|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΑΚΟΥΣΑΤΕ τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ᾿ ὑμᾶς θρῆνον· οἶκος ᾿Ισραὴλ ἔπεσεν, οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι· | Hear ye this word of the Lord, even a lamentation, which I take up against you. The house of Israel is fallen; it shall no more rise. |
|
2
|
2
|
| παρθένος τοῦ ᾿Ισραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν. | The virgin of Israel has fallen upon his land; there is none that shall raise her up. |
|
3
|
3
|
| διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ ᾿Ισραήλ. | Therefore thus saith the Lord God; The city out of which there went forth a thousand, in it there shall be left a hundred, and in that out of which there went forth a hundred, there shall be left ten to the house of Israel. |
|
4
|
4
|
| διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον ᾿Ισραήλ· ἐκζητήσατέ με, καὶ ζήσεσθε· | Wherefore thus saith the Lord to the house of Israel, Seek ye me, and ye shall live. |
|
5
|
5
|
| καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. | But seek not Bæthel, and go not in to Galgala, and cross not over to the Well of the Oath: for Galgala shall surely go into captivity, and Bæthel shall be as that which is not. |
|
6
|
6
|
| ἐκζητήσατε τὸν Κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος ᾿Ιωσήφ, καὶ καταφάγεται αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ ᾿Ισραήλ. | Seek ye the Lord, and ye shall live; lest the house of Joseph blaze as fire, and it devour him, and there shall be none to quench it for the house of Israel. |
|
7
|
7
|
| Κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν, | It is he that executes judgment in the height above, and he has established justice on the earth: |
|
8
|
8
|
| ὁ ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωΐ σκιὰν καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς παντοκράτωρ ὄνομα αὐτῷ· | who makes all things, and changes them, and turns darkness into the morning, and darkens the day into night: who calls for the water of the sea, and pours it out on the face of the earth: the Lord is his name: |
|
9
|
9
|
| ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. | who dispenses ruin to strength, and brings distress upon the fortress. |
|
10
|
10
|
| ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο. | They hated him that reproved in the gates, and abhorred holy speech. |
|
11
|
11
|
| διὰ τοῦτο ἀνθ᾿ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ᾿ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν. | Therefore because they have smitten the poor with their fists, and ye have received of them choice gifts; ye have built polished houses, but ye shall not dwell in them; ye have planted desirable vineyards, but ye shall not drink the wine of them. |
|
12
|
12
|
| ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. | For I know your many transgressions, and your sins are great, trampling on the just, taking bribes, and turning aside the judgment of the poor in the gates. |
|
13
|
13
|
| διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν. | Therefore the prudent shall be silent at that time; for it is a time of evils. |
|
14
|
14
|
| ἐκζητήσατε τὸ καλόν, καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεθ᾿ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε· | Seek good, and not evil, that ye may live: and so the Lord God Almighty shall be with you, as ye have said, |
|
15
|
15
|
| μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ ᾿Ιωσήφ. | We have hated evil, and loved good: and restore ye judgment in the gates; that the Lord God Almighty may have mercy on the remnant of Joseph. |
|
16
|
16
|
| διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ἐν πάσαις ταῖς πλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ρηθήσεται· οὐαί, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον, | Therefore thus saith the Lord God Almighty; In all the streets shall be lamentations; and in all the ways shall it be said, Woe, woe! the husbandman shall be called to mourning and lamentation, and to them that are skilled in complaining. |
|
17
|
17
|
| καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπε Κύριος. — | And there shall be lamentation in all the ways; because I will pass through the midst of thee, saith the Lord. |
|
18
|
18
|
| Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἱνατί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς. | Woe to you that desire the day of the Lord! what is this day of the Lord to you? whereas it is darkness, and not light. |
|
19
|
19
|
| ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις. | As if a man should flee from the face of a lion, and a bear should meet him; and he should spring into his house, and lean his hands upon the wall, and a serpent should bite him. |
|
20
|
20
|
| οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη; | Is not the day of the Lord darkness, and not light? and is not this day gloom without brightness? |
|
21
|
21
|
| μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν· | I hate, I reject your feasts, and I will not smell your meat-offerings in your general assemblies. |
|
22
|
22
|
| διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. | Wherefore if ye should bring me your whole-burnt-sacrifices and meat-offerings, I will not accept them: neither will I have respect to your grand peace-offerings. |
|
23
|
23
|
| μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι· | Remove from me the sound of thy songs, and I will not hear the music of thine instruments. |
|
24
|
24
|
| καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος. | But let judgment roll down as water, and righteousness as an impassable torrent. |
|
25
|
25
|
| μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, οἶκος ᾿Ισραήλ, τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ; | Have ye offered to me victims and sacrifices, O house of Israel, forty years in the wilderness? |
|
26
|
26
|
| καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφάν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς. | Yea, ye took up the tabernacle of Moloch, and the star of your god Ræphan, the images of them which ye made for yourselves. |
|
27
|
27
|
| καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος, ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. | And I will carry you away beyond Damascus, saith the Lord, the Almighty God is his name. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.