|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΚΑΙ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ εἰς Σηλὼ καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν. | And all the congregation of the children of Israel were assembled at Selo, and there they pitched the tabernacle of witness; and the land was subdued by them. |
|
2
|
2
|
| καὶ κατελείφθησαν οἱ υἱοὶ ᾿Ισραήλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί. | And the sons of Israel remained, even those who had not received their inheritance, seven tribes. |
|
3
|
3
|
| καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν; | And Joshua said to the sons of Israel, How long will ye be slack to inherit the land, which the Lord our God has given you? |
|
4
|
4
|
| δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν (καὶ διήλθοσαν πρὸς αὐτόν, | Appoint of yourselves three men of each tribe, and let them rise up and go through the land, and let them describe it before me, as it will be proper to divide it. |
|
5
|
5
|
| καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας). ᾿Ιούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ ᾿Ιωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ. | And they came to him: and he divided to them seven portions, saying, Juda shall stand to them a border southward, and the sons of Joseph shall stand to them northward. |
|
6
|
6
|
| ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε ὧδε πρός με, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν. | And do ye divide the land into seven parts, and bring the description hither to me, and I will give you a lot before the Lord our God. |
|
7
|
7
|
| οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ρουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἐπ’ ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου. | For the sons of Levi have no part among you; for the priesthood of the Lord is his portion; and Gad, and Ruben, and the half tribe of Manasse, have received their inheritance beyond Jordan eastward, which Moses the servant of the Lord gave to them. |
|
8
|
8
|
| καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων· πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ. | And the men rose up and went; and Joshua charged the men who went to explore the land, saying, Go and explore the land, and come to me, and I will bring you forth a lot here before the Lord in Selo. |
|
9
|
9
|
| καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς ᾿Ιησοῦν. | And they went, and explored the land: and they viewed it, and described it according to the cities, seven parts in a book, and brought the book to Joshua. |
|
10
|
10
|
| καὶ ἐνέβαλεν αὐτοῖς ᾿Ιησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου. | And Joshua cast the lot for them in Selo before the Lord. |
|
11
|
11
|
| Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον υἱῶν ᾿Ιούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν ᾿Ιωσήφ. | And the lot of the tribe of Benjamin came forth first according to their families: and the borders of their lot came forth between the children of Juda and the children of Joseph. |
|
12
|
12
|
| καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ, ἀπὸ τοῦ ᾿Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου ῾Ιεριχὼ ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρῖτις Βαιθών, | And their borders were northward: the borders shall go up from Jordan behind Jericho northward, and shall go up to the mountain westward, and the issue of it shall be Bæthon of Mabdara. |
|
13
|
13
|
| καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς (αὕτη ἐστὶ Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς λίβα Βαιθωρὼν ἡ κάτω, | And the borders will go forth thence to Luz, behind Luz, from the south of it; this is Bæthel: and the borders shall go down to Maatarob Orech, to the hill country, which is southward of Bæthoron the lower. |
|
14
|
14
|
| καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ (αὕτη ἐστὶ Καριαθιαρίν, πόλις υἱῶν ᾿Ιούδα)· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν. | And the borders shall pass through and proceed to the part that looks toward the sea, on the south, from the mountain in front of Bæthoron southward, and its termination shall be at Cariath-Baal, this is Cariath-Jarin, a city of the children of Juda; this is the part toward the west. |
|
15
|
15
|
| καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ, καὶ διελεύσεται ὅρια εἰς Γασὶν ἐπὶ πηγὴν ὕδατος Ναφθώ, | And the south side on the part of Cariath-Baal; and the borders shall go across to Gasin, to the fountain of the water of Naphtho. |
|
16
|
16
|
| καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστι κατὰ πρόσωπον νάπης ᾿Οννάμ, ὅ ἐστιν ἐκ μέρους ᾿Εμεκραφαΐν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον ᾿Ιεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ | And the borders shall extend down on one side, this is in front of the forest of Sonnam, which is on the side of Emec Raphain northward, and it shall come down to Gæenna behind Jebusai southward: it shall come down to the fountain of Rogel. |
|
17
|
17
|
| καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμὺς καὶ παρελεύσεται ἐπὶ Γαλιλώθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασαιν Αἰθαμίν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ρουβὴν | And the borders shall go across to the fountain of Bæthsamys: |
|
18
|
18
|
| καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βορρᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ, | and shall proceed to Galiloth, which is in front by the going up of Æthamin; and they shall come down to the stone of Bæon of the sons of Ruben; and shall pass over behind Bætharaba northward, and shall go down to the borders behind the sea northward. |
|
19
|
19
|
| καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ ᾿Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. | And the termination of the borders shall be at the creek of the salt sea northward to the side of Jordan southward: these are their southern borders. |
|
20
|
20
|
| καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμίν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους. | And Jordan shall be their boundary on the east: this is the inheritance of the children of Benjamin, these are their borders round about according to their families. |
|
21
|
21
|
| καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν ῾Ιεριχὼ καὶ Βεθεγαιὼ καὶ ᾿Αμεκασίς, | And the cities of the children of Benjamin according to their families were Jericho, and Bethegæo, and Amecasis, |
|
22
|
22
|
| καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ Βησανὰ | and Bæthabara, and Sara, and Besana, |
|
23
|
23
|
| καὶ Αἰεὶν καὶ Φαρὰ καὶ ᾿Εφραθὰ | and Æein, and Phara, and Ephratha, |
|
24
|
24
|
| καὶ Καραφὰ καὶ Κεφιρὰ καὶ Μονὶ καὶ Γαβαά, πόλεις δώδεκα καὶ αἱ κῶμαι αὐτῶν· | and Carapha, and Cephira, and Moni, and Gabaa, twelve cities and their villages: |
|
25
|
25
|
| Γαβαὼν καὶ Ραμὰ καὶ Βεηρωθὰ | Gabaon, and Rama, and Beerotha; |
|
26
|
26
|
| καὶ Μασσημὰ καὶ Μιρὼν καὶ ᾿Αμωκὴ | and Massema, and Miron, and Amoke; |
|
27
|
27
|
| καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ | and Phira, and Caphan, and Nacan, and Selecan, and Thareela, |
|
28
|
28
|
| καὶ ᾿Ιεβοῦς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ Γαβαωθιαρίμ, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν. | and Jebus (this is Jerusalem); and Gabaoth, Jarim, thirteen cities, and their villages; this is the inheritance of the sons of Benjamin according to their families. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.