four feet, is an abomination to you. | πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς εἰσι τέσσαρες πόδες, βδελύγματά ἐστιν ὑμῖν, |
|
24
|
24
|
| And by these ye shall be defiled; every one that touches their carcases shall be unclean till the evening. | καὶ ἐν τούτοις μιανθήσεσθε, πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, |
|
25
|
25
|
| And every one that takes of their dead bodies shall wash his garments, and shall be unclean till the evening. | καὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
26
|
26
|
| And whichever among the beasts divides the hoof and makes claws, and does not chew the cud, shall be unclean to you; every one that touches their dead bodies shall be unclean till evening. | καὶ ἐν πᾶσι τοῖς κτήνεσιν, ὅ ἐστι διχηλοῦν ὁπλήν, καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μηρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
27
|
27
|
| And every one among all the wild beasts that moves upon its fore feet, which goes on all four, is unclean to you; every one that touches their dead bodies shall be unclean till evening. | καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπί τέσσαρα, ἀκάθαρτά ἐστιν ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, |
|
28
|
28
|
| And he that takes of their dead bodies shall wash his garments, and shall be unclean till evening: these are unclean to you. | καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν. |
|
29
|
29
|
| And these are unclean to you of reptiles upon the earth, the weasel, and the mouse, and the lizard, | Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπί τῆς γῆς· ἡ γαλῆ καὶ ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῖος, |
|
30
|
30
|
| the ferret, and the chameleon, and the evet, and the newt, and the mole. | μυγάλη καὶ χαμαιλέων, καὶ χαλαβώτης καὶ σαῦρα καὶ ἀσπάλαξ. |
|
31
|
31
|
| These are unclean to you of all the reptiles which are on the earth; every one who touches their carcases shall be unclean till evening. | ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
32
|
32
|
| And on whatsoever one of their dead bodies shall fall it shall be unclean; whatever wooden vessel, or garment, or skin, or sack it may be, every vessel in which work should be done, shall be dipped in water, and shall be unclean till evening; and then it shall be clean. | καὶ πᾶν, ἐφ᾿ ὃ ἂν ἐπιπέσῃ ἀπ᾿ αὐτῶν ἐπ᾿ αὐτὸ τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος, ὃ ἂν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας· καὶ καθαρὸν ἔσται. |
|
33
|
33
|
| And every earthen vessel into which one of these things shall fall, whatsoever is inside it, shall be unclean, and it shall be broken. | καὶ πᾶν σκεῦος ὀστράκινον, εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον, ὅσα ἐὰν ἔνδον ᾖ, ἀκάθαρτα ἔσται, καὶ αὐτὸ συντριβήσεται. |
|
34
|
34
|
| And all food that is eaten, on which water shall come from such a vessel, shall be unclean; and every beverage which is drunk in any such vessel, shall be unclean. | καὶ πᾶν βρῶμα, ὃ ἔσθεται, εἰς ὃ ἂν ἐπέλθῃ ἐπ᾿ αὐτὸ ὕδωρ, ἀκάθαρτον ἔσται· καὶ πᾶν ποτόν, ὃ πίνεται ἐν παντὶ ἀγγείῳ, ἀκάθαρτον ἔσται. |
|
35
|
35
|
| And every thing on which there shall fall of their dead bodies shall be unclean; ovens and stands for jars shall be broken down: these are unclean, and they shall be unclean to you. | καὶ πᾶν, ὃ ἐὰν ἐπιπέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται· κλίβανοι καὶ χυτρόποδες καθαιρεθήσονται· ἀκάθαρτα ταῦτά ἐστι καὶ ἀκάθαρτα ταῦτα ὑμῖν ἔσονται· |
|
36
|
36
|
| Only if the water be of fountains of water, or a pool, or confluence of water, it shall be clean; but he that touches their carcases shall be unclean. | πλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος, ἔσται καθαρόν· ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται. |
|
37
|
37
|
| And if one of their carcases should fall upon any sowing seed which shall be sown, it shall be clean. | ἐὰν δὲ ἐπιπέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον, ὃ σπαρήσεται, καθαρὸν ἔσται. |
|
38
|
38
|
| But if water be poured on any seed, and one of their dead bodies fall upon it, it is unclean to you. | ἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπί πᾶν σπέρμα καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπ᾿ αὐτό, ἀκάθαρτόν ἐστιν ὑμῖν. |
|
39
|
39
|
| And if one of the cattle die, which it is lawful for you to eat, he that touches their carcases shall be unclean till evening. | ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν, ὃ ἐστιν ὑμῖν φαγεῖν τοῦτο, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· |
|
40
|
40
|
| And he that eats of their carcases shall wash his garments, and be unclean till evening; and he that carries any of their carcases shall wash his garments, and bathe himself in water, and be unclean till evening. | καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
41
|
41
|
| And every reptile that creeps on the earth, this shall be an abomination to you; it shall not be eaten. | Καὶ πᾶν ἑρπετόν, ὃ ἕρπει ἐπὶ τῆς γῆς, βδέλυγμα ἔσται τοῦτο ὑμῖν, οὐ βρωθήσεται. |
|
42
|
42
|
| And every animal that creeps on its belly, and every one that goes on four feet continually, which abounds with feet among all the reptiles creeping upon the earth—ye shall not eat it, for it is an abomination to you. | καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διαπαντός, ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε αὐτό, ὅτι βδέλυγμα ὑμῖν ἐστι. |
|
43
|
43
|
| And ye shall not defile your souls with any of the reptiles that creep upon the earth, and ye shall not be polluted with them, and ye shall not be unclean by them. | καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς καὶ οὐ μιανθήσεσθε ἐν τούτοις καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς, |
|
44
|
44
|
| For I am the Lord your God; and ye shall be sanctified, and ye shall be holy, because I the Lord your God am holy; and ye shall not defile your souls with any of the reptiles creeping upon the earth. | ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε, ὅτι ἅγιός εἰμι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς· |
|
45
|
45
|
| For I am the Lord who brought you up out of the land of Egypt to be your God; and ye shall be holy, for I the Lord am holy. | ὅτι ἐγώ εἰμι Κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ τῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός, καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιός εἰμι ἐγὼ Κύριος. |
|
46
|
46
|
| This is the law concerning beasts and birds and every living creature moving in the water, and every living creature creeping on the earth; | Οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι καὶ πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆς, |
|
47
|
47
|
| to distinguish between the unclean and the clean; and between those that bring forth alive, such as should be eaten, and those that bring forth alive, such as should not be eaten. | διαστεῖλαι ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ ἐσθιόμενα, καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ μὴ ἐσθιόμενα. |
|
Chapter 12
|
Κεφάλαιο 12
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Speak to the children of Israel, and thou shalt say to them, Whatsoever woman shall have conceived and born a male child shall be unclean seven days, she shall be unclean according to the days of separation for her monthly courses. | λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς, ἀκάθαρτος ἔσται· |
|
3
|
3
|
| And on the eighth day she shall circumcise the flesh of his foreskin. | καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· |
|
4
|
4
|
| And for thirty-three days she shall continue in her unclean blood; she shall touch nothing holy, and shall not enter the sanctuary, until the days of her purification be fulfilled. | καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. |
|
5
|
5
|
| But if she should have born a female child, then she shall be unclean twice seven days, according to the time of her monthly courses; and for sixty-six days shall she remain in her unclean blood. | ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας, κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. |
|
6
|
6
|
| And when the days of her purification shall have been fulfilled for a son or a daughter, she shall bring a lamb of a year old without blemish for a whole-burnt-offering, and a young pigeon or turtle-dove for a sin-offering to the door of the tabernacle of witness, to the priest. | καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ᾿ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον, εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα, |
|
7
|
7
|
| And he shall present it before the Lord, and the priest shall make atonement for her, and shall purge her from the fountain of her blood; this is the law of her who bears a male or a female. | καὶ προσοίσει αὐτὸν ἔναντι Κυρίου καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ. |
|
8
|
8
|
| And if she cannot afford a lamb, then shall she take two turtle-doves or two young pigeons, one for a whole-burnt-offering, and one for a sin-offering; and the priest shall make atonement for her, and she shall be purified. | ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαρισθήσεται |
|
Chapter 13
|
Κεφάλαιο 13
|
|
1
|
1
|
| And the Lord spoke to Moses and Aaron, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· |
|
2
|
2
|
| If any man should have in the skin of his flesh a bright clear spot, and there should be in the skin of his flesh a plague of leprosy, he shall be brought to Aaron the priest, or to one of his sons the priests. | ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγής, καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας, ἀχθήσεται πρὸς ᾿Ααρὼν τὸν ἱερέα, ἢ ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων. |
|
3
|
3
|
| And the priest shall view the spot in the skin of his flesh; and if the hair in the spot be changed to white, and the appearance of the spot be below the skin of the flesh, it is a plague of leprosy; and the priest shall look upon it, and pronounce him unclean. | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκή, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, ἁφὴ λέπτρας ἐστί· καὶ ὄψεται ὁ ἱερεύς, καὶ μιανεῖ αὐτόν. |
|
4
|
4
|
| But if the spot be clear and white in the skin of his flesh, yet the appearance of it be not deep below the skin, and its hair have not changed itself for white hair, but it is dark, then the priest shall separate him that has the spot seven days; | ἐὰν δὲ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλε τρίχα λευκήν, αὐτὴ δέ ἐστιν ἀμαυρά, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας. |
|
5
|
5
|
| and the priest shall look on the spot the seventh day; and, behold, if the spot remains before him, if the spot has not spread in the skin, then the priest shall separate him the second time seven days. | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον. |
|
6
|
6
|
| And the priest shall look upon him the second time on the seventh day; and, behold, if the spot be dark, and the spot have not spread in the skin, then the priest shall pronounce him clean; for it is a mere mark, and the man shall wash his garments and be clean. | καὶ ὄψεται ὁ ἱερεὺς αὐτὸν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον. καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι· καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστι· καὶ πλυνάμενος τὰ ἱμάτια αὐτοῦ καθαρὸς ἔσται. |
|
7
|
7
|
| But if the bright spot should have changed and spread in the skin, after the priest has seen him for the purpose of purifying him, then shall he appear the second time to the priest, | ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι, μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ. |
|
8
|
8
|
| and the priest shall look upon him; and, behold, if the mark have spread in the skin, then the priest shall pronounce him unclean: it is a leprosy. | καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστί. |
|
9
|
9
|
| And if a man have a plague of leprosy, then he shall come to the priest; | καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τόν ἱερέα· |
|
10
|
10
|
| and the priest shall look, and, behold, if it is a white spot in the skin, and it has changed the hair to white, and there be some of the sound part of the quick flesh in the sore— | καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλε τρίχα λευκήν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ, |
|
11
|
11
|
| it is a leprosy waxing old in the skin of the flesh; and the priest shall pronounce him unclean, and shall separate him, because he is unclean. | λέπρα παλαιουμένη ἐστὶν ἐν τῷ δέρματι τοῦ χρωτός, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριεῖ αὐτόν, ὅτι ἀκάθαρτός ἐστιν. |
|
12
|
12
|
| And if the leprosy should have come out very evidently in the skin, and the leprosy should cover all the skin of the patient from the head to the feet, wheresoever the priest shall look; | ἐὰν δὲ ἀνθοῦσα ἐξανθήσῃ ἡ λέπρα ἐν τῷ δέρματι, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν, καθ᾿ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως, |
|
13
|
13
|
| then the priest shall look, and, behold, the leprosy has covered all the skin of the flesh; and the priest shall pronounce him clean of the plague, because it has changed all to white, it is clean. | καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδού ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν, ὅτι πᾶν μετέβαλε λευκόν, καθαρόν ἐστι. |
|
14
|
14
|
| But on whatsoever day the quick flesh shall appear on him, he shall be pronounced unclean. | καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται, |
|
15
|
15
|
| And the priest shall look upon the sound flesh, and the sound flesh shall prove him to be unclean; for it is unclean, it is a leprosy. | καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ὑγιής, ὅτι ἀκάθαρτός ἐστι· λέπρα ἐστί. |
|
16
|
16
|
| But if the sound flesh be restored and changed to white, then shall he come to the priest; | ἐὰν δέ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιής, καὶ μεταβάλῃ λευκή, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα, |
|
17
|
17
|
| and the priest shall see him, and, behold, if the plague is turned white, then the priest shall pronounce the patient clean: he is clean. | καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφήν· καθαρός ἐστι. |
|
18
|
18
|
| And if the flesh should have become an ulcer in his skin, and should be healed, | Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος καὶ ὑγιασθῇ, |
|
19
|
19
|
| and there should be in the place of the ulcer a white sore, or one looking white and bright, or fiery, and it shall be seen by the priest; | καὶ γένηται ἐν τῷ τόπῳ τοῦ ἕλκους οὐλὴ λευκή, ἢ τηλαυγὴς λευκαίνουσα, ἢ πυρρίζουσα, καὶ ὀφθήσεται τῷ ἱερεῖ, |
|
20
|
20
|
| then the priest shall look, and, behold, if the appearance be beneath the skin, and its hair has changed to white, then the priest shall pronounce him unclean; because it is a leprosy, it has broken out in the ulcer. | καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς, ὅτι λέπρα ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν. |
|
21
|
21
|
| But if the priest look, and behold there is no white hair on it, and it be not below the skin of the flesh, and it be dark-coloured; then the priest shall separate him seven days. | ἐὰν δὲ ἴδῃ ὁ ἱερεύς, καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, καὶ αὐτὴ ᾖ ἀμαυρά, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας. |
|
22
|
22
|
| But if it manifestly spread over the skin, then the priest shall pronounce him unclean: it is a plague of leprosy; it has broken out in the ulcer. | ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἁφὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν. |
|
23
|
23
|
| But if the bright spot should remain in its place and not spread, it is the scar of the ulcer; and the priest shall pronounce him clean. | ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, οὐλὴ τοῦ ἕλκους ἐστί, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς. |
|
24
|
24
|
| And if the flesh be in his skin in a state of fiery inflammation, and there should be in his skin the part which is healed of the inflammation, bright, clear, and white, suffused with red or very white; | Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκόν, ὑποπυρρίζον ἢ ἔκλευκον, |
|
25
|
25
|
| then the priest shall look upon him, and, behold, if the hair being white is changed to a bright colour, and its appearance is lower than the skin, it is a leprosy; it has broken out in the inflammation, and the priest shall pronounce him unclean: it is a plague of leprosy. | καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ μετέβαλε θρὶξ λευκὴ εἰς τὸ αὐγάζον, καὶ ἡ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος, λέπρα ἐστίν, ἐν τῷ κατακαύματι ἐξήνθησε· καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἁφὴ λέπρας ἐστίν. |
|
26
|
26
|
| But if the priest should look, and, behold, there is not in the bright spot any white hair, and it should not be lower than the skin, and it should be dark, then the priest shall separate him seven days. | ἐὰν δὲ ἴδῃ ὁ ἱερεύς, καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τῷ αὐγάζοντι θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος, αὐτὸ δὲ ἀμαυρόν, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας. |
|
27
|
27
|
| And the priest shall look upon him on the seventh day; and if the spot be much spread in the skin, then the priest shall pronounce him unclean: it is a plague of leprosy, it has broken out in the ulcer. | καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· ἁφὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν. |
|
28
|
28
|
| But if the bright spot remain stationary, and be not spread in the skin, but the sore should be dark, it is a scar of inflammation; and the priest shall pronounce him clean, for it is the mark of the inflammation. | ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον, καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι, αὐτὴ δὲ ἀμαυρὰ ᾖ, οὐλὴ τοῦ κατακαύμαστός ἐστι, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· ὁ γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστι. |
|
29
|
29
|
| And if a man or a woman have in them a plague of leprosy in the head or the beard; | Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ πώγωνι, |
|
30
|
30
|
| then the priest shall look on the plague, and, behold, if the appearance of it be beneath the skin, and in it there be thin yellowish hair, then the priest shall pronounce him unclean: it is a scurf, it is a leprosy of the head or a leprosy of the beard. | καί ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν, καὶ ἰδοὺ ἡ ὄψις αὐτῆς ἐγκοιλοτέρα τοῦ δέρματος, ἐν αὐτῇ δὲ θρὶξ ξανθίζουσα λεπτή, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· θραῦσμά ἐστι, λέπρα τῆς κεφαλῆς ἢ λέπρα τοῦ πώγωνός ἐστι. |
|
31
|
31
|
| And if the priest should see the plague of the scurf, and, behold, the appearance of it be not beneath the skin, and there is no yellowish hair in it, then the priest shall set apart him that has the plague of the scurf seven days. | καὶ ἐὰν ἴδῃ ὁ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος, καὶ ἰδοὺ οὐχ ἡ ὄψις ἐγκοιλοτέρα τοῦ δέρματος, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος ἑπτὰ ἡμέρας. |
|
32
|
32
|
| And the priest shall look at the plague on the seventh day; and, behold, if the scurf be not spread, and there be no yellowish hair on it, and the appearance of the scurf is not hollow under the skin; | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἡ ὄψις τοῦ θραύσματος οὐκ ἔστι κοίλη ἀπὸ τοῦ δέρματος. |
|
33
|
33
|
| then the skin shall be shaven, but the scurf shall not be shaven; and the priest shall set aside the person having the scurf the second time for seven days. | καὶ ξυρηθήσεται τὸ δέρμα, τὸ δὲ θραῦσμα οὐ ξυρηθήσεται, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὸ θραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον. |
|
34
|
34
|
| And the priest shall see the scurf on the seventh day; and, behold, if the scurf is not spread in the skin after the man's being shaved, and the appearance of the scurf is not hollow beneath the skin, then the priest shall pronounce him clean; and he shall wash his garments, and be clean. | καὶ ὄψεται ὁ ἱερεὺς τὸ θραῦσμα τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ ξυρηθῆναι αὐτόν, καὶ ἡ ὄψις τοῦ θραύσματος οὐκ ἔστι κοίλη ἀπὸ τοῦ δέρματος, καὶ καθαριεῖ αὐτὴν ὁ ἱερεύς, καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται. |
