|
Chapter 5
|
Κεφάλαιο 5
|
|
1
|
1
|
|
Hear ye this word of the Lord, even a lamentation, which I take up against you. The house of Israel is fallen; it shall no more rise.
|
ΑΚΟΥΣΑΤΕ τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ᾿ ὑμᾶς θρῆνον· οἶκος ᾿Ισραὴλ ἔπεσεν, οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι·
|
|
2
|
2
|
|
The virgin of Israel has fallen upon his land; there is none that shall raise her up.
|
παρθένος τοῦ ᾿Ισραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.
|
|
3
|
3
|
|
Therefore thus saith the Lord God; The city out of which there went forth a thousand, in it there shall be left a hundred, and in that out of which there went forth a hundred, there shall be left ten to the house of Israel.
|
διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ ᾿Ισραήλ.
|
|
4
|
4
|
|
Wherefore thus saith the Lord to the house of Israel, Seek ye me, and ye shall live.
|
διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον ᾿Ισραήλ· ἐκζητήσατέ με, καὶ ζήσεσθε·
|
|
5
|
5
|
|
But seek not Bæthel, and go not in to Galgala, and cross not over to the Well of the Oath: for Galgala shall surely go into captivity, and Bæthel shall be as that which is not.
|
καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.
|
|
6
|
6
|
|
Seek ye the Lord, and ye shall live; lest the house of Joseph blaze as fire, and it devour him, and there shall be none to quench it for the house of Israel.
|
ἐκζητήσατε τὸν Κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος ᾿Ιωσήφ, καὶ καταφάγεται αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ ᾿Ισραήλ.
|
|
7
|
7
|
|
It is he that executes judgment in the height above, and he has established justice on the earth:
|
Κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν,
|
|
8
|
8
|
|
who makes all things, and changes them, and turns darkness into the morning, and darkens the day into night: who calls for the water of the sea, and pours it out on the face of the earth: the Lord is his name:
|
ὁ ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωΐ σκιὰν καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς παντοκράτωρ ὄνομα αὐτῷ·
|
|
9
|
9
|
|
who dispenses ruin to strength, and brings distress upon the fortress.
|
ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.
|
|
10
|
10
|
|
They hated him that reproved in the gates, and abhorred holy speech.
|
ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο.
|
|
11
|
11
|
|
Therefore because they have smitten the poor with their fists, and ye have received of them choice gifts; ye have built polished houses, but ye shall not dwell in them; ye have planted desirable vineyards, but ye shall not drink the wine of them.
|
διὰ τοῦτο ἀνθ᾿ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ᾿ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.
|
|
12
|
12
|
|
For I know your many transgressions, and your sins are great, trampling on the just, taking bribes, and turning aside the judgment of the poor in the gates.
|
ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.
|
|
13
|
13
|
|
Therefore the prudent shall be silent at that time; for it is a time of evils.
|
διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν.
|
|
14
|
14
|
|
Seek good, and not evil, that ye may live: and so the Lord God Almighty shall be with you, as ye have said,
|
ἐκζητήσατε τὸ καλόν, καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεθ᾿ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε·
|
|
15
|
15
|
|
We have hated evil, and loved good: and restore ye judgment in the gates; that the Lord God Almighty may have mercy on the remnant of Joseph.
|
μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ ᾿Ιωσήφ.
|
|
16
|
16
|
|
Therefore thus saith the Lord God Almighty; In all the streets shall be lamentations; and in all the ways shall it be said, Woe, woe! the husbandman shall be called to mourning and lamentation, and to them that are skilled in complaining.
|
διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ἐν πάσαις ταῖς πλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ρηθήσεται· οὐαί, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον,
|
|
17
|
17
|
|
And there shall be lamentation in all the ways; because I will pass through the midst of thee, saith the Lord.
|
καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπε Κύριος. —
|
|
18
|
18
|
|
Woe to you that desire the day of the Lord! what is this day of the Lord to you? whereas it is darkness, and not light.
|
Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἱνατί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς.
|
|
19
|
19
|
|
As if a man should flee from the face of a lion, and a bear should meet him; and he should spring into his house, and lean his hands upon the wall, and a serpent should bite him.
|
ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις.
|
|
20
|
20
|
|
Is not the day of the Lord darkness, and not light? and is not this day gloom without brightness?
|
οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη;
|
|
21
|
21
|
|
I hate, I reject your feasts, and I will not smell your meat-offerings in your general assemblies.
|
μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν·
|
|
22
|
22
|
|
Wherefore if ye should bring me your whole-burnt-sacrifices and meat-offerings, I will not accept them: neither will I have respect to your grand peace-offerings.
|
διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.
|
|
23
|
23
|
|
Remove from me the sound of thy songs, and I will not hear the music of thine instruments.
|
μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·
|
|
24
|
24
|
|
But let judgment roll down as water, and righteousness as an impassable torrent.
|
καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος.
|
|
25
|
25
|
|
Have ye offered to me victims and sacrifices, O house of Israel, forty years in the wilderness?
|
μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, οἶκος ᾿Ισραήλ, τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ;
|
|
26
|
26
|
|
Yea, ye took up the tabernacle of Moloch, and the star of your god Ræphan, the images of them which ye made for yourselves.
|
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφάν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς.
|
|
27
|
27
|
|
And I will carry you away beyond Damascus, saith the Lord, the Almighty God is his name.
|
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος, ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
|
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.