|
35
|
35
|
| But if the scurf be indeed spread in the skin after he has been purified, | ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ καθαρισθῆναι αὐτόν, |
|
36
|
36
|
| then the priest shall look, and, behold, if the scurf be spread in the skin, the priest shall not examine concerning the yellow hair, for he is unclean. | καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ διακέχυται τὸ θραῦσμα ἐν τῷ δέρματι, οὐκ ἐπισκέψεται ὁ ἱερεὺς περὶ τῆς τριχὸς τῆς ξανθῆς, ὅτι ἀκάθαρτός ἐστιν. |
|
37
|
37
|
| But if the scurf remain before him in its place, and a dark hair should have arisen in it, the scurf is healed: he is clean, and the priest shall pronounce him clean. | ἐὰν δὲ ἐνώπιον μείνῃ ἐπὶ χώρας τὸ θραῦσμα, καὶ θρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ, ὑγίακε τὸ θραῦσμα· καθαρός ἐστι, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς. |
|
38
|
38
|
| And if a man or woman should have in the skin of their flesh spots of a bright whiteness, | Καὶ ἀνδρὶ ἢ γυναικί, ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθίζοντα, |
|
39
|
39
|
| then the priest shall look; and, behold, there being bright spots of a bright whiteness in the skin of their flesh, it is a tetter; it bursts forth in the skin of his flesh; he is clean. | καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθίζοντα, ἀλφός ἐστιν ἐξανθεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστι. |
|
40
|
40
|
| And if any one's head should lose the hair, he is only bald, he is clean. | ᾿Εὰν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστι, καθαρός ἐστιν. |
|
41
|
41
|
| And if his head should lose the hair in front, he is forehead bald: he is clean. | ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, ἀναφάλαντός ἐστι, καθαρός ἐστιν. |
|
42
|
42
|
| And if there should be in his baldness of head, or his baldness of forehead, a white or fiery plague, it is leprosy in his baldness of head, or baldness of forehead. | ἐὰν δὲ γένηται ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ἀφὴ λευκὴ ἢ πυρρίζουσα, λέπρα ἐστὶν ἐν τῷ φαλακρώματι αὐτοῦ, ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ. |
|
43
|
43
|
| And the priest shall look upon him, and, behold, if the appearance of the plague be white or inflamed in his baldness of head or baldness in front, as the appearance of leprosy in the skin of his flesh, | καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ ἡ ὄψις τῆς ἁφῆς λευκὴ ἢ πυρρίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ φαλαντώματι αὐτοῦ, ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκός αὐτοῦ, |
|
44
|
44
|
| he is a leprous man: the priest shall surely pronounce him unclean, his plague is in his head. | ἄνθρωπος λεπρός ἐστι· μιάνσει μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ ἁφὴ αὐτοῦ. |
|
45
|
45
|
| And the leper in whom the plague is, let his garments be ungirt, and his head uncovered; and let him have a covering put upon his mouth, and he shall be called unclean. | Καὶ ὁ λεπρὸς ἐν ᾧ ἐστιν ἡ ἁφή, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσεται· |
|
46
|
46
|
| All the days in which the plague shall be upon him, being unclean, he shall be esteemed unclean; he shall dwell apart, his place of sojourn shall be without the camp. | πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπ᾿ αὐτὸν ἡ ἁφή, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται, κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή. |
|
47
|
47
|
| And if a garment have in it the plague of leprosy, a garment of wool, or a garment of flax, | Καὶ ἱματίῳ ἐὰν γένηται ἁφὴ ἐν αὐτῷ λέπρας ἐν ἱματίῳ ἐρέῳ, ἢ ἐν ἱματίῳ στυππυίνῳ, |
|
48
|
48
|
| either in the warp or in the woof, or in the linen, or in the woollen threads, or in a skin, or in any workmanship of skin, | ἢ ἐν στήμονι, ἢ ἐν κρόκῃ, ἢ ἐν τοῖς λινοῖς, ἢ ἐν τοῖς ἐρέοις, ἢ ἐν δέρματι, ἢ ἐν παντὶ ἐργασίμῳ δέρματι, |
|
49
|
49
|
| and the plague be greenish or reddish in the skin, or in the garment, either in the warp, or in the woof, or in any utensil of skin, it is a plague of leprosy, and he shall show it to the priest. | καὶ γένηται ἡ ἁφή χλωρίζουσα ἢ πυρρίζουσα ἐν τῷ δέρματι, ἢ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος, ἁφὴ λέπρας ἐστί, καὶ δείξει τῷ ἱερεῖ. |
|
50
|
50
|
| And the priest shall look upon the plague, and the priest shall set apart that which has the plague seven days. | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας. |
|
51
|
51
|
| And the priest shall look upon the plague on the seventh day; and if the plague be spread in the garment, either in the warp or in the woof, or in the skin, in whatsoever things skins may be used in their workmanship, the plague is a confirmed leprosy; it is unclean. | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν τῷ δέρματι, κατὰ πάντα ὅσα ἐὰν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίῳ, λέπρα ἔμμονός ἐστιν ἡ ἁφή, ἀκάθαρτός ἐστι. |
|
52
|
52
|
| He shall burn the garment, either the warp or woof in woollen garments or in flaxen, or in any utensil of skin, in which there may be the plague; because it is a confirmed leprosy; it shall be burnt with fire. | κατακαύσει τὸ ἱμάτιον, ἢ τὸν στήμονα, ἢ τὴν κρόκην ἐν τοῖς ἐρέοις, ἢ ἐν τοῖς λινοῖς, ἢ ἐν παντὶ σκεύει δερματίνῳ, ἐν ᾧ ἂν ᾖ ἐν αὐτῷ ἡ ἁφή, ὅτι λέπρα ἔμμονός ἐστιν, ἐν πυρὶ κατακαυθήσεται. |
|
53
|
53
|
| And if the priest should see, and the plague be not spread in the garments, either in the warp or in the woof, or in any utensil of skin, | ἐὰν δὲ ἴδῃ ὁ ἱερεύς, καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει δερματίνῳ, |
|
54
|
54
|
| then the priest shall give directions, and one shall wash that on which there may have been the plague, and the priest shall set it aside a second time for seven days. | καὶ συντάξει ὁ ἱερεύς, καὶ πλυνεῖ ἐφ᾿ οὗ ἐὰν ᾖ ἐπ᾿ αὐτοῦ ἡ ἁφή, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον· |
|
55
|
55
|
| And the priest shall look upon it after the plague has been washed; and if this, even the plague, has not changed its appearance, and the plague does not spread, it is unclean; it shall be burnt with fire: it is fixed in the garment, in the warp, or in the woof. | καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθῦναι αὐτὸ τὴν ἁφήν, καὶ ἥδε οὐ μὴ μετέβαλεν ἡ ἁφὴ τὴν ὄψιν, καὶ ἡ ἁφὴ οὐ διαχεῖται, ἀκάθαρτόν ἐστιν, ἐν πυρὶ κατακαυθήσεται· ἐστήρικται ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ. |
|
56
|
56
|
| And if the priest should look, and the spot be dark after it has been washed, he shall tear it off from the garment, either from the warp or from the woof, or from the skin. | καὶ ἐὰν ἴδῃ ὁ ἱερεύς, καὶ ᾖ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθῆναι αὐτό, ἀπορρήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου, ἢ ἀπὸ τοῦ στήμονος, ἢ ἀπὸ τῆς κρόκης, ἢ ἀπὸ τοῦ δέρματος. |
|
57
|
57
|
| And if it should still appear in the garment, either in the warp or in the woof, or in any article of skin, it is a leprosy bursting forth: that wherein is the plague shall be burnt with fire. | ἐὰν δὲ ὀφθῇ ἔτι ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει δερματίνῳ, λέπρα ἐξανθοῦσά ἐστιν· ἐν πυρὶ κατακαυθήσεται ἐν ᾧ ἐστιν ἡ ἁφή. |
|
58
|
58
|
| And the garment, or the warp, or the woof, or any article of skin, which shall be washed, and the plague depart from it, shall also be washed again, and shall be clean. | καὶ τὸ ἱμάτιον, ἢ ὁ στήμων, ἢ ἡ κρόκη, ἢ πᾶν σκεῦος δερμάτινον, ὃ πλυθήσεται, καὶ ἀποστήσεται ἀπ᾿ αὐτοῦ ἡ ἁφή, καὶ πλυθήσεται τὸ δεύτερον, καὶ καθαρὸν ἔσται. |
|
59
|
59
|
| This is the law of the plague of leprosy of a woollen or linen garment, either of the warp, or woof, or any leathern article, to pronounce it clean or unclean. | οὗτος ὁ νόμος ἁφῆς λέπρας ἱματίου ἐρέου, ἢ στυππυίνου, ἢ στήμονος, ἢ κρόκης, ἢ παντὸς σκεύους δερματίνου, εἰς τὸ καθαρίσαι αὐτό, ἢ μιᾶναι αὐτό. |
|
Chapter 14
|
Κεφάλαιο 14
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| This is the law of the leper: in whatsoever day he shall have been cleansed, then shall he be brought to the priest. | οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα, |
|
3
|
3
|
| And the priest shall come forth out of the camp, and the priest shall look, and, behold, the plague of the leprosy is removed from the leper. | καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ. |
|
4
|
4
|
| And the priest shall give directions, and they shall take for him that is cleansed two clean live birds, and cedar wood, and spun scarlet, and hyssop. | καὶ προστάξει ὁ ἱερεύς, καὶ λήψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον· |
|
5
|
5
|
| And the priest shall give direction, and they shall kill one bird over an earthen vessel over running water. | καὶ προστάξει ὁ ἱερεύς, καὶ σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφ᾿ ὕδατι ζῶντι. |
|
6
|
6
|
| And as for the living bird he shall take it, and the cedar wood, and the spun scarlet, and the hyssop, and he shall dip them and the living bird into the blood of the bird that was slain over running water. | καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον, καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ᾿ ὕδατι ζῶντι· |
|
7
|
7
|
| And he shall sprinkle seven times upon him that was cleansed of his leprosy, and he shall be clean; and he shall let go the living bird into the field. | καὶ περιρρανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον. |
|
8
|
8
|
| And the man that has been cleansed shall wash his garments, and shall shave off all his hair, and shall wash himself in water, and shall be clean; and after that he shall go into the camp, and shall remain out of his house seven days. | καὶ πλυνεῖ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτοῦ καὶ ξυρηθήσεται αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρὸς ἔσται, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας. |
|
9
|
9
|
| And it shall come to pass on the seventh day, he shall shave off all his hair, his head and his beard, and his eye-brows, even all his hair shall he shave; and he shall wash his garments, and wash his body with water, and shall be clean. | καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα καὶ τὰς ὀφρῦς καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηθήσεται· καὶ πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται. |
|
10
|
10
|
| And on the eighth day he shall take two lambs without spot of a year old, and one ewe lamb without spot of a year old, and three-tenths of fine flour for sacrifice kneaded with oil, and one small cup of oil. | καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται δύο ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ πρόβατον ἄμωμον ἐνιαύσιον καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν περυραμένης ἐν ἐλαίῳ καὶ κοτύλην ἐλαίου μίαν. |
|
11
|
11
|
| And the priest that cleanses shall present the man under purification, and these offerings before the Lord, at the door of the tabernacle of witness. | καὶ στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον καὶ ταῦτα ἔναντι Κυρίου, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
12
|
12
|
| And the priest shall take one lamb, and offer him for a trespass-offering, and the cup of oil, and set them apart for a special offering before the Lord. | καὶ λήψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα, καὶ προσάξει αὐτὸν τῆς πλημμελείας, καὶ τὴν κοτύλην τοῦ ἐλαίου, καὶ ἀφοριεῖ αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου· |
|
13
|
13
|
| And they shall kill the lamb in the place where they kill the whole-burnt-offerings, and the sin-offerings, in the holy places; for it is a sin-offering: as the trespass-offering, it belongs to the priest, it is most holy. | καὶ σφάξουσι τὸν ἀμνὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα καὶ τὰ περὶ ἁμαρτίας, ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ τὸ περὶ ἁμαρτίας, ὥσπερ τὸ τῆς πλημμελείας ἐστὶ τῷ ἱερεῖ, ἅγια ἁγίων ἐστί. |
|
14
|
14
|
| And the priest shall take of the blood of the trespass-offering, and the priest shall put it on the tip of the right ear of the person under cleansing, and on the thumb of his right hand, and on the great toe of his right foot. | καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. |
|
15
|
15
|
| And the priest shall take of the cup of oil, and shall pour it upon his own left hand. | καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τῆς κοτύλης τοῦ ἐλαίου ἐπιχεεῖ ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστερὰν |
|
16
|
16
|
| And he shall dip with the finger of his right hand into some of the oil that is in his left hand, and he shall sprinkle with his finger seven times before the Lord. | καὶ βάψει τὸν δάκτυλον τὸν δεξιὸν ἀπὸ τοῦ ἐλαίου τοῦ ὄντος ἐπὶ τῆς χειρὸς αὐτοῦ τῆς ἀριστερᾶς καὶ ρανεῖ τῷ δακτύλῳ ἑπτάκις ἔναντι Κυρίου· |
|
17
|
17
|
| And the remaining oil that is in his hand, the priest shall put on the tip of the right ear of him that is under cleansing, and on the thumb of his right hand, and on the great toe of his right foot, on the place of the blood of the trespass-offering. | τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ὂν ἐν τῇ χειρὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας· |
|
18
|
18
|
| And the remaining oil that is on the hand of the priest, the priest shall put on the head of the cleansed leper, and the priest shall make atonement for him before the Lord. | τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὴν κεφαλὴν τοῦ καθαρισθέντος, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου. |
|
19
|
19
|
| And the priest shall sacrifice the sin-offering, and the priest shall make atonement for the person under purification to cleanse him from his sin, and afterwards the priest shall slay the whole-burnt-offering. | καὶ ποιήσει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας, καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τοῦ καθαριζομένου ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ· καὶ μετά τοῦτο σφάξει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα. |
|
20
|
20
|
| And the priest shall offer the whole-burnt-offering, and the sacrifice upon the altar before the Lord; and the priest shall make atonement for him, and he shall be cleansed. | καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα καὶ τὴν θυσίαν ἐπὶ τὸ θυσιαστήριον ἔναντι Κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ καθαρισθήσεται. |
|
21
|
21
|
| And if he should be poor, and cannot afford so much, he shall take one lamb for his transgression for a separate-offering, so as to make propitiation for him, and a tenth deal of fine flour mingled with oil for a sacrifice, and one cup of oil, | ᾿Εὰν δὲ πένηται καὶ ἡ χεὶρ αὐτοῦ μὴ εὑρίσκῃ, λήψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα, ὥστε ἐξιλάσασθαι περὶ αὐτοῦ, καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ εἰς θυσίαν, καὶ κοτύλην ἐλαίου μίαν, |
|
22
|
22
|
| and two turtle-doves, or two young pigeons, as he can afford; and the one shall be for a sin-offering, and the other for a whole-burnt-offering. | καὶ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, ὅσα εὗρεν ἡ χεὶρ αὐτοῦ, καὶ ἔσται ἡ μία περὶ ἁμαρτίας καὶ ἡ μία εἰς ὁλοκαύτωμα· |
|
23
|
23
|
| And he shall bring them on the eighth day, to purify him, to the priest, to the door of the tabernacle of witness before the Lord. | καὶ προσοίσει αὐτὰ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ εἰς τὸ καθαρίσαι αὐτὸν πρὸς τὸν ἱερέα, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου. |
|
24
|
24
|
| And the priest shall take the lamb of the trespass-offering, and the cup of oil, and place them for a set-offering before the Lord. | καὶ λαβὼν ὁ ἱερεύς τὸν ἀμνὸν τῆς πλημμελείας καὶ τὴν κοτύλην τοῦ ἐλαίου, ἐπιθήσει αὐτὰ ἐπίθεμα ἔναντι Κυρίου. |
|
25
|
25
|
| And he shall slay the lamb of the trespass-offering; and the priest shall take of the blood of the trespass-offering, and put it on the tip of the right ear of him that is under purification, and on the thumb of his right hand, and on the great toe of his right foot. | καὶ σφάξει τὸν ἀμνὸν τὸν τῆς πλημμελείας, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας καὶ ἐπιθήσει ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. |
|
26
|
26
|
| And the priest shall pour of the oil on his own left hand. | καὶ ἀπὸ τοῦ ἐλαίου ἐπιχεεῖ ὁ ἱερεὺς ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστεράν, |
|
27
|
27
|
| And the priest shall sprinkle with the finger of his right hand some of the oil that is in his left hand seven times before the Lord. | καὶ ρανεῖ ὁ ἱερεὺς τῷ δακτύλῳ τῷ δεξιῷ ἀπὸ τοῦ ἐλαίου τοῦ ἐν τῇ χειρὶ αὐτοῦ τῇ ἀριστερᾷ ἑπτάκις ἔναντι Κυρίου· |
|
28
|
28
|
| And the priest shall put of the oil that is on his hand on the tip of the right ear of him that is under purification, and on the thumb of his right hand, and on the great toe of his right foot, on the place of the blood of the trespass-offering. | καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ ἐλαίου τοῦ ἐπὶ τῆς χειρὸς αὐτοῦ ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς αὐτοῦ τοῦ δεξιοῦ, ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας· |
|
29
|
29
|
| And that which is left of the oil which is on the hand of the priest he shall put on the head of him that is purged, and the priest shall make atonement for him before the Lord. | τὸ δὲ καταλειφθὲν ἀπὸ τοῦ ἐλαίου τὸ ὂν ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως ἐπιθήσει ἐπὶ τὴν κεφαλὴν τοῦ καθαρισθέντος, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου. |
|
30
|
30
|
| And he shall offer one of the turtle-doves or of the young pigeons, as he can afford it, | καὶ ποιήσει μίαν ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν νεοσσῶν τῶν περιστερῶν, καθότι εὗρεν αὐτοῦ ἡ χείρ, |
|
31
|
31
|
| the one for a sin-offering, the other for a whole-burnt-offering with the meat-offering, and the priest shall make an atonement before the Lord for him that is under purification. | τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα σὺν τῇ θυσίᾳ, καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τοῦ καθαριζομένου ἔναντι Κυρίου. |
|
32
|
32
|
| This is the law for him in whom is the plague of leprosy, and who cannot afford the offerings for his purification. | οὗτος ὁ νόμος, ἐν ᾧ ἐστιν ἡ ἁφὴ τῆς λέπρας, καὶ τοῦ μὴ εὑρίσκοντος τῇ χειρὶ εἰς τὸν καθαρισμὸν αὐτοῦ. |
|
33
|
33
|
| And the Lord spoke to Moses and Aaron, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· |
|
34
|
34
|
| Whensoever ye shall enter into the land of the Chananites, which I give you for a possession, and I shall put the plague of leprosy in the houses of the land of your possession; | ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κτήσει, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν, |
|
35
|
35
|
| then the owner of the house shall come and report to the priest, saying, I have seen as it were a plague in the house. | καὶ ἥξει τινὸς αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· ὥσπερ ἁφὴ ἑώραταί μοι ἐν τῇ οἰκίᾳ. |
|
36
|
36
|
| And the priest shall give orders to remove the furniture of the house, before the priest comes in to see the plague, and thus none of the things in the house shall become unclean; and afterwards the priest shall go in to examine the house. | καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν, πρὸ τοῦ εἰσελθόντα τὸν ἱερέα ἰδεῖν τὴν ἁφήν, καὶ οὐ μὴ ἀκάθαρτα γένηται ὅσα ἂν ᾖ ἐν τῇ οἰκίᾳ, καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν τὴν οἰκίαν. |
|
37
|
37
|
| And he shall look on the plague, and, behold, if the plague is in the walls of the house, he will see greenish or reddish cavities, and the appearance of them will be beneath the surface of the walls. | καὶ ὄψεται τὴν ἁφήν, καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας χλωριζούσας, ἢ πυρριζούσας, καὶ ἡ ὄψις αὐτῶν ταπεινοτέρα τῶν τοίχων, |
|
38
|
38
|
| And the priest shall come out of the house to the door of the house, and the priest shall separate the house seven days. | καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας. |
|
39
|
39
|
| And the priest shall return on the seventh day and view the house; and, behold, if the plague is spread in the walls of the house, | καὶ ἐπανήξει ὁ ἱερεὺς τῇ ἑβδόμῃ καὶ ὄψεται τὴν οἰκίαν, καὶ ἰδοὺ διεχύθη ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, |
|
40
|
40
|
| then the priest shall give orders, and they shall take away the stones in which the plague is, and shall cast them out of the city into an unclean place. | καὶ προστάξει ὁ ἱερεύς, καὶ ἐξελοῦσι τοὺς λίθους, ἐν οἷς ἐστιν ἡ ἁφή, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. |
|
41
|
41
|
| And they shall scrape the house within round about, and shall pour out the dust scraped off outside the city into an unclean place. | καὶ τὴν οἰκίαν ἀποξύσουσιν ἔσωθεν κύκλῳ καὶ ἐκχεοῦσι τὸν χοῦν τὸν ἀπεξυσμένον ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. |
|
42
|
42
|
| And they shall take other scraped stones, and put them in the place of the former stones, and they shall take other plaster and plaster the house. | καὶ λήψονται λίθους ἀπεξυσμένους ἑτέρους, καὶ ἀντιθήσουσιν ἀντὶ τῶν λίθων καὶ χοῦν ἕτερον λήψονται καὶ ἐξαλείψουσι τὴν οἰκίαν. |
|
43
|
43
|
| And if the plague should return again, and break out in the house after they have taken away the stones and after the house is scraped, and after it has been plastered, | ἐὰν δὲ ἐπέλθῃ πάλιν ἁφὴ καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξελεῖν τοὺς λίθους καὶ μετά τὸ ἀποξυσθῆναι τὴν οἰκίαν καὶ μετὰ τὸ ἐξαλειφθῆναι, |
|
44
|
44
|
| then the priest shall go in and see if the plague is spread in the house: it is a confirmed leprosy in the house, it is unclean. | καὶ εἰσελεύσεται ὁ ἱερεὺς καὶ ὄψεται· εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστι. |
|
45
|
45
|
| And they shall take down the house, and its timbers and its stones, and they shall carry out all the mortar without the city into an unclean place. | καὶ καθελοῦσι τὴν οἰκίαν καὶ τὰ ξύλα αὐτῆς καὶ τοὺς λίθους αὐτῆς καὶ πάντα τὸν χοῦν ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. |
|
46
|
46
|
| And he that goes into the house at any time, during its separation, shall be unclean until evening. | καὶ ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας, ἃς ἀφωρισμένη ἐστίν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
47
|
47
|
| And he that sleeps in the house shall wash his garments, and be unclean until evening; and he that eats in the house shall wash his garments, and be unclean until evening. | καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ ἔσθων ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
48
|
48
|
| And if the priest shall arrive and enter and see, and behold the plague be not at all spread in the house after the house has been plastered, then the priest shall declare the house clean, because the plague is healed. | ἐὰν δὲ παραγενόμενος εἰσέλθῃ ὁ ἱερεὺς καὶ ἴδῃ, καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή. |
|
49
|
49
|
| And he shall take to purify the house two clean living birds, and cedar wood, and spun scarlet, and hyssop. | καὶ λήψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον· |
|
50
|
50
|
| And he shall slay one bird in an earthen vessel over running water. | καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐφ᾿ ὕδατι ζῶντι, |
|
51
|
51
|
| And he shall take the cedar wood, and the spun scarlet, and the hyssop, and the living bird; and shall dip it into the blood of the bird slain over running water, and with them he shall sprinkle the house seven times. | καὶ λήψεται τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κεκλωσμένον κόκκινον καὶ τὸν ὕσσωπον καὶ τὸ ὀρνίθιον τὸ ζῶν, καὶ βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου ἐφ᾿ ὕδατι ζῶντι, καὶ περιρρανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις, |
|
52
|
52
|
| And he shall purify the house with the blood of the bird, and with the running water, and with the living bird, and with the cedar wood, and with the hyssop, and with the spun scarlet. | καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ καὶ ἐν τῷ ὑσσώπῳ καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ. |
|
53
|
53
|
| And he shall let the living bird go out of the city into the field, and shall make atonement for the house, and it shall be clean. | καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται. |
|
54
|
54
|
| This is the law concerning every plague of leprosy and scurf, | Οὗτος ὁ νόμος κατὰ πᾶσαν ἁφὴν λέπρας καὶ θραύσματος |
|
55
|
55
|
| and of the leprosy of a garment, and of a house, | καὶ τῆς λέπρας ἱματίου καὶ οἰκίας |
|
56
|
56
|
| and of a sore, and of a clear spot, and of a shining one, | καὶ οὐλῆς καὶ σημασίας καὶ τοῦ αὐγάζοντος |
|
57
|
57
|
| and of declaring in what day it is unclean, and in what day it shall be purged: this is the law of the leprosy. | καὶ τοῦ ἐξηγήσασθαι ᾗ ἡμέρᾳ ἀκάθαρτον, καὶ ᾗ ἡμέρᾳ καθαρισθήσεται. οὗτος ὁ νόμος τῆς λέπρας. |
|
Chapter 15
|
Κεφάλαιο 15
|
|
1
|
1
|
| And the Lord spoke to Moses and Aaron, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· |
|
2
|
2
|
| Speak to the children of Israel, and thou shalt say to them, Whatever man shall have an issue out of his body, his issue is unclean. | λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς αὐτοῖς· ἀνδρὶ ἀνδρί, ᾧ ἐὰν γένηται ρύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ρύσις αὐτοῦ ἀκάθαρτός ἐστι. |
|
3
|
3
|
| And this is the law of his uncleanness; whoever has a gonorrhœa out of his body, this is his uncleanness in him by reason of the issue, by which his body is affected through the issue: all the days of the issue of his body, by which his body is affected through the issue, there is his uncleanness. | καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ρέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ρύσεως, ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ρύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ρύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διά τῆς ρύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι. |
|
4
|
4
|
| Every bed on which he that has the issue shall happen to lie, is unclean; and every seat on which he that has the issue may happen to sit, shall be unclean. | πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς ὁ γονορρυής, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφ᾿ ὃ ἂν καθίσῃ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται. |
|
5
|
5
|
| And the man who shall touch his bed, shall wash his garments, and bathe himself in water, and shall be unclean till evening. | καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· |
|
6
|
6
|
| And whosoever sits on the seat on which he that has the issue may have sat, shall wash his garments, and bathe himself in water, and shall be unclean until evening. | καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· |
|
7
|
7
|
| And he that touches the skin of him that has the issue, shall wash his garments and bathe himself in water, and shall be unclean till evening. | καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
8
|
8
|
| And if he that has the issue should spit upon one that is clean, that person shall wash his garments, and bathe himself in water, and be unclean until evening. | ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
9
|
9
|
| And every ass's saddle, on which the man with the issue shall have mounted, shall be unclean till evening. | καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ᾿ ὃ ἂν ἐπιβῇ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. |
|
10
|
10
|
| And every one that touches whatsoever shall have been under him shall be unclean until evening; and he that takes them up shall wash his garments, and bathe himself in water, and shall be unclean until evening. | καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἂν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καί ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
11
|
11
|
| And whomsoever he that has the issue shall touch, if he have not rinsed his hands in water, he shall wash his garments, and bathe his body in water, and shall be unclean until evening. | καὶ ὅσον ἐὰν ἅψηται ὁ γονορρυής, καὶ τὰς χεῖρας οὐ νένιπται ὕδατι, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
12
|
12
|
| And the earthen vessel which he that has the issue shall happen to touch, shall be broken; and a wooden vessel shall be washed with water, and shall be clean. | καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται ὁ γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται. |
|
13
|
13
|
| And if he that has the issue should be cleansed of his issue, then shall he number to himself seven days for his purification; and he shall wash his garments, and bathe his body in water, and shall be clean. | ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ρύσεως αὐτοῦ, καὶ ἐξαριθμηθήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται. |
|
14
|
14
|
| And on the eighth day he shall take to himself two turtle-doves or two young pigeons, and he shall bring them before the Lord to the doors of the tabernacle of witness, and shall give them to the priest. | καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ. |
|
15
|
15
|
| And the priest shall offer them one for a sin-offering, and the other for a whole-burnt-offering; and the priest shall make atonement for him before the Lord for his issue. | καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ρύσεως αὐτοῦ. |
|
16
|
16
|
| And the man whose seed of copulation shall happen to go forth from him, shall then wash his whole body, and shall be unclean until evening. | Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
17
|
17
|
| And every garment, and every skin on which there shall be the seed of copulation shall both be washed with water, and be unclean until evening. | καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἀφ᾿ ὃ ἐὰν ᾖ ἐπ᾿ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. |
|
18
|
18
|
| And a woman, if a man shall lie with her with seed of copulation—they shall both bathe themselves in water and shall be unclean until evening. | καὶ γυνὴ ἐὰν κοιμηθῇ ἀνὴρ μετ᾿ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας. |
|
19
|
19
|
| And the woman whosoever shall have an issue of blood, when her issue shall be in her body, shall be seven days in her separation; every one that touches her shall be unclean until evening. | Καὶ γυνή, ἥτις ἐὰν ᾖ ρέουσα αἵματι, καὶ ἔσται ἡ ρύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, |
|
20
|
20
|
| And every thing whereon she shall lie in her separation, shall be unclean; and whatever she shall sit upon, shall be unclean. | καὶ πᾶν, ἐφ᾿ ὃ ἐὰν κοιτάζηται ἐπ᾿ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται. καὶ πᾶν ἐφ᾿ ὃ ἐὰν ἐπικαθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται. |
|
21
|
21
|
| And whosoever shall touch her bed shall wash his garments, and bathe his body in water, and shall be unclean until evening. | καὶ πᾶς ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
22
|
22
|
| And every one that touches any vessel on which she shall sit, shall wash his garments and bathe himself in water, and shall be unclean until evening. | καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
23
|
23
|
| And whether it be while she is on her bed, or on a seat which she may happen to sit upon when he touches her, he shall be unclean till evening. | ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης, ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
24
|
24
|
| And if any one shall lie with her, and her uncleanness be upon him, he shall be unclean seven days; and every bed on which he shall have lain shall be unclean. | ἐὰν δὲ κοίτῃ κοιμηθῇ τις μετ᾿ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ᾿ αὐτῷ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. καὶ πᾶσα κοίτη, ἐφ᾿ ᾗ ἂν κοιμηθῇ ἐπ᾿ αὐτῇ, ἀκάθαρτος ἔσται. |
|
25
|
25
|
| And if a woman have an issue of blood many days, not in the time of her separation; if the blood should also flow after her separation, all the days of the issue of her uncleanness shall be as the days of her separation: she shall be unclean. | Καὶ γυνὴ ἐὰν ρέῃ ρύσει αἵματος ἡμέρας πλείους, οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ρέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ρύσεως ἀκαθαρσίας αὐτῆς, καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου αὐτῆς, ἔσται ἀκάθαρτος. |
|
26
|
26
|
| And every bed on which she shall lie all the days of her flux shall be to her as the bed of her separation, and every seat whereon she shall sit shall be unclean according to the uncleanness of her separation. | καὶ πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ρύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου. |
|
27
|
27
|
| Every one that touches it shall be unclean; and he shall wash his garments, and bathe his body in water, and shall be unclean till evening. | πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
|
28
|
28
|
| But if she shall be cleansed from her flux, then she shall number to herself seven days, and afterwards she shall be esteemed clean. | ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ρύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται. |
|
29
|
29
|
| And on the eighth day she shall take two turtle-doves, or two young pigeons, and shall bring them to the priest, to the door of the tabernacle of witness. | καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται αὕτη δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. |
|
30
|
30
|
| And the priest shall offer one for a sin-offering, and the other for a whole-burnt-offering, and the priest shall make atonement for her before the Lord for her unclean flux. | καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ ρύσεως ἀκαθαρσίας αὐτῆς. |
|
31
|
31
|
| And ye shall cause the children of Israel to beware of their uncleannesses; so they shall not die for their uncleanness, in polluting my tabernacle that is among them. | Καὶ εὐλαβεῖς ποιήσεται τοὺς υἱοὺς ᾿Ισραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς. |
|
32
|
32
|
| This is the law of the man who has an issue, and if one discharge seed of copulation, so that he should be polluted by it. | οὗτος ὁ νόμος τοῦ γονορρυοῦς. καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ, |
|
33
|
33
|
| And this is the law for her that has the issue of blood in her separation, and as to the person who has an issue of seed, in his issue: it is a law for the male and the female, and for the man who shall have lain with her that is set apart. | καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ρύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἐὰν κοιμηθῇ μετὰ ἀποκαθημένης. |
|
Chapter 16
|
Κεφάλαιο 16
|
|
1
|
1
|
| And the Lord spoke to Moses after the two sons of Aaron died in bringing strange fire before the Lord, so they died. | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς ᾿Ααρὼν ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου καὶ ἐτελεύτησαν. |
|
2
|
2
|
| And the Lord said to Moses, Speak to Aaron thy brother, and let him not come in at all times into the holy place within the veil before the propitiatory, which is upon the ark of the testimony, and he shall not die; for I will appear in a cloud on the propitiatory. | καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· λάλησον πρὸς ᾿Ααρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου. |
|
3
|
3
|
| Thus shall Aaron enter into the holy place; with a calf of the herd for a sin-offering, and having a ram for a whole-burnt-offering. | οὕτως εἰσελεύσεται ᾿Ααρὼν εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα· |
|
4
|
4
|
| And he shall put on the consecrated linen tunic, and he shall have on his flesh the linen drawers, and shall gird himself with a linen girdle, and shall put on the linen cap, they are holy garments; and he shall bathe all his body in water, and shall put them on. | καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται καὶ κίδαριν λινῆν περιθήσεται, ἱμάτια ἅγιά ἐστι, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά. |
|
5
|
5
|
| And he shall take of the congregation of the children of Israel two kids of the goats for a sin-offering, and one lamb for a whole-burnt-offering. | καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν ᾿Ισραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. |
|
6
|
6
|
| And Aaron shall bring the calf for his own sin-offering, and shall make atonement for himself and for his house. | καὶ προσάξει ᾿Ααρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. |
|
7
|
7
|
| And he shall take the two goats, and place them before the Lord by the door of the tabernacle of witness. | καὶ λήψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· |
|
8
|
8
|
| And Aaron shall cast lots upon the two goats, one lot for the Lord, and the other for the scape-goat. | καὶ ἐπιθήσει ᾿Ααρὼν ἐπὶ τοὺς δύο χιμάρους κλήρους, κλῆρον ἕνα τῷ Κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ. |
|
9
|
9
|
| And Aaron shall bring forward the goat on which the lot for the Lord fell, and shall offer him for a sin-offering. | καὶ προσάξει ᾿Ααρὼν τὸν χίμαρον, ἐφ᾿ ὃν ἐπῆλθεν ἐπ᾿ αὐτὸν ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας· |
|
10
|
10
|
| And the goat upon which the lot of the scape-goat came, he shall present alive before the Lord, to make atonement upon him, so as to send him away as a scape-goat, and he shall send him into the wilderness. | καὶ τὸν χίμαρον, ἐφ᾿ ὃν ἐπῆλθεν ἐπ᾿ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου, τοῦ ἐξιλάσασθαι ἐπ᾿ αὐτοῦ, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν, καὶ ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον. |
|
11
|
11
|
| And Aaron shall bring the calf for his sin, and he shall make atonement for himself and for his house, and he shall kill the calf for his sin-offering. | καὶ προσάξει ᾿Ααρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. καὶ σφάξει τὸν μόσχον περὶ τῆς ἁμαρτίας αὐτοῦ. |
|
12
|
12
|
| And he shall take his censer full of coals of fire off the altar, which is before the Lord; and he shall fill his hands with fine compound incense, and shall bring it within the veil. | καὶ λήψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου, τοῦ ἀπέναντι Κυρίου, καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος. |
|
13
|
13
|
| And he shall put the incense on the fire before the Lord, and the smoke of the incense shall cover the mercy-seat over the tables of testimony, and he shall not die. | καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου· καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται. |
|
14
|
14
|
| And he shall take of the blood of the calf, and sprinkle with his finger on the mercy-seat eastward: before the mercy-seat shall he sprinkle seven times of the blood with his finger. | καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ρανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ρανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ. |
|
15
|
15
|
| And he shall kill the goat for the sin-offering that is for the people, before the Lord; and he shall bring in of its blood within the veil, and shall do with its blood as he did with the blood of the calf, and shall sprinkle its blood on the mercy-seat, in front of the mercy-seat. | καὶ σφάξει τὸν χίμαρον τὸν περὶ ἁμαρτίας, τὸν περὶ τοῦ λαοῦ, ἔναντι Κυρίου καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου. καὶ ρανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον, κατὰ πρόσωπον τοῦ ἱλαστηρίου |
|
16
|
16
|
| And he shall make atonement for the sanctuary on account of the uncleanness of the children of Israel, and for their trespasses in the matter of all their sins; and thus shall he do to the tabernacle of witness established among them in the midst of their uncleanness. | καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν. |
|
17
|
17
|
| And there shall be no man in the tabernacle of witness, when he goes in to make atonement in the holy place, until he shall have come out; and he shall make atonement for himself, and for his house, and for all the congregation of the children of Israel. | καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ πάσης συναγωγῆς υἱῶν ᾿Ισραήλ. |
|
18
|
18
|
| And he shall come forth to the altar that is before the Lord, and he shall make atonement upon it; and he shall take of the blood of the calf, and of the blood of the goat, and shall put it on the horns of the altar round about. | καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι Κυρίου καὶ ἐξιλάσεται ἐπ᾿ αὐτοῦ. καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ |
|
19
|
19
|
| And he shall sprinkle some of the blood upon it seven times with his finger, and shall purge it, and hallow it from the uncleanness of the children of Israel. | καὶ ρανεῖ ἐπ᾿ αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις, καὶ καθαριεῖ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν ᾿Ισραήλ. |
|
20
|
20
|
| And he shall finish making atonement for the sanctuary and for the tabernacle of witness, and for the altar; and he shall make a cleansing for the priests, and he shall bring the living goat; | καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον, καὶ περὶ τῶν ἱερέων καθαριεῖ· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα. |
|
21
|
21
|
| and Aaron shall lay his hands on the head of the live goat, and he shall declare over him all the iniquities of the children of Israel, and all their unrighteousnesses, and all their sins; and he shall lay them upon the head of the live goat, and shall send him by the hand of a ready man into the wilderness. | καὶ ἐπιθήσει ᾿Ααρὼν τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ᾿ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν ᾿Ισραὴλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον, |
|
22
|
22
|
| And the goat shall bear their unrighteousnesses upon him into a desert land; and Aaron shall send away the goat into the wilderness. | καὶ λήψεται ὁ χίμαρος ἐφ᾿ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον. |
|
23
|
23
|
| And Aaron shall enter into the tabernacle of witness, and shall put off the linen garment, which he had put on, as he entered into the holy place, and shall lay it by there. | καὶ εἰσελεύσεται ᾿Ααρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινήν, ἣν ἐνδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἅγιον, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ. |
|
24
|
24
|
| And he shall bathe his body in water in the holy place, and shall put on his raiment, and shall go out and offer the whole-burnt-offering for himself and the whole-burnt-offering for the people: and shall make atonement for himself and for his house, and for the people, as for the priests. | καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ, ὡς περὶ τῶν ἱερέων. |
|
25
|
25
|
| And he shall offer the fat for the sin-offering on the altar. | καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον. |
|
26
|
26
|
| And he that sends forth the goat that has been set apart to be let go, shall wash his garments, and bathe his body in water, and afterwards shall enter into the camp. | καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν. |
|
27
|
27
|
| And the calf for the sin-offering, and the goat for the sin-offering, whose blood was brought in to make atonement in the holy place, they shall carry forth out of the camp, and burn them with fire, even their skins and their flesh and their dung. | καἱ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί, καί τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν. |
|
28
|
28
|
| And he that burns them shall wash his garments, and bathe his body in water, and afterwards he shall enter into the camp. | ὁ δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετά ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν. |
|
29
|
29
|
| And this shall be a perpetual statute for you; in the seventh month, on the tenth day of the month, ye shall humble your souls, and shall do no work, the native and the stranger who abides among you. | Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν· |
|
30
|
30
|
| For in this day he shall make an atonement for you, to cleanse you from all your sins before the Lord, and ye shall be purged. | ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι Κυρίου, καὶ καθαρισθήσεσθε. |
|
31
|
31
|
| This shall be to you a most holy sabbath, a rest, and ye shall humble your souls; it is a perpetual ordinance. | σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, νόμιμον αἰώνιον. |
|
32
|
32
|
| The priest whomsoever they shall anoint shall make atonement, and whomsoever they shall consecrate to exercise the priestly office after his father; and he shall put on the linen robe, the holy garment. | ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ, ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ, καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν. |
|
33
|
33
|
| And he shall make atonement for the most holy place, and the tabernacle of witness; and he shall make atonement for the altar, and for the priests; and he shall make atonement for all the congregation. | καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ περὶ τῶν ἱερέων καὶ περί πάσης συναγωγῆς ἐξιλάσεται. |
|
34
|
34
|
| And this shall be to you a perpetual statute to make atonement for the children of Israel for all their sins: it shall be done once in the year, as the Lord commanded Moses. | καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν ᾿Ισραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. |
|
Chapter 17
|
Κεφάλαιο 17
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Speak to Aaron and to his sons, and to all the children of Israel, and thou shalt say to them, This is the word which the Lord has commanded, saying, | λάλησον πρός ᾿Ααρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· τοῦτο τὸ ρῆμα, ὃ ἐνετείλατο Κύριος, λέγων· |
|
3
|
3
|
| Every man of the children of Israel, or of the strangers abiding among you, who shall kill a calf, or a sheep, or a goat in the camp, or who shall kill it out of the camp, | ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἐὰν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς, |
|
4
|
4
|
| and shall not bring it to the door of the tabernacle of witness, so as to sacrifice it for a whole-burnt-offering or peace-offering to the Lord to be acceptable for a sweet-smelling savour: and whosoever shall slay it without, and shall not bring it to the door of the tabernacle of witness, so as to offer it as a gift to the Lord before the tabernacle of the Lord; blood shall be imputed to that man, he has shed blood; that soul shall be cut off from his people. | καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον Κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας, καὶ ὃς ἂν σφάξῃ ἔξω καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτό, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· |
|
5
|
5
|
| That the children of Israel may offer their sacrifices, all that they shall slay in the fields, and bring them to the Lord unto the doors of the tabernacle of witness to the priest, and they shall sacrifice them as a peace-offering to the Lord. | ὅπως ἀναφέρωσιν οἱ υἱοὶ ᾿Ισραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά. |
|
6
|
6
|
| And the priest shall pour the blood on the altar round about before the Lord by the doors of the tabernacle of witness, and shall offer the fat for a sweet-smelling savour to the Lord. | καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. |
|
7
|
7
|
| And they shall no longer offer their sacrifices to vain gods after which they go a whoring; it shall be a perpetual statute to you for your generations. | καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν. |
|
8
|
8
|
| And thou shalt say to them, Whatever man of the children of Israel, or of the sons of the proselytes abiding among you, shall offer a whole-burnt-offering or a sacrifice, | Καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἢ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν |
|
9
|
9
|
| and shall not bring it to the door of the tabernacle of witness to sacrifice it to the Lord, that man shall be destroyed from among his people. | καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ Κυρίῳ, ἐξολοθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ. |
|
10
|
10
|
| And whatever man of the children of Israel, or of the strangers abiding among you, shall eat any blood, I will even set my face against that soul that eats blood, and will destroy it from its people. | Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα, καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς· |
|
11
|
11
|
| For the life of flesh is its blood, and I have given it to you on the altar to make atonement for your souls; for its blood shall make atonement for the soul. | ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι, καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται. |
|
12
|
12
|
| Therefore I said to the children of Israel, No soul of you shall eat blood, and the stranger that abides among you shall not eat blood. | διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς ᾿Ισραήλ· πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα. |
|
13
|
13
|
| And whatever man of the children of Israel, or of the strangers abiding among you shall take any animal in hunting, beast, or bird, which is eaten, then shall he pour out the blood, and cover it in the dust. | καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ· |
|
14
|
14
|
| For the blood of all flesh is its life; and I said to the children of Israel, Ye shall not eat the blood of any flesh, for the life of all flesh is its blood: every one that eats it shall be destroyed. | ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι. καὶ εἶπα τοῖς υἱοῖς ᾿Ισραήλ· αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· πᾶς ὁ ἔσθων αὐτὸ ἐξολοθρευθήσεται. |
|
15
|
15
|
| And every soul which eats that which has died of itself, or is taken of beasts, either among the natives or among the strangers, shall wash his garments, and bathe himself in water, and shall be unclean until evening: then shall he be clean. | Καὶ πᾶσα ψυχή, ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται. |
|
16
|
16
|
| But if he do not wash his garments, and do not bathe his body in water, then shall he bear his iniquity. | ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι, καὶ λήψεται ἀνόμημα αὐτοῦ. |
|
Chapter 18
|
Κεφάλαιο 18
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Speak to the children of Israel, and thou shalt say to them, I am the Lord your God. | λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
3
|
3
|
| Ye shall not do according to the devices of Egypt, in which ye dwelt: and according to the devices of the land of Chanaan, into which I bring you, ye shall not do; and ye shall not walk in their ordinances. | κατά τὰ ἐπιτηδεύματα Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ᾿ αὐτῇ, οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. |
|
4
|
4
|
| Ye shall observe my judgments, and shall keep my ordinances, and shall walk in them: I am the Lord your God. | τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε καὶ πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
5
|
5
|
| So ye shall keep all my ordinances, and all my judgments, and do them; which if a man do, he shall live in them: I am the Lord your God. | καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, ἃ ποιήσας αὐτά ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
6
|
6
|
| No man shall draw nigh to any of his near kindred to uncover their nakedness; I am the Lord. | ῎Ανθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ Κύριος. |
|
7
|
7
|
| Thou shalt not uncover the nakedness of thy father, or the nakedness of thy mother, for she is thy mother; thou shalt not uncover her nakedness. | ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις, μήτηρ γάρ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς. |
|
8
|
8
|
| Thou shalt not uncover the nakedness of thy father's wife; it is thy father's nakedness. | ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη πατρὸς σού ἐστιν. |
|
9
|
9
|
| The nakedness of thy sister by thy father or by thy mother, born at home or abroad, their nakedness thou shalt not uncover. | ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῶν. |
|
10
|
10
|
| The nakedness of thy son's daughter, or thy daughter's daughter, their nakedness thou shalt not uncover; because it is thy nakedness. | ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν. |
|
11
|
11
|
| Thou shalt not uncover the nakedness of the daughter of thy father's wife; she is thy sister by the same father: thou shalt not uncover her nakedness. | ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ὁμοπατρία ἀδελφή σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς. |
|
12
|
12
|
| Thou shalt not uncover the nakedness of thy father's sister, for she is near akin to thy father. | ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ πατρός σού ἐστιν. |
|
13
|
13
|
| Thou shalt not uncover the nakedness of thy mother's sister, for she is near akin to thy mother. | ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ μητρός σού ἐστιν. |
|
14
|
14
|
| Thou shalt not uncover the nakedness of thy father's brother, and thou shalt not go in to his wife; for she is thy relation. | ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ, συγγενής γάρ σού ἐστιν. |
|
15
|
15
|
| Thou shalt not uncover the nakedness of thy daughter-in-law, for she is thy son's wife, thou shalt not uncover her nakedness. | ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις, γυνὴ γὰρ υἱοῦ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς. |
|
16
|
16
|
| Thou shalt not uncover the nakedness of thy brother's wife: it is thy brother's nakedness. | ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη ἀδελφοῦ σού ἐστιν. |
|
17
|
17
|
| The nakedness of a woman and her daughter shalt thou not uncover; her son's daughter, and her daughter's daughter, shalt thou not take, to uncover their nakedness, for they are thy kinswomen: it is impiety. | ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν, οἰκεῖαι γὰρ σού εἰσιν· ἀσέβημά ἐστι. |
|
18
|
18
|
| Thou shalt not take a wife in addition to her sister, as a rival, to uncover her nakedness in opposition to her, while she is yet living. | γυναῖκα ἐπ᾿ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον ἀποκαλύψαι τήν ἀσχημοσύνην αὐτῆς ἐπ᾿ αὐτῇ, ἔτι ζώσης αὐτῆς. |
|
19
|
19
|
| And thou shalt not go in to a woman under separation for her uncleanness, to uncover her nakedness. | Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐκ εἰσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς. |
|
20
|
20
|
| And thou shalt not lie with thy neighbour's wife, to defile thyself with her. | καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν. |
|
21
|
21
|
| And thou shalt not give of thy seed to serve a ruler; and thou shalt not profane my holy name; I am the Lord. | καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος· |
|
22
|
22
|
| And thou shalt not lie with a man as with a woman, for it is an abomination. | καὶ μετά ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βέλυγμα γάρ ἐστι. |
|
23
|
23
|
| Neither shalt thou lie with any quadruped for copulation, to be polluted with it: neither shall a woman present herself before any quadruped to have connexion with it; for it is an abomination. | καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμόν, ἐκμιανθῆναι πρὸς αὐτό. καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι, μυσαρὸν γάρ ἐστι. |
|
24
|
24
|
| Do not defile yourselves with any of these things; for in all these things the nations are defiled, which I drive out before you, | Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν, |
|
25
|
25
|
| and the land is polluted; and I have recompensed their iniquity to them because of it, and the land is aggrieved with them that dwell upon it. | καὶ ἐξεμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς δι᾿ αὐτήν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ᾿ αὐτῆς. |
|
26
|
26
|
| And ye shall keep all my statutes and all my ordinances, and ye shall do none of these abominations; neither the native, nor the stranger that joins himself with you: | καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν· |
|
27
|
27
|
| (for all these abominations the men of the land did who were before you, and the land was defiled,) | πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς οἱ ὄντες πρότερον ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ. |
|
28
|
28
|
| and lest the land be aggrieved with you in your polluting it, as it was aggrieved with the nations before you. | καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προσώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν. |
|
29
|
29
|
| For whosoever shall do any of these abominations, the souls that do them shall be destroyed from among their people. | ὅτι πᾶς, ὃς ἐὰν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν. |
|
30
|
30
|
| And ye shall keep mine ordinances, that ye may not do any of the abominable practices, which have taken place before your time: and ye shall not be polluted in them; for I am the Lord your God. | καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονε πρὸ τοῦ ὑμᾶς, καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
Chapter 19
|
Κεφάλαιο 19
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Speak to the congregation of the children of Israel, and thou shalt say to them, Ye shall be holy; for I the Lord your God am holy. | λάλησον τῇ συναγωγῇ τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
3
|
3
|
| Let every one of you reverence his father and his mother; and ye shall keep my sabbaths: I am the Lord your God. | ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω, καὶ τὰ σάββατά μου φυλάξεσθε· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
4
|
4
|
| Ye shall not follow idols, and ye shall not make to yourselves molten gods: I am the Lord your God. | οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
5
|
5
|
| And if ye will sacrifice a peace-offering to the Lord, ye shall offer it acceptable from yourselves. | καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τῷ Κυρίῳ, δεκτὴν ὑμῶν θύσετε. |
|
6
|
6
|
| In what day soever ye shall sacrifice it, it shall be eaten; and on the following day, and if any of it should be left till the third day, it shall be thoroughly burnt with fire. | ᾗ ἂν ἡμέρᾳ θύσετε, βρωθήσεται καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται. |
|
7
|
7
|
| And if it should be at all eaten on the third day, it is unfit for sacrifice: it shall not be accepted. | ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἄθυτόν ἐστιν, οὐ δεχθήσεται. |
|
8
|
8
|
| And he that eats it shall bear his iniquity, because he has profaned the holy things of the Lord; and the souls that eat it shall be destroyed from among their people. | ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήψεται, ὅτι τὰ ἅγια Κυρίου ἐβεβήλωσε· καὶ ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν. |
|
9
|
9
|
| And when ye reap the harvest of your land, ye shall not complete the reaping of your field with exactness, and thou shalt not gather that which falls from thy reaping. | Καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ σου ἐκθερίσαι, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις. |
|
10
|
10
|
| And thou shalt not go over the gathering of thy vineyard, neither shalt thou gather the remaining grapes of thy vineyard: thou shalt leave them for the poor and the stranger: I am the Lord your God. | καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις, οὐδὲ τὰς ρῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
11
|
11
|
| Ye shall not steal, ye shall not lie, neither shall one bear false witness as an informer against his neighbour. | Οὐ κλέψετε, οὐ ψεύσεσθε, οὐδὲ συκοφαντήσει ἕκαστος τὸν πλησίον. |
|
12
|
12
|
| And ye shall not swear unjustly by my name, and ye shall not profane the holy name of your God: I am the Lord your God. | καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ᾿ ἀδίκῳ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τὸ ἅγιον τοῦ Θεοῦ ὑμῶν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
13
|
13
|
| Thou shalt not injure thy neighbour, neither do thou rob him, neither shall the wages of thy hireling remain with thee until the morning. | οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ σου παρὰ σοὶ ἕως πρωΐ. |
|
14
|
14
|
| Thou shalt not revile the deaf, neither shalt thou put a stumbling-block in the way of the blind; and thou shalt fear the Lord thy God: I am the Lord your God. | οὐ κακῶς ἐρεῖς κωφόν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
15
|
15
|
| Thou shalt not act unjustly in judgment: thou shalt not accept the person of the poor, nor admire the person of the mighty; with justice shalt thou judge thy neighbour. | Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήψῃ πρόσωπον πτωχοῦ, οὐδὲ μὴ θαυμάσῃς πρόσωπον δυνάστου· ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου. |
|
16
|
16
|
| Thou shalt not walk deceitfully among thy people; thou shalt not rise up against the blood of thy neighbour: I am the Lord your God. | οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου, οὐκ ἐπιστήσῃ ἐφ᾿ αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
17
|
17
|
| Thou shalt not hate thy brother in thine heart: thou shalt in any wise rebuke thy neighbour, so thou shalt not bear sin on his account. | οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καί οὐ λήψῃ δι᾿ αὐτὸν ἁμαρτίαν. |
|
18
|
18
|
| And thy hand shall not avenge thee; and thou shalt not be angry with the children of thy people; and thou shalt love thy neighbour as thyself; I am the Lord. | καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ, καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι Κύριος. |
|
19
|
19
|
| Ye shall observe my law: thou shalt not let thy cattle gender with one of a different kind, and thou shalt not sow thy vineyard with diverse seed; and thou shalt not put upon thyself a mingled garment woven of two materials. | Τὸν νόμον μου φυλάξεσθε· τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον, καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ. |
|
20
|
20
|
| And if any one lie carnally with a woman, and she should be a home-servant kept for a man, and she has not been ransomed, and her freedom has not been given to her, they shall be visited with punishment; but they shall not die, because she was not set at liberty. | Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος, καὶ αὕτη ᾖ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ, καὶ αὐτὴ λύτροις οὐ λελύτρωται, ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ, ἐπισκοπὴ ἔσται αὐτοῖς, οὐκ ἀποθανοῦνται, ὅτι οὐκ ἀπηλευθερώθη. |
|
21
|
21
|
| And he shall bring for his trespass to the Lord to the door of the tabernacle of witness, a ram for a trespass-offering. | καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας· |
|
22
|
22
|
| And the priest shall make atonement for him with the ram of the trespass-offering, before the Lord, for the sin which he sinned; and the sin which he sinned shall be forgiven him. | καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι Κυρίου περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν. |
|
23
|
23
|
| And whenever ye shall enter into the land which the Lord your God gives you, and shall plant any fruit-tree, then shall ye purge away its uncleanness; its fruit shall be three years uncleansed to you, it shall not be eaten. | ῞Οταν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται. |
|
24
|
24
|
| And in the fourth year all its fruit shall be holy, a subject of praise to the Lord. | καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ Κυρίῳ. |
|
25
|
25
|
| And in the fifth year ye shall eat the fruit, its produce is an increase to you. I am the Lord your God. | ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
26
|
26
|
| Eat not on the mountains, nor shall ye employ auguries, nor divine by inspection of birds. | Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων καὶ οὐκ οἰωνιεῖσθε, οὐδὲ ὀρνιθοσκοπήσεσθε. |
|
27
|
27
|
| Ye shall not make a round cutting of the hair of your head, nor disfigure your beard. | οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν. |
|
28
|
28
|
| And ye shall not make cuttings in your body for a dead body, and ye shall not inscribe on yourselves any marks. I am the Lord your God. | καὶ ἐντομίδας οὐ ποιήσετε ἐπὶ ψυχῇ ἐν τῷ σώματι ὑμῶν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
29
|
29
|
| Thou shalt not profane thy daughter to prostitute her; so the land shall not go a whoring, and the land be filled with iniquity. | οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτὴν καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας. |
|
30
|
30
|
| Ye shall keep my sabbaths, and reverence my sanctuaries: I am the Lord. | Τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος. |
|
31
|
31
|
| Ye shall not attend to those who have in them divining spirits, nor attach yourselves to enchanters, to pollute yourselves with them: I am the Lord your God. | οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε, ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
32
|
32
|
| Thou shalt rise up before the hoary head, and honour the face of the old man, and shalt fear thy God: I am the Lord your God. | ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήσῃ τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
33
|
33
|
| And if there should come to you a stranger in your land, ye shall not afflict him. | ᾿Εὰν δέ τις προσέλθῃ ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν· |
|
34
|
34
|
| The stranger that comes to you shall be among you as the native, and thou shalt love him as thyself; for ye were strangers in the land of Egypt: I am the Lord your God. | ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν, ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
35
|
35
|
| Ye shall not act unrighteously in judgment, in measures and weights and scales. | οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις καὶ ἐν σταθμοῖς καὶ ἐν ζυγοῖς. |
|
36
|
36
|
| There shall be among you just balances and just weights and a just liquid measure. I am the Lord your God, who brought you out of the land of Egypt. | ζυγὰ δίκαια καὶ σταθμία δίκαια καὶ χοῦς δίκαιος ἔσται ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου. |
|
37
|
37
|
| And ye shall keep all my law and all my ordinances, and ye shall do them: I am the Lord your God. | Καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
Chapter 20
|
Κεφάλαιο 20
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Thou shalt also say to the children of Israel, If there shall be any of the children of Israel, or of those who have become proselytes in Israel, who shall give of his seed to Moloch, let him be surely put to death; the nation upon the land shall stone him with stones. | καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ λαλήσεις· ἐάν τις ἀπὸ τῶν υἱῶν ᾿Ισραὴλ ἢ ἀπὸ τῶν γεγενημένων προσηλύτων ἐν ᾿Ισραήλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις. |
|
3
|
3
|
| And I will set my face against that man, and will cut him off from his people, because he has given of his seed to Moloch, to defile my sanctuary, and profane the name of them that are consecrated to me. | καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι. |
|
4
|
4
|
| And if the natives of the land should in anywise overlook that man in giving of his seed to Moloch, so as not to put him to death; | ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τῆς γῆς τοῖς ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου, ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, τοῦ μὴ ἀποκτεῖναι αὐτόν, |
|
5
|
5
|
| then will I set my face against that man and his family, and I will destroy him, and all who have been of one mind with him, so that he should go a whoring to the princes, from their people. | καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὴν συγγένειαν αὐτοῦ καὶ ἀπολῶ αὐτὸν καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ, ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ τοῦ λαοῦ αὐτῶν. |
|
6
|
6
|
| And the soul that shall follow those who have in them divining spirits, or enchanters, so as to go a whoring after them; I will set my face against that soul, and will destroy it from among its people. | καὶ ψυχή, ἣ ἐὰν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς, ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς. |
|
7
|
7
|
| And ye shall be holy, for I the Lord your God am holy. | καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· |
|
8
|
8
|
| And ye shall observe my ordinances, and do them: I am the Lord that sanctifies you. | καὶ φυλάξεσθε τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς. |
|
9
|
9
|
| Every man who shall speak evil of his father or of his mother, let him die the death; has he spoken evil of his father or his mother? he shall be guilty. | ἄνθρωπος ἄνθρωπος, ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν; ἔνοχος ἔσται. |
|
10
|
10
|
| Whatever man shall commit adultery with the wife of a man, or whoever shall commit adultery with the wife of his neighbour, let them die the death, the adulterer and the adulteress. | ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρός, ἢ ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον, θανάτῳ θανατούσθωσαν, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη. |
|
11
|
11
|
| And if any one should lie with his father's wife, he has uncovered his father's nakedness: let them both die the death, they are guilty. | καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψε, θανάτῳ θανατούσθωσαν, ἀμφότεροι ἔνοχοί εἰσι. |
|
12
|
12
|
| And if any one should lie with his daughter-in-law, let them both be put to death; for they have wrought impiety, they are guilty. | καὶ ἐάν τις κοιμηθῇ μετὰ νύμφης αὐτοῦ, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἠσεβήκασι γάρ, ἔνοχοί εἰσι. |
|
13
|
13
|
| And whoever shall lie with a male as with a woman, they have both wrought abomination; let them die the death, they are guilty. | καὶ ὃς ἂν κοιμηθῇ μετά ἄρσενος κοίτην γυναικός, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσιν. |
|
14
|
14
|
| Whosoever shall take a woman and her mother, it is iniquity: they shall burn him and them with fire; so there shall not be iniquity among you. | ὃς ἂν λάβῃ γυναῖκα καὶ τὴν μητέρα αὐτῆς, ἀνόμημά ἐστιν, ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς, καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν. |
|
15
|
15
|
| And whosoever shall lie with a beast, let him die the death; and ye shall kill the beast. | καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανατούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε. |
|
16
|
16
|
| And whatever woman shall approach any beast, so as to have connexion with it, ye shall kill the woman and the beast: let them die the death, they are guilty. | καὶ γυνή, ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπ᾿ αὐτοῦ, ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσιν. |
|
17
|
17
|
| Whosoever shall take his sister by his father or by his mother, and shall see her nakedness, and she see his nakedness, it is a reproach: they shall be destroyed before the children of their family; he has uncovered his sister's nakedness, they shall bear their sin. | ὃς ἂν λάβῃ τὴν ἀδελφὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἴδῃ τὴν ἀσχημοσύνην αὐτῆς καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ, ὄνειδός ἐστιν, ἐξολοθρευθήσονται ἐνώπιον υἱῶν γένους αὐτῶν· ἀσχημοσύνην ἀδελφῆς αὐτοῦ ἀπεκάλυψεν, ἁμαρτίαν κομιοῦνται. |
|
18
|
18
|
| And whatever man shall lie with a woman that is set apart for a flux, and shall uncover her nakedness, he has uncovered her fountain, and she has uncovered the flux of her blood: they shall both be destroyed from among their generation. | καὶ ἀνήρ, ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν ρύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήσονται ἀμφότεροι ἐκ τῆς γενεᾶς αὐτῶν. |
|
19
|
19
|
| And thou shalt not uncover the nakedness of thy father's sister, or of the sister of thy mother; for that man has uncovered the nakedness of one near akin: they shall bear their iniquity. | καὶ ἀσχημοσύνην ἀδελφῆς πατρός σου καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν, ἁμαρτίαν ἀποίσονται. |
|
20
|
20
|
| Whosoever shall lie with his near kinswoman, has uncovered the nakedness of one near akin to him: they shall die childless. | ὃς ἂν κοιμηθῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ, ἀσχημοσύνην τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται. |
|
21
|
21
|
| Whoever shall take his brother's wife, it is uncleanness; he has uncovered his brother's nakedness; they shall die childless. | ὃς ἐὰν λάβῃ γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἀκαθαρσία ἐστίν· ἀσχημοσύνην τοῦ ἀδελφοῦ αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται. |
|
22
|
22
|
| And keep ye all my ordinances, and my judgments; and ye shall do them, and the land shall not be aggrieved with you, into which I bring you to dwell upon it. | Καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου, καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, καὶ οὐ μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπ᾿ αὐτῆς. |
|
23
|
23
|
| And walk ye not in the customs of the nations which I drive out from before you; for they have done all these things, and I have abhorred them: | καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν, οὓς ἐξαποστέλλω ἀφ᾿ ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν, καὶ ἐβδελυξάμην αὐτούς. |
|
24
|
24
|
| and I said to you, Ye shall inherit their land, and I will give it to you for a possession, even a land flowing with milk and honey: I am the Lord your God, who have separated you from all people. | καὶ εἶπα ὑμῖν· ὑμεῖς κληρονομήσετε τὴν γῆν αὐτῶν, καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει, γῆν ρέουσαν γάλα καὶ μέλι· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν. |
|
25
|
25
|
| And ye shall make a distinction between the clean and the unclean cattle, and between clean and unclean birds; and ye shall not defile your souls with cattle, or with birds, or with any creeping things of the earth, which I have separated for you by reason of uncleanness. | καὶ ἀφοριεῖτε αὐτοὺς ἀνὰ μέσον τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν πετεινῶν τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων, καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμῶν ἐν τοῖς κτήνεσι, καὶ ἐν τοῖς πετεινοῖς καὶ ἐν πᾶσι τοῖς ἑρπετοῖς τῆς γῆς, ἃ ἐγὼ ἀφώρισα ὑμῖν ἐν ἀκαθαρσίᾳ. |
|
26
|
26
|
| And ye shall be holy to me; because I the Lord your God am holy, who separated you from all nations, to be mine. | καὶ ἔσεσθέ μοι ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἀφορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν, εἶναι ἐμοί. |
|
27
|
27
|
| And as for a man or woman whosoever of them shall have in them a divining spirit, or be an enchanter, let them both die the death: ye shall stone them with stones, they are guilty. | Καὶ ἀνὴρ ἢ γυνή, ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσετε αὐτούς, ἔνοχοί εἰσι. |
|
Chapter 21
|
Κεφάλαιο 21
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, Speak to the priests the sons of Aaron, and thou shalt tell them that they shall not defile themselves in their nation for the dead, | ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· εἶπον τοῖς ἱερεῦσι τοῖς υἱοῖς ᾿Ααρὼν καὶ ἐρεῖς πρὸς αὐτούς· ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν, |
|
2
|
2
|
| but they may mourn for a relative who is very near to them, for a father and mother, and sons and daughters, for a brother, | ἀλλ᾿ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ᾿ ἀδελφῷ |
|
3
|
3
|
| and for a virgin sister that is near to one, that is not espoused to a man; for these one shall defile himself. | καὶ ἐπ᾿ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, ἐπὶ τούτοις μιανθήσεται. |
|
4
|
4
|
| He shall not defile himself suddenly among his people to profane himself. | οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ. |
|
5
|
5
|
| And ye shall not shave your head for the dead with a baldness on the top; and they shall not shave their beard, neither shall they make gashes on their flesh. | καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας. |
|
6
|
6
|
| They shall be holy to their God, and they shall not profane the name of their God; for they offer the sacrifices of the Lord as the gifts of their God, and they shall be holy. | ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι καὶ ἔσονται ἅγιοι. |
|
7
|
7
|
| They shall not take a woman who is a harlot and profaned, or a woman put away from her husband; for he is holy to the Lord his God. | γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς, ὅτι ἅγιός ἐστι Κυρίῳ τῷ Θεῷ αὐτοῦ. |
|
8
|
8
|
| And thou shalt hallow him; he offers the gifts of the Lord your God: he shall be holy, for I the Lord that sanctify them am holy. | καὶ ἁγιάσεις αὐτόν. τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. |
|
9
|
9
|
| And if the daughter of a priest should be profaned to go a whoring, she profanes the name of her father: she shall be burnt with fire. | καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ, ἐπὶ πυρὸς κατακαυθήσεται. |
|
10
|
10
|
| And the priest that is chief among his brethren, the oil having been poured upon the head of the anointed one, and he having been consecrated to put on the garments, shall not take the mitre off his head, and shall not rend his garments: | Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει, |
|
11
|
11
|
| neither shall he go in to any dead body, neither shall he defile himself for his father or his mother. | καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται. |
|
12
|
12
|
| And he shall not go forth out of the sanctuary, and he shall not profane the sanctuary of his God, because the holy anointing oil of God is upon him: I am the Lord. | καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ Θεοῦ ἐπ᾿ αὐτῷ· ἐγὼ Κύριος. |
|
13
|
13
|
| He shall take for a wife a virgin of his own tribe. | οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήψεται· |
|
14
|
14
|
| But a widow, or one that is put away, or profaned, or a harlot, these he shall not take; but he shall take for a wife a virgin of his own people. | χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλ᾿ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα. |
|
15
|
15
|
| And he shall not profane his seed among his people: I am the Lord that sanctifies him. | καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτόν. |
|
16
|
16
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
17
|
17
|
| Say to Aaron, A man of thy tribe throughout your generations, who shall have a blemish on him, shall not draw nigh to offer the gifts of his God. | εἶπον ᾿Ααρών· ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ. |
|
18
|
18
|
| No man who has a blemish on him shall draw nigh; a man lame, blind, with his nose disfigured, or his ears cut, | πᾶς ἄνθρωπος, ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνθρωπος τυφλὸς ἢ χωλὸς ἢ κολοβόριν ἢ ὠτότμητος |
|
19
|
19
|
| a man who has a broken hand or a broken foot, | ἢ ἄνθρωπος, ᾧ ἂν ᾖ ἐν αὐτῷ σύντριμμα χειρός, ἢ σύντριμμα ποδὸς |
|
20
|
20
|
| or hump-backed, or blear-eyed, or that has lost his eye-lashes, or a man who has a malignant ulcer, or tetter, or one that has lost a testicle. | ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος, ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν ἢ μονόρχις, |
|
21
|
21
|
| Whoever of the seed of Aaron the priest has a blemish on him, shall not draw nigh to offer sacrifices to thy God, because he has a blemish on him; he shall not draw nigh to offer the gifts of God. | πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος ᾿Ααρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Θεῷ σου, ὅτι μῶμος ἐν αὐτῷ· τὰ δῶρα τοῦ Θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν. |
|
22
|
22
|
| The gifts of God are most holy, and he shall eat of the holy things. | τὰ δῶρα τοῦ Θεοῦ τὰ ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται· |
|
23
|
23
|
| Only he shall not approach the veil, and he shall not draw nigh to the altar, because he has a blemish; and he shall not profane the sanctuary of his God, for I am the Lord that sanctifies them. | πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς. |
|
24
|
24
|
| And Moses spoke to Aaron and his sons, and to all the children of Israel. | καὶ ἐλάλησε Μωυσῆς πρὸς ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς ᾿Ισραήλ. |
|
Chapter 22
|
Κεφάλαιο 22
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Speak to Aaron and to his sons, and let them take heed concerning the holy things of the children of Israel, so they shall not profane my holy name in any of the things which they consecrate to me: I am the Lord. | εἶπον ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν ᾿Ισραήλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι· ἐγὼ Κύριος. |
|
3
|
3
|
| Say to them, Every man throughout your generations, whoever of all your seed shall approach to the holy things, whatsoever the children of Israel shall consecrate to the Lord, while his uncleanness is upon him, that soul shall be cut off from me: I am the Lord your God. | εἶπον αὐτοῖς· εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾿ αὐτῷ ᾖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ᾿ ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
4
|
4
|
| And the man of the seed of Aaron the priest, if he should have leprosy or issue of the reins, shall not eat of the holy things, until he be cleansed; and he that touches any uncleanness of a dead body, or the man whose seed of copulation shall have gone out from him, | καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος ᾿Ααρὼν τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ ἢ γονορρυεῖ, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς ἢ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, |
|
5
|
5
|
| or whosoever shall touch any unclean reptile, which will defile him, or who shall touch a man, whereby he shall defile him according to all his uncleanness: | ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιανεῖ αὐτόν, ἢ ἐπ᾿ ἀνθρώπῳ, ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ· |
|
6
|
6
|
| whatsoever soul shall touch them shall be unclean until evening; he shall not eat of the holy things, unless he bathe his body in water, | ψυχὴ ἥτις ἐὰν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι |
|
7
|
7
|
| and the sun go down, and then he shall be clean; and then shall he eat of all the holy things, for they are his bread. | καὶ δύῃ ὁ ἥλιος καὶ καθαρὸς ἔσται, καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστι. |
|
8
|
8
|
| He shall not eat that which dies of itself, or is taken of beasts, so that he should be polluted by them: I am the Lord. | θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μιανθῆναι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ Κύριος. |
|
9
|
9
|
| And they shall keep my ordinances, that they do not bear iniquity because of them, and die because of them, if they shall profane them: I am the Lord God that sanctifies them. | καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσι δι᾿ αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσι δι᾿ αὐτά, ἐὰν βεβηλώσωσιν αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἁγιάζων αὐτούς. |
|
10
|
10
|
| And no stranger shall eat the holy things: one that sojourns with a priest, or a hireling, shall not eat the holy things. | καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια. |
|
11
|
11
|
| But if a priest should have a soul purchased for money, he shall eat of his bread; and they that are born in his house, they also shall eat of his bread. | ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου, οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τὸν ἄρτον αὐτοῦ. |
|
12
|
12
|
| And if the daughter of a priest should marry a stranger, she shall not eat of the offerings of the sanctuary. | καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν ἁγίου οὐ φάγεται. |
|
13
|
13
|
| And if the daughter of a priest should be a widow, or put away, and have no seed, she shall return to her father's house, as in her youth: she shall eat of her father's bread, but no stranger shall eat of it. | καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς, ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται· καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ᾿ αὐτῶν. |
|
14
|
14
|
| And the man who shall ignorantly eat holy things, shall add the fifth part to it, and give the holy thing to the priest. | καὶ ἄνθρωπος, ὃς ἂν φάγῃ ἅγια κατ᾿ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ᾿ αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον. |
|
15
|
15
|
| And they shall not profane the holy things of the children of Israel, which they offer to the Lord. | καὶ οὐ βεβηλώσουσι τὰ ἅγια τῶν υἱῶν ᾿Ισραήλ, ἃ αὐτοὶ ἀφαιροῦσι τῷ Κυρίῳ, |
|
16
|
16
|
| So should they bring upon themselves the iniquity of trespass in their eating their holy things: for I am the Lord that sanctifies them. | καὶ ἐπάξουσιν ἐφ᾿ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. |
|
17
|
17
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
18
|
18
|
| Speak to Aaron and his sons, and to all the congregation of Israel, and thou shalt say to them, Any man of the children of Israel, or of the strangers that abide among them in Israel, who shall offer his gifts according to all their confession and according to all their choice, whatsoever they may bring to the Lord for whole-burnt-offerings— | λάλησον ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν ᾿Ισραήλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα, |
|
19
|
19
|
| your free-will-offerings shall be males without blemish of the herds, or of the sheep, or of the goats. | δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν. |
|
20
|
20
|
| They shall not bring to the Lord anything that has a blemish in it, for it shall not be acceptable for you. | πάντα, ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ, οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. |
|
21
|
21
|
| And whatsoever man shall offer a peace-offering to the Lord, discharging a vow, or in the way of free-will-offering, or an offering in your feasts, of the herds or of the sheep, it shall be without blemish for acceptance: there shall be no blemish in it. | καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ Κυρίῳ διαστείλας εὐχὴν ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων ἄμωμον ἔσται εἰσδεκτόν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ. |
|
22
|
22
|
| One that is blind, or broken, or has its tongue cut out, or is troubled with warts, or has a malignant ulcer, or tetters, they shall not offer these to the Lord; neither shall ye offer any of them for a burnt-offering on the altar of the Lord. | τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λειχῆνας ἔχοντα, οὐ προσάξουσι ταῦτα τῷ Κυρίῳ. καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ᾿ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ Κυρίῳ. |
|
23
|
23
|
| And a calf or a sheep with the ears cut off, or that has lost its tail, thou shalt slay them for thyself; but they shall not be accepted for thy vow. | καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. |
|
24
|
24
|
| That which has broken testicles, or is crushed or gelt or mutilated,—thou shalt not offer them to the Lord, neither shall ye sacrifice them upon your land. | θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον οὐ προσάξεις αὐτὰ τῷ Κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε. |
|
25
|
25
|
| Neither shall ye offer the gifts of your God of all these things by the hand of a stranger, because there is corruption in them, a blemish in them: these shall not be accepted for you. | καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς, οὐ δεχθήσεται ταῦτα ὑμῖν. |
|
26
|
26
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
27
|
27
|
| As for a calf, or a sheep, or a goat, whenever it is born, then shall it be seven days under its mother; and on the eighth day and after they shall be accepted for sacrifices, a burnt-offering to the Lord. | μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα Κυρίῳ. |
|
28
|
28
|
| And a bullock and a ewe, it and its young, thou shalt not kill in one day. | καὶ μόσχον καὶ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς, οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ. |
|
29
|
29
|
| And if thou shouldest offer a sacrifice, a vow of rejoicing to the Lord, ye shall offer it so as to be accepted for you. | ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνην Κυρίῳ, εἰσδεκτὸν ὑμῖν θύσετε αὐτό· |
|
30
|
30
|
| In that same day it shall be eaten; ye shall not leave of the flesh till the morrow: I am the Lord. | αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωΐ· ἐγώ εἰμι Κύριος. |
|
31
|
31
|
| And ye shall keep my commandments and do them. | Καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς. |
|
32
|
32
|
| And ye shall not profane the name of the Holy One, and I will be sanctified in the midst of the children of Israel. I am the Lord that sanctifies you, | καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν ᾿Ισραήλ· ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς, |
|
33
|
33
|
| who brought you out of the land of Egypt, to be your God: I am the Lord. | ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὥστε εἶναι ὑμῶν Θεός, ἐγὼ Κύριος. |
|
Chapter 23
|
Κεφάλαιο 23
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Speak to the children of Israel, and thou shalt say unto them, The feasts of the Lord which ye shall call holy assemblies, these are my feasts. | λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· αἱ ἑορταὶ Κυρίου, ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν αἱ ἑορταί μου. |
|
3
|
3
|
| Six days shalt thou do works, but on the seventh day is the sabbath; a rest, a holy convocation to the Lord: thou shalt not do any work, it is a sabbath to the Lord in all your dwellings. | ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ Κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις, σάββατά ἐστι τῷ Κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν. |
|
4
|
4
|
| These are the feasts to the Lord, holy convocations, which ye shall call in their seasons. | Αὗται αἱ ἑορταὶ τῷ Κυρίῳ κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν. |
|
5
|
5
|
| In the first month, on the fourteenth day of the month, between the evening times is the Lord's passover. | ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ Κυρίῳ. |
|
6
|
6
|
| And on the fifteenth day of this month is the feast of unleavened bread to the Lord; seven days shall ye eat unleavened bread. | καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ Κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. |
|
7
|
7
|
| And the first day shall be a holy convocation to you: ye shall do no servile work. | καὶ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· |
|
8
|
8
|
| And ye shall offer whole-burnt-offerings to the Lord seven days; and the seventh day shall be a holy convocation to you: ye shall do no servile work. | καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. |
|
9
|
9
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
10
|
10
|
| Speak to the children of Israel, and thou shalt say to them, When ye shall enter into the land which I give you, and reap the harvest of it, then shall ye bring a sheaf, the first-fruits of your harvest, to the priest; | εἶπον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα· |
|
11
|
11
|
| and he shall lift up the sheaf before the Lord, to be accepted for you. On the morrow of the first day the priest shall lift it up. | καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. |
|
12
|
12
|
| And ye shall offer on the day on which ye bring the sheaf, a lamb without blemish of a year old for a whole-burnt-offering to the Lord. | καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ, ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ. |
|
13
|
13
|
| And its meat-offering two tenth portions of fine flour mingled with oil: it is a sacrifice to the Lord, a smell of sweet savour to the Lord, and its drink-offering the fourth part of a hin of wine. | καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ· θυσία τῷ Κυρίῳ, ὀσμὴ εὐωδίας Κυρίῳ· καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ εἲν οἴνου. |
|
14
|
14
|
| And ye shall not eat bread, or the new parched corn, until this same day, until ye offer the sacrifices to your God: it is a perpetual statute throughout your generations in all your dwellings. | καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν. |
|
15
|
15
|
| And ye shall number to yourselves from the day after the sabbath, from the day on which ye shall offer the sheaf of the heave-offering, seven full weeks: | Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους, |
|
16
|
16
|
| until the morrow after the last week ye shall number fifty days, and shall bring a new meat-offering to the Lord. | ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τῷ Κυρίῳ. |
|
17
|
17
|
| Ye shall bring from your dwelling loaves, as a heave-offering, two loaves: they shall be of two tenth portions of fine flour, they shall be baked with leaven of the first-fruits to the Lord. | ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεφθήσονται πρωτογεννημάτων τῷ Κυρίῳ. |
|
18
|
18
|
| And ye shall bring with the loaves seven unblemished lambs of a year old, and one calf of the herd, and two rams without blemish, and they shall be a whole-burnt-offering to the Lord: and their meat-offerings and their drink-offerings shall be a sacrifice, a smell of sweet savour to the Lord. | καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους, καὶ ἔσονται ὁλοκαύτωμα τῷ Κυρίῳ καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. |
|
19
|
19
|
| And they shall sacrifice one kid of the goats for a sin-offering, and two lambs of a year old for a peace-offering, with the loaves of the first-fruits. | καὶ ποιήσουσι χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος· |
|
20
|
20
|
| And the priest shall place them with the loaves of the first-fruits an offering before the Lord with the two lambs, they shall be holy to the Lord; they shall belong to the priest that brings them. | καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος ἐπίθεμα ἐναντίον Κυρίου μετά τῶν δύο ἀμνῶν· ἅγια ἔσονται τῷ Κυρίῳ, τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται. |
|
21
|
21
|
| And ye shall call this day a convocation: it shall be holy to you; ye shall do no servile work on it: it is a perpetual ordinance throughout your generations in all your habitations. | καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν. |
|
22
|
22
|
| And when ye shall reap the harvest of your land, ye shall not fully reap the remainder of the harvest of your field when thou reapest, and thou shalt not gather that which falls from thy reaping; thou shalt leave it for the poor and the stranger: I am the Lord your God. | καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψεις αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
23
|
23
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
24
|
24
|
| Speak to the children of Israel, saying, In the seventh month, on the first day of the month, ye shall have a rest, a memorial of trumpets: it shall be to you a holy convocation. | λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, λέγων· τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων, κλητὴ ἁγία ἔσται ὑμῖν· |
|
25
|
25
|
| Ye shall do no servile work, and ye shall offer a whole-burnt-offering to the Lord. | πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαύτωμα Κυρίῳ. |
|
26
|
26
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
27
|
27
|
| Also on the tenth day of this seventh month is a day of atonement: it shall be a holy convocation to you; and ye shall humble your souls, and offer a whole-burnt-offering to the Lord. | καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ ταπεινώσετε τάς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ. |
|
28
|
28
|
| Ye shall do no work on this self-same day: for this is a day of atonement for you, to make atonement for you before the Lord your God. | πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν. |
|
29
|
29
|
| Every soul that shall not be humbled in that day, shall be cut off from among its people. | πᾶσα ψυχή, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. |
|
30
|
30
|
| And every soul which shall do work on that day, that soul shall be destroyed from among its people. | καὶ πᾶσα ψυχή, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. |
|
31
|
31
|
| Ye shall do no manner of work: it is a perpetual statute throughout your generations in all your habitations. | πᾶν ἔργον οὐ ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν. |
|
32
|
32
|
| It shall be a holy sabbath to you; and ye shall humble your souls, from the ninth day of the month: from evening to evening ye shall keep your sabbaths. | σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνός, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν. |
|
33
|
33
|
| And the Lord spoke to Moses, saying, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
34
|
34
|
| Speak to the children of Israel, saying, On the fifteenth day of this seventh month, there shall be a feast of tabernacles seven days to the Lord. | λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, λέγων· τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ Κυρίῳ. |
|
35
|
35
|
| And on the first day shall be a holy convocation; ye shall do no servile work. | καὶ ἡ ἡμέρα ἡ πρώτη ἡ κλητὴ ἁγία· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. |
|
36
|
36
|
| Seven days shall ye offer whole-burnt-offerings to the Lord, and the eighth-day shall be a holy convocation to you; and ye shall offer whole-burnt-offerings to the Lord: it is a time of release, ye shall do no servile work. | ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ, καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ προσάξετε ὁλοκαυτώματα Κυρίῳ· ἐξόδιόν ἐστι, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. |
|
37
|
37
|
| These are the feasts to the Lord, which ye shall call holy convocations, to offer burnt-offerings to the Lord, whole-burnt-offerings and their meat-offerings, and their drink-offerings, that for each day on its day: | Αὗται ἑορταὶ Κυρίῳ, ἃς καλέσετε κλητὰς ἁγίας, ὥστε προσενέγκαι καρπώματα τῷ Κυρίῳ, ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν τὸ καθ᾿ ἡμέραν εἰς ἡμέραν· |
|
38
|
38
|
| besides the sabbaths of the Lord, and besides your gifts, and besides all your vows, and besides your free-will-offerings, which ye shall give to the Lord. | πλὴν τῶν σαββάτων Κυρίου καὶ πλὴν τῶν δομάτων ὑμῶν καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν καὶ πλὴν τῶν ἑκουσίων ὑμῶν, ἃ ἂν δῶτε τῷ Κυρίῳ. |
|
39
|
39
|
| And on the fifteenth day of this seventh month, when ye shall have completely gathered in the fruits of the earth, ye shall keep a feast to the Lord seven days; on the first day there shall be a rest, and on the eighth day a rest. | Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γενήματα τῆς γῆς, ἑορτάσετε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις. |
|
40
|
40
|
| And on the first day ye shall take goodly fruit of trees, and branches of palm trees, and thick boughs of trees, and willows, and branches of osiers from the brook, to rejoice before the Lord your God seven days in the year. | καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου, εὐφρανθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ· |
|
41
|
41
|
| It is a perpetual statute for your generations: in the seventh month ye shall keep it. | νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν. |
|
42
|
42
|
| Seven days ye shall dwell in tabernacles: every native in Israel shall dwell in tents, | ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας· πᾶς ὁ αὐτόχθων ἐν ᾿Ισραὴλ κατοικήσει ἐν σκηναῖς, |
|
43
|
43
|
| that your posterity may see, that I made the children of Israel to dwell in tents, when I brought them out of the land of Egypt: I am the Lord your God. | ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς ᾿Ισραήλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
44
|
44
|
| And Moses recounted the feasts of the Lord to the children of Israel. | Καὶ ἐλάλησε Μωυσῆς τὰς ἑορτὰς Κυρίου τοῖς υἱοῖς ᾿Ισραήλ. |
|
Chapter 24
|
Κεφάλαιο 24
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Charge the children of Israel, and let them take for thee pure olive oil beaten for the light, to burn a lamp continually, | ἔντειλαι τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διὰ παντός. |
|
3
|
3
|
| outside the veil in the tabernacle of witness; and Aaron and his sons shall burn it from evening until morning before the Lord continually, a perpetual statute throughout your generations. | ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωΐ ἐνώπιον Κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. |
|
4
|
4
|
| Ye shall burn the lamps on the pure lamp-stand before the Lord till the morrow. | ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τὸ πρωΐ. |
|
5
|
5
|
| And ye shall take fine flour, and make of it twelve loaves; each loaf shall be of two tenth parts. | Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς· |
|
6
|
6
|
| And ye shall put them in two rows, each row containing six loaves, on the pure table before the Lord. | καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου. |
|
7
|
7
|
| And ye shall put on each row pure frankincense and salt; and these things shall be for loaves for a memorial, set forth before the Lord. | καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ. |
|
8
|
8
|
| On the sabbath-day they shall be set forth before the Lord continually before the children of Israel, for an everlasting covenant. | τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, διαθήκην αἰώνιον. |
|
9
|
9
|
| And they shall be for Aaron and his sons, and they shall eat them in the holy place: for this is their most holy portion of the offerings made to the Lord, a perpetual statute. | καὶ ἔσται ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῶν ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον. |
|
10
|
10
|
| And there went forth a son of an Israelitish woman, and he was son of an Egyptian man among the sons of Israel; and they fought in the camp, the son of the Israelitish woman, and a man who was an Israelite. | Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς ᾿Ισραηλίτιδος, καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς ᾿Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ ᾿Ισραηλίτης· |
|
11
|
11
|
| And the son of the Israelitish woman named THE NAME and cursed; and they brought him to Moses: and his mother's name was Salomith, daughter of Dabri of the tribe of Dan. | καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς ᾿Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο. καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμεὶθ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν. |
|
12
|
12
|
| And they put him in ward, to judge him by the command of the Lord. | καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος Κυρίου. |
|
13
|
13
|
| And the Lord spoke to Moses, saying, | καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
14
|
14
|
| Bring forth him that cursed outside the camp, and all who heard shall lay their hands upon his head, and all the congregation shall stone him. | ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσι πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή. |
|
15
|
15
|
| And speak to the sons of Israel, and thou shalt say to them, Whosoever shall curse God shall bear his sin. | καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ὃς ἐὰν καταράσηται Θεόν, ἁμαρτίαν λήψεται· |
|
16
|
16
|
| And he that names the name of the Lord, let him die the death: let all the congregation of Israel stone him with stones; whether he be a stranger or a native, let him die for naming the name of the Lord. | ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα ἡ συναγωγὴ ᾿Ισραήλ· ἐάν τε προσήλυτος, ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου, τελευτάτω. |
|
17
|
17
|
| And whosoever shall smite a man and he die, let him die the death. | καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. |
|
18
|
18
|
| And whosoever shall smite a beast, and it shall die, let him render life for life. | καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ, ἀποτισάτω ψυχὴν ἀντὶ ψυχῆς. |
|
19
|
19
|
| And whosoever shall inflict a blemish on his neighbour, as he has done to him, so shall it be done to himself in return; | καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ· |
|
20
|
20
|
| bruise for bruise, eye for eye, tooth for tooth: as any one may inflict a blemish on a man, so shall it be rendered to him. | σύντριμμα ἀντὶ συντρίμματος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ. |
|
21
|
21
|
| Whosoever shall smite a man, and he shall die, let him die the death. | ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω· |
|
22
|
22
|
| There shall be one judgment for the stranger and the native, for I am the Lord your God. | δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
23
|
23
|
| And Moses spoke to the children of Israel, and they brought him that had cursed out of the camp, and stoned him with stones: and the children of Israel did as the Lord commanded Moses. | καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐποίησαν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. |
|
Chapter 25
|
Κεφάλαιο 25
|
|
1
|
1
|
| And the Lord spoke to Moses in the mount Sina, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινὰ λέγων· |
|
2
|
2
|
| Speak to the children of Israel, and thou shalt say to them, Whensoever ye shall have entered into the land, which I give to you, then the land shall rest which I give to you, for its sabbaths to the Lord. | λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ Κυρίῳ. |
|
3
|
3
|
| Six years thou shalt sow thy field, and six years thou shalt prune thy vine, and gather in its fruit. | ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς. |
|
4
|
4
|
| But in the seventh year shall be a sabbath, it shall be a rest to the land, a sabbath to the Lord: thou shalt not sow thy field, and thou shalt not prune thy vine. | τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα, ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ Κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς, |
|
5
|
5
|
| And thou shalt not gather the spontaneous produce of thy field, and thou shalt not gather fully the grapes of thy dedication: it shall be a year of rest to the land. | καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ. |
|
6
|
6
|
| And the sabbaths of the land shall be food for thee, and for thy man-servant, and for thy maid-servant, and thy hireling, and the stranger that abides with thee. | καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι. καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σὲ |
|
7
|
7
|
| And for thy cattle, and for the wild beasts that are in thy land, shall every fruit of it be for food. | καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τό γένημα αὐτοῦ εἰς βρῶσιν. |
|
8
|
8
|
| And thou shalt reckon to thyself seven sabbaths of years, seven times seven years; and they shall be to thee seven weeks of years, nine and forty years. | Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις αὐτῶν, ἑπτὰ ἔτη ἑπτάκις, καὶ ἔσονταί σοι ἑπτά ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη. |
|
9
|
9
|
| In the seventh month, on the tenth day of the month, ye shall make a proclamation with the sound of a trumpet in all your land; on the day of atonement ye shall make a proclamation with a trumpet in all your land. | καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. |
|
10
|
10
|
| And ye shall sanctify the year, the fiftieth year, and ye shall proclaim a release upon the land to all that inhabit it; it shall be given a year of release, a jubilee for you; and each one shall depart to his possession, and ye shall go each to his family. | καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε. |
|
11
|
11
|
| This is a jubilee of release, the year shall be to you the fiftieth year: ye shall not sow, nor reap the produce that comes of itself from the land, neither shall ye gather its dedicated fruits. | ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε, οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς, καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς, |
|
12
|
12
|
| For it is a jubilee of release; it shall be holy to you, ye shall eat its fruits off the fields. | ὅτι ἀφέσεως σημασία ἐστίν, ἅγιον ἔσται ὑμῖν, ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς. |
|
13
|
13
|
| In the year of the release even the jubilee of it, shall each one return to his possession. | ᾿Εν τῷ ἔτει τῆς ἀφέσεως σημασίας αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ. |
|
14
|
14
|
| And if thou shouldest sell a possession to thy neighbour, or if thou shouldest buy of thy neighbour, let not a man oppress his neighbour. | ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου, ἐὰν δὲ καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον· |
|
15
|
15
|
| According to the number of years after the jubilee shalt thou buy of thy neighbour, according to the number of years of the fruits shall he sell to thee. | κατά ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι. |
|
16
|
16
|
| According as there may be a greater number of years he shall increase the value of his possession, and according as there may be a less number of years he shall lessen the value of his possession; for according to the number of his crops, so shall he sell to thee. | καθότι ἂν πλεῖον τῶν ἐτῶν, πληθυνεῖ τὴν κτῆσιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν, ἐλαττονώσει τὴν κτῆσιν αὐτοῦ, ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι. |
|
17
|
17
|
| Let not a man oppress his neighbour, and thou shalt fear the Lord thy God: I am the Lord thy God. | μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
18
|
18
|
| And ye shall keep all my ordinances, and all my judgments; and do ye observe them, and ye shall keep them, and dwell securely in the land. | καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες. |
|
19
|
19
|
| And the land shall yield her increase, and ye shall eat to fulness, and shall dwell securely in it. | καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ᾿ αὐτῆς. |
|
20
|
20
|
| And if ye should say, What shall we eat in this seventh year, if we do not sow nor gather in our fruits? | ἐὰν δὲ λέγητε, τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν; |
|
21
|
21
|
| Then will I send my blessing upon you in the sixth year, and the land shall produce its fruits for three years. | καὶ ἀποστέλλω τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη. |
|
22
|
22
|
| And ye shall sow in the eighth year, and eat old fruits till the ninth year: until its fruit come, ye shall eat old fruits of the old. | καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐνάτου, ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν. |
|
23
|
23
|
| And the land shall not be sold for a permanence; for the land is mine, because ye are strangers and sojourners before me. | καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν. ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου· |
|
24
|
24
|
| And in every land of your possession, ye shall allow ransoms for the land. | καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς. |
|
25
|
25
|
| And if thy brother who is with thee be poor, and should have sold part of his possession, and his kinsman who is nigh to him come, then he shall redeem the possession which his brother has sold. | ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ, καὶ ἔλθῃ ὁ ἀγχιστεύων ὁ ἐγγίζων αὐτῷ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ. |
|
26
|
26
|
| And if one have no near kinsman, and he prosper with his hand, and he find sufficient money, even his ransom; | ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ, |
|
27
|
27
|
| then shall he calculate the years of his sale, and he shall give what is due to the man to whom he sold it, and he shall return to his possession. | καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ καὶ ἀποδώσει ὃ ὑπερέχει τῷ ἀνθρώπῳ, ᾧ ἀπέδοτο αὐτὸ αὐτῷ, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ. |
|
28
|
28
|
| But if his hand have not prospered sufficiently, so as that he should restore the money to him, then he that bought the possessions shall have them till the sixth year of the release; and it shall go out in the release, and the owner shall return to his possession. | ἐὰν δὲ μὴ εὐπορηθῇ αὐτοῦ ἡ χεὶρ τὸ ἱκανόν, ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως· καὶ ἐξελεύσεται ἐν τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ. |
|
29
|
29
|
| And if any one should sell an inhabited house in a walled city, then there shall be the ransom of it, until the time is fulfilled: its time of ransom shall be a full year. | ᾿Εὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς. |
|
30
|
30
|
| And if it be not ransomed until there be completed of its time a full year, the house which is in the walled city shall be surely confirmed to him that bought it, throughout his generations; and it shall not go out in the release. | ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ, καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει. |
|
31
|
31
|
| But the houses in the villages which have not a wall round about them, shall be reckoned as the fields of the country: they shall always be redeemable, and they shall go out in the release. | αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήσονται· λυτρωταὶ διαπαντὸς ἔσονται καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται. |
|
32
|
32
|
| And the cities of the Levites, the houses of the cities in their possession, shall be always redeemable to the Levites. | καὶ αἱ πόλεις τῶν Λευιτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς Λευίταις· |
|
33
|
33
|
| And if any one shall redeem a house of the Levites, then shall their sale of the houses of their possession go out in the release; because the houses of the cities of the Levites are their possession in the midst of the children of Israel. | καὶ ὃς ἂν λυτρώσηται παρὰ τῶν Λευιτῶν καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν ᾿Ισραήλ. |
|
34
|
34
|
| And the lands set apart for their cities shall not be sold, because this is their perpetual possession. | καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν. |
|
35
|
35
|
| And if thy brother who is with thee become poor, and he fail in resources with thee, thou shalt help him as a stranger and a sojourner, and thy brother shall live with thee. | ᾿Εὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀδυνατήσῃ ταῖς χερσὶ παρὰ σοί, ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. |
|
36
|
36
|
| Thou shalt not receive from him interest, nor increase: and thou shalt fear thy God: I am the Lord: and thy brother shall live with thee. | οὐ λήψῃ παρ᾿ αὐτοῦ τόκον, οὐδὲ ἐπὶ πλήθει· καὶ φοβηθήσῃ τὸν Θεόν σου, ἐγὼ Κύριος, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. |
|
37
|
37
|
| Thou shalt not lend thy money to him at interest, and thou shalt not lend thy meat to him to be returned with increase. | τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμῷ οὐ δώσεις αὐτῷ τὰ βρώματά σου. |
|
38
|
38
|
| I am the Lord your God, who brought you out of the land of Egypt, to give you the land of Chanaan, so as to be your God. | ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, δοῦναι ὑμῖν τὴν γῆν Χαναάν, ὥστε εἶναι ὑμῶν Θεός. |
|
39
|
39
|
| And if thy brother by thee be lowered, and be sold to thee, he shall not serve thee with the servitude of a slave. | ᾿Εὰν δὲ ταπεινωθῇ ὁ ἀδελφός σου παρὰ σοί, καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι δουλείαν οἰκέτου· |
|
40
|
40
|
| He shall be with thee as a hireling or a sojourner, he shall work for thee till the year of release: | ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί, |
|
41
|
41
|
| and he shall go out in the release, and his children with him; and he shall go to his family, he shall hasten back to his patrimony. | καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ, εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται, |
|
42
|
42
|
| Because these are my servants, whom I brought out of the land of Egypt; such an one shall not be sold as a common servant. | διότι οἰκέται μού εἰσιν οὗτοι, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· οὐ πραθήσεται ἐν πράσει οἰκέτου. |
|
43
|
43
|
| Thou shalt not oppress him with labour, and shalt fear the Lord thy God. | οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου. |
|
44
|
44
|
| And whatever number of men-servants and maid-servants thou shalt have, thou shalt purchase male and female servants from the nations that are round about thee. | καὶ παῖς καὶ παιδίσκη, ὅσοι ἂν γένωνταί σοι ἀπὸ τῶν ἐθνῶν, ὅσοι κύκλῳ σού εἰσιν, ἀπ᾿ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην· |
|
45
|
45
|
| And of the sons of the sojourners that are among you, of these ye shall buy and of their relations, all that shall be in your lands; let them be to you for a possession. | καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν, ὅσοι ἂν γένωνται ἐν γῇ ὑμῶν, ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν. |
|
46
|
46
|
| And ye shall distribute them to your children after you, and they shall be to you permanent possessions for ever: but of your brethren the children of Israel, one shall not oppress his brother in labours. | καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθ᾿ ὑμᾶς, καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν δὲ ἀδελφῶν ὑμῶν τῶν υἱῶν ᾿Ισραήλ, ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις. |
|
47
|
47
|
| And if a stranger or sojourner with thee wax rich, and thy brother in distress be sold to the stranger or the sojourner that is with thee, or to a proselyte by extraction; | ᾿Εὰν δὲ εὕρῃ ἡ χεὶρ τοῦ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοί, καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ᾒ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἢ ἐκ γενετῆς προσηλύτῳ, |
|
48
|
48
|
| after he is sold to him there shall be redemption for him, one of his brethren shall redeem him. | μετὰ τὸ πραθῆναι αὐτῷ, λύτρωσις ἔσται αὐτοῦ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν. |
|
49
|
49
|
| A brother of his father, or son of his father's brother shall redeem him; or let one of his near kin of his tribe redeem him, and if he should be rich and redeem himself, | ἀδελφὸς πατρὸς αὐτοῦ ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτὸν ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ, ἐκ τῆς φυλῆς αὐτοῦ, λυτροῦται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶ λυτρῶται ἑαυτόν, |
|
50
|
50
|
| then shall he calculate with his purchaser from the year that he sold himself to him until the year of release: and the money of his purchase shall be as that of a hireling, he shall be with him from year to year. | καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους, οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετ᾿ αὐτοῦ. |
|
51
|
51
|
| And if any have a greater number of years than enough, according to these he shall pay his ransom out of his purchase-money. | ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ· |
|
52
|
52
|
| And if but a little time be left of the years to the year of release, then shall he reckon to him according to his years, and shall pay his ransom | ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ. |
|
53
|
53
|
| as a hireling; he shall be with him from year to year; thou shalt not oppress him with labour before thee. | ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἔσται μετ᾿ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου. |
|
54
|
54
|
| And if he do not pay his ransom accordingly, he shall go out in the year of his release, he and his children with him. | ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ᾿ αὐτοῦ· |
|
55
|
55
|
| For the children of Israel are my servants: they are my attendants, whom I brought out of the land of Egypt. | ὅτι ἐμοὶ οἱ υἱοὶ ᾿Ισραὴλ οἰκέται εἰσί, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. |
|
Chapter 26
|
Κεφάλαιο 26
|
|
1
|
1
|
| I am the Lord your God: ye shall not make to yourselves gods made with hands, or graven; neither shall ye rear up a pillar for yourselves, neither shall ye set up a stone for an object in your land to worship it: I am the Lord your God. | ΟΥ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα, οὐδὲ γλυπτά, οὐδὲ στήλην ἀναστήσετε ὑμῖν, οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
|
2
|
2
|
| Ye shall keep my sabbaths, and reverence my sanctuaries: I am the Lord. | τὰ σάββατά μου φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος. |
|
3
|
3
|
| If ye will walk in my ordinances, and keep my commandments, and do them, | ᾿Εὰν τοῖς προστάγμασί μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς, |
|
4
|
4
|
| then will I give you the rain in its season, and the land shall produce its fruits, and the trees of the field shall yield their fruit. | καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν. |
|
5
|
5
|
| And your threshing time shall overtake the vintage, and your vintage shall overtake your seed time; and ye shall eat your bread to the full; and ye shall dwell safely upon your land, and war shall not go through your land. | καὶ καταλήψεται ὑμῖν ὁ ἁλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν. |
|
6
|
6
|
| And I will give peace in your land, and ye shall sleep, and none shall make you afraid; and I will destroy the evil beasts out of your land, | καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν, καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν. |
|
7
|
7
|
| and ye shall pursue your enemies, and they shall fall before you with slaughter. | καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ· |
|
8
|
8
|
| And five of you shall chase a hundred, and a hundred of you shall chase tens of thousands; and your enemies shall fall before you by the sword. | καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας. καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ. |
|
9
|
9
|
| And I will look upon you, and increase you, and multiply you, and establish my covenant with you. | καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς καὶ αὐξανῶ ὑμᾶς καὶ πληθυνῶ ὑμᾶς καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. |
|
10
|
10
|
| And ye shall eat that which is old and very old, and bring forth the old to make way for the new. | καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. |
|
11
|
11
|
| And I will set my tabernacle among you, and my soul shall not abhor you; | καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, |
|
12
|
12
|
| and I will walk among you, and be your God, and ye shall be my people. | καὶ ἐμπεριπατήσω ἐν ὑμῖν· καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. |
|
13
|
13
|
| I am the Lord your God, who brought you out of the land of Egypt, where ye were slaves; and I broke the band of your yoke, and brought you forth openly. | ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὄντων ὑμῶν δούλων, καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν καὶ ἤγαγον ὑμᾶς μετὰ παρρησίας. |
|
14
|
14
|
| But if ye will not hearken to me, nor obey these my ordinances, | ἐὰν δέ μὴ ὑπακούσητέ μου, μὴ δὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, |
|
15
|
15
|
| but disobey them, and your soul should loathe my judgments, so that ye should not keep all my commands, so as to break my covenant, | ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασί μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν, ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τήν διαθήκην μου, |
|
16
|
16
|
| then will I do thus to you: I will even bring upon you perplexity and the itch, and the fever that causes your eyes to waste away, and disease that consumes your life; and ye shall sow your seeds in vain, and your enemies shall eat them. | καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν· καὶ ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, τήν τε ψώραν, καὶ τὸν ἴκτερα σφακελίζοντα τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν. |
|
17
|
17
|
| And I will set my face against you, and ye shall fall before your enemies, and they that hate you shall pursue you; and ye shall flee, no one pursuing you. | καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς. |
|
18
|
18
|
| And if ye still refuse to hearken to me, then will I chasten you yet more even seven times for your sins. | καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου, καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν. |
|
19
|
19
|
| And I will break down the haughtiness of your pride; and I will make your heaven iron, and your earth as it were brass. | καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν, καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν. |
|
20
|
20
|
| And your strength shall be in vain; and your land shall not yield its seed, and the tree of your field shall not yield its fruit. | καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν, καὶ οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ. |
|
21
|
21
|
| And if after this ye should walk perversely, and not be willing to obey me, I will further bring upon you seven plagues according to your sins. | καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι, καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν. |
|
22
|
22
|
| And I will send upon you the wild beasts of the land, and they shall devour you, and shall consume your cattle: and I will make you few in number, and your ways shall be desolate. | καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κατέδεται ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσω ὑμᾶς, καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν. |
|
23
|
23
|
| And if hereupon ye are not corrected, but walk perversely towards me, | καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθῆτε, ἀλλὰ πορεύησθε πρός με πλάγιοι, |
|
24
|
24
|
| I also will walk with you with a perverse spirit, and I also will smite you seven times for your sins. | πορεύσομαι κἀγὼ μεθ᾿ ὑμῶν θυμῷ πλαγίῳ, καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν. |
|
25
|
25
|
| And I will bring upon you a sword avenging the cause of my covenant, and ye shall flee for refuge to your cities; and I will send out death against you, and ye shall be delivered into the hands of your enemies. | καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας τῶν ἐχθρῶν. |
|
26
|
26
|
| When I afflict you with famine of bread, then ten women shall bake your loaves in one oven, and they shall render your loaves by weight; and ye shall eat, and not be satisfied. | ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνί, καὶ ἀποδώσουσι τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθῆτε. |
|
27
|
27
|
| And if hereupon ye will not obey me, but walk perversely towards me, | ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου, καὶ πορεύησθε πρός με πλάγιοι, |
|
28
|
28
|
| then will I walk with you with a froward mind, and I will chasten you sevenfold according to your sins. | καὶ αὐτὸς πορεύσομαι μεθ᾿ ὑμῶν ἐν θυμῷ πλαγίῳ, καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν. |
|
29
|
29
|
| And ye shall eat the flesh of your sons, and the flesh of your daughters shall ye eat. | καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε, |
|
30
|
30
|
| And I will render your pillars desolate, and will utterly destroy your wooden images made with hands; and I will lay your carcases on the carcases of your idols, and my soul shall loathe you. | καὶ ἐρημώσω τὰς στήλας ὑμῶν, καὶ ἐξολοθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν, καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν. |
|
31
|
31
|
| And I will lay your cities waste, and I will make your sanctuaries desolate, and I will not smell the savour of your sacrifices. | καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν. |
|
32
|
32
|
| And I will lay your land desolate, and your enemies who dwell in it shall wonder at it. | καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν, καὶ θαυμάσονται ἐπ᾿ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ. |
|
33
|
33
|
| And I will scatter you among the nations, and the sword shall come upon you and consume you; and your land shall be desolate, and your cities shall be desolate. | καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα· καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι. |
|
34
|
34
|
| Then the land shall enjoy its sabbaths all the days of its desolation. | τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς, καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν· τότε σαββατιεῖ ἡ γῆ, καὶ εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς. |
|
35
|
35
|
| And ye shall be in the land of your enemies; then the land shall keep its sabbaths, and the land shall enjoy its sabbaths all the days of its desolation: it shall keep sabbaths which it kept not among your sabbaths, when ye dwelt in it. | πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ, ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν, ἡνίκα κατῳκεῖτε αὐτήν. |
|
36
|
36
|
| And to those who are left of you I will bring bondage into their heart in the land of their enemies; and the sound of a shaken leaf shall chase them, and they shall flee as fleeing from war, and shall fall when none pursues them. | καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, καί διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐδενὸς διώκοντος· |
|
37
|
37
|
| And brother shall disregard brother as in war, when none pursues; and ye shall not be able to withstand your enemies. | καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ, οὐδενὸς κατατρέχοντος, καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν. |
|
38
|
38
|
| And ye shall perish among the Gentiles, and the land of your enemies shall devour you. | καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσι, καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν. |
|
39
|
39
|
| And those who are left of you shall perish, because of their sins, and because of the sins of their fathers: in the land of their enemies shall they consume away. | καὶ οἱ καταλειφθέντες ἀφ᾿ ὑμῶν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας αὐτῶν καὶ διὰ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται. |
|
40
|
40
|
| And they shall confess their sins, and the sins of their fathers, that they have transgressed and neglected me, and that they have walked perversely before me, | καὶ ἐξαγορεύσουσι τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι, |
|
41
|
41
|
| and I walked with them with a perverse mind; and I will destroy them in the land of their enemies: then shall their uncircumcised heart be ashamed, and then shall they acquiesce in the punishment of their sins. | καὶ ἐγὼ ἐπορεύθην μετ᾿ αὐτῶν ἐν θυμῷ πλαγίῳ, καὶ ἀπολῷ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσι τὰς ἁμαρτίας αὐτῶν. |
|
42
|
42
|
| And I will remember the covenant of Jacob, and the covenant of Isaac, and the covenant of Abraam will I remember. | καὶ μνησθήσομαι τῆς διαθήκης ᾿Ιακὼβ καὶ τῆς διαθήκης ᾿Ισαάκ, καὶ τῆς διαθήκης ῾Αβραὰμ μνησθήσομαι, καὶ τῆς γῆς μνησθήσομαι. |
|
43
|
43
|
| And I will remember the land, and the land shall be left of them; then the land shall enjoy her sabbaths, when it is deserted through them: and they shall accept the punishment of their iniquities, because they neglected my judgments, and in their soul loathed my ordinances. | καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ἀπ᾿ αὐτῶν· τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς, ἐν τῷ ἐρημωθῆναι αὐτὴν δι᾿ αὐτούς, καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας, ἀνθ᾿ ὧν τὰ κρίματά μου ὑπερεῖδον, καὶ τοῖς προστάγμασί μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν. |
|
44
|
44
|
| And yet not even thus, while they were in the land of their enemies, did I overlook them, nor did I loathe them so as to consume them, to break my covenant made with them; for I am the Lord their God. | καὶ οὐδ᾿ ὡς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν οὐχ ὑπερεῖδον αὐτούς, οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτούς, τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν. |
|
45
|
45
|
| And I will remember their former covenant, when I brought them out of the land of Egypt, out of the house of bondage before the nations, to be their God; I am the Lord. | καί μνησθήσομαι διαθήκης αὐτῶν τῆς προτέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν Θεός· ἐγώ εἰμι Κύριος. |
|
46
|
46
|
| These are my judgments and my ordinances, and the law which the Lord gave between himself and the children of Israel, in the mount Sina, by the hand of Moses. | ταῦτα τὰ κρίματά μου καὶ τὰ προστάγματά μου καὶ ὁ νόμος, ὃν ἔδωκε Κύριος ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον τῶν υἱῶν ᾿Ισραήλ, ἐν τῷ ὄρει Σινά, ἐν χειρὶ Μωυσῆ. |
|
Chapter 27
|
Κεφάλαιο 27
|
|
1
|
1
|
| And the Lord spoke to Moses, saying, | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· |
|
2
|
2
|
| Speak to the children of Israel, and thou shalt say to them, Whosoever shall vow a vow as the valuation of his soul for the Lord, | λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς αὐτοῖς· ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, |
|
3
|
3
|
| the valuation of a male from twenty years old to sixty years old shall be—his valuation shall be fifty didrachms of silver by the standard of the sanctuary. | ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ, |
|
4
|
4
|
| And the valuation of a female shall be thirty didrachms. | τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα. |
|
5
|
5
|
| And if it be from five years old to twenty, the valuation of a male shall be twenty didrachms, and of a female ten didrachms. | ἐὰν δὲ ἀπὸ πεντεαετοῦς ἕως εἴκοσιν ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα, τῆς δὲ θηλείας δέκα δίδραχμα. |
|
6
|
6
|
| And from a month old to five years old, the valuation of a male shall be five didrachms, and of a female, three didrachms of silver. | ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα, τῆς δὲ θηλείας τρία δίδραχμα ἀργυρίου. |
|
7
|
7
|
| And if from sixty years old and upward, if it be a male, his valuation shall be fifteen didrachms of silver, and if a female, ten didrachms. | ἐὰν δὲ ἀπὸ ἑξηκονταετῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ αὐτοῦ πεντεκαίδεκα δίδραχμα ἀργυρίου, ἐὰν δὲ θήλεια, δέκα δίδραχμα. |
|
8
|
8
|
| And if the man be too poor for the valuation, he shall stand before the priest; and the priest shall value him: according to what the man who has vowed can afford, the priest shall value him. | ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς· καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς. |
|
9
|
9
|
| And if it be from the cattle that are offered as a gift to the Lord, whoever shall offer one of these to the Lord, it shall be holy. | ᾿Εὰν δὲ ἀπὸ τῶν πτηνῶν τῶν προσφερομένων ἀπ᾿ αὐτῶν δῶρον τῷ Κυρίῳ, ὃς ἂν δῷ ἀπὸ τούτων τῷ Κυρίῳ, ἔσται ἅγιον. |
|
10
|
10
|
| He shall not change it, a good for a bad, or a bad for a good; and if he do at all change it, a beast for a beast, it and the substitute shall be holy. | οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ, οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια. |
|
11
|
11
|
| And if it be any unclean beast, of which none are offered as a gift to the Lord, he shall set the beast before the priest. | ἐὰν δὲ πᾶν κτῆνος ἀκάθαρτον, ἀφ᾿ ὧν οὐ προσφέρεται ἀπ᾿ αὐτῶν δῶρον τῷ Κυρίῳ, στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως, |
|
12
|
12
|
| And the priest shall make a valuation between the good and the bad, and accordingly as the priest shall value it, so shall it stand. | καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀνὰ μέσον καλοῦ καὶ ἀνὰ μέσον πονηροῦ, καὶ καθότι ἂν τιμήσηται αὐτὸ ὁ ἱερεύς, οὕτω στήσεται. |
|
13
|
13
|
| And if the worshipper will at all redeem it, he shall add the fifth part to its value. | ἐὰν δέ λυτρούμενος λυτρώσηται αὐτό, προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτοῦ. |
|
14
|
14
|
| And whatsoever man shall consecrate his house as holy to the Lord, the priest shall make a valuation of it between the good and the bad: as the priest shall value it, so shall it stand. | Καὶ ἄνθρωπος, ὃς ἂν ἁγιάσῃ τὴν οἰκίαν αὐτοῦ ἁγίαν τῷ Κυρίῳ, καὶ τιμήσεται αὐτὴν ὁ ἱερεύς, ἀνὰ μέσον καλῆς καὶ ἀνὰ μέσον πονηρᾶς· ὡς ἂν τιμήσηται αὐτὴν ὁ ἱερεύς, οὕτω σταθήσεται. |
|
15
|
15
|
| And if he that has sanctified it should redeem his house, he shall add to it the fifth part of the money of the valuation, and it shall be his. | ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσθήσει ἐπ᾿ αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς τιμῆς, καὶ ἔσται αὐτῷ. |
|
16
|
16
|
| And if a man should hallow to the Lord a part of the field of his possession, then the valuation shall be according to its seed, fifty didrachms of silver for a homer of barley. | ᾿Εὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνθρωπος τῷ Κυρίῳ, καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ, κόρου κριθῶν πεντήκοντα δίδραχμα ἀργυρίου. |
|
17
|
17
|
| And if he should sanctify his field from the year of release, it shall stand according to his valuation. | ἐὰν δὲ ἀπὸ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, κατὰ τὴν τιμὴν αὐτοῦ στήσεται. |
|
18
|
18
|
| And if he should sanctify his field in the latter time after the release, the priest shall reckon to him the money for the remaining years, until the next year of release, and it shall be deducted as an equivalent from his full valuation. | ἐὰν δὲ ἔσχατον μετὰ τήν ἄφεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, προσλογιεῖται αὐτῷ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα, ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ. |
|
19
|
19
|
| And if he that sanctified the field would redeem it, he shall add to its value the fifth part of the money, and it shall be his. | ἐὰν δὲ λυτρῶται τὸν ἀγρὸν ὁ ἁγιάσας αὐτόν, προσθήσει τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου πρὸς τὴντιμὴν αὐτοῦ, καὶ ἔσται αὐτῷ. |
|
20
|
20
|
| And if he do not redeem the field, but should sell the field to another man, he shall not after redeem it. | ἐὰν δὲ μὴ λυτρῶται τὸν ἀγρόν, καὶ ἀποδῶται τὸν ἀγρὸν ἀνθρώπῳ ἑτέρῳ, οὐκέτι μὴ λυτρώσηται αὐτόν. |
|
21
|
21
|
| But the field shall be holy to the Lord after the release, as separated land; the priest shall have possession of it. | ἀλλ᾿ ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τῆς ἀφέσεως ἅγιος τῷ Κυρίῳ, ὥσπερ ἡ γῆ ἡ ἀφωρισμένῃ· τῷ ἱερεῖ ἔσται κατάσχεσις αὐτοῦ. |
|
22
|
22
|
| And if he should consecrate to the Lord of a field which he has bought, which is not of the field of his possession, | ᾿Εὰν δὲ ἀπὸ τοῦ ἀγροῦ οὗ κέκτηται, ὃς οὐκ ἔστιν ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ, ἁγιάσῃ τῷ Κυρίῳ, |
|
23
|
23
|
| the priest shall reckon to him the full valuation from the year of release, and he shall pay the valuation in that day as holy to the Lord. | ὁ ἱερεὺς λογιεῖται πρὸς αὐτὸν τὸ τέλος τῆς τιμῆς ἐκ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καί ἀποδώσει τὴν τιμὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἅγιον τῷ Κυρίῳ. |
|
24
|
24
|
| And in the year of release the land shall be restored to the man of whom the other bought it, whose the possession of the land was. | καὶ ἐν τῷ ἐνιαυτῷ τῆς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τῷ ἀνθρώπῳ παρ᾿ οὗ κέκτηται αὐτόν, οὗ ἦν ἡ κατάσχεσις τῆς γῆς. |
|
25
|
25
|
| And every valuation shall be by holy weights: the didrachm shall be twenty oboli. | καὶ πᾶσα τιμὴ ἔσται σταθμίοις ἁγίοις· εἴκοσιν ὀβολοὶ ἔσται τὸ δίδραχμον. |
|
26
|
26
|
| And every first-born which shall be produced among thy cattle shall be the Lord's, and no man shall sanctify it: whether calf or sheep, it is the Lord's. | Καὶ πᾶν πρωτότοκον ὃ ἐὰν γένηται ἐν τοῖς κτήνεσί σου, ἔσται τῷ Κυρίῳ, καὶ οὐ καθαγιάσει αὐτὸ οὐδείς· ἐάν τε μόσχον ἐάν τε πρόβατον, τῷ Κυρίῳ ἐστίν. |
|
27
|
27
|
| But if he should redeem an unclean beast, according to its valuation, then he shall add the fifth part to it, and it shall be his; and if he redeem it not, it shall be sold according to its valuation. | ἐὰν δὲ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἀλλάξῃ κατὰ τὴν τιμὴν αὐτοῦ, καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτό, καὶ ἔσται αὐτῷ· ἐὰν δὲ μὴ λυτρῶται, πραθήσεται κατὰ τὸ τίμημα αὐτοῦ. |
|
28
|
28
|
| And every dedicated thing which a man shall dedicate to the Lord of all that he has, whether man or beast, or of the field of his possession, he shall not sell it, nor redeem it: every devoted thing shall be most holy to the Lord. | πᾶν δὲ ἀνάθεμα, ὃ ἐὰν ἀναθῇ ἄνθρωπος τῷ Κυρίῳ ἀπὸ πάντων, ὅσα αὐτῷ ἐστιν, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ, οὐκ ἀποδώσεται, οὐδὲ λυτρώσεται· πᾶν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τῷ Κυρίῳ. |
|
29
|
29
|
| And whatever shall be dedicated of men, shall not be ransomed, but shall be surely put to death. | καὶ πᾶν, ὃ ἐὰν ἀνατεθῇ ἀπὸ τῶν ἀνθρώπων, οὐ λυτρωθήσεται, ἀλλὰ θανάτῳ θανατωθήσεται. |
|
30
|
30
|
| Every tithe of the land, both of the seed of the land, and of the fruit of trees, is the Lord's, holy to the Lord. | Πᾶσα δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ τοῦ καρποῦ τοῦ ξυλίνου τῷ Κυρίῳ ἐστίν, ἅγιον τῷ Κυρίῳ. |
|
31
|
31
|
| And if a man should at all redeem his tithe, he shall add the fifth part to it, and it shall be his. | ἐὰν δὲ λυτρῶται λύτρῳ ἄνθρωπος τὴν δεκάτην αὐτοῦ, τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτόν, καὶ ἔσται αὐτῷ. |
|
32
|
32
|
| And every tithe of oxen, and of sheep, and whatsoever may come in numbering under the rod, the tenth shall be holy to the Lord. | καὶ πᾶσα δεκάτη βοῶν, καὶ προβάτων καὶ πᾶν, ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ράβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ Κυρίῳ. |
|
33
|
33
|
| Thou shalt not change a good for a bad, or a bad for a good; and if thou shouldest at all change it, its equivalent also shall be holy, it shall not be redeemed. | οὐκ ἀλλάξεις καλὸν πονηρῷ, οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό, καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον, οὐ λυτρωθήσεται. |
|
34
|
34
|
| These are the commandments which the Lord commanded Moses for the sons of Israel in mount Sina. | Αὗταί εἰσιν αἱ ἐντολαί, ἃς ἐνετείλατο Κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ ὄρει Σινά. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.