|
Κεφάλαιο 20
|
Глава 20
|
|
1
|
1
|
|
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
|
(Зач. 99) І бисть во єди́н от дній о́ніх, уча́щу Єму́ лю́ди в це́ркві і благовіству́ющу, прийдо́ша свяще́нници і кни́жници со ста́рці
|
|
2
|
2
|
|
καὶ εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
|
і рі́ша к Нему́, глаго́люще: рци нам, ко́єю о́бластію сія́ твори́ши, іли́ кто єсть да́вий Тебі́ власть сію́?
|
|
3
|
3
|
|
Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
|
Отвіща́в же рече́ к ним: вопрошу́ ви і Аз єди́наго словесе́, і рці́те Мі:
|
|
4
|
4
|
|
Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;
|
креще́ніє Іоа́нново с небесе́ ли бі, іли́ от челові́к?
|
|
5
|
5
|
|
Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
|
Они́ же помишля́ху в себі́, глаго́люще, я́ко а́ще рече́м: с небесе́, рече́ть: почто́ у́бо не ві́ровасте єму́?
|
|
6
|
6
|
|
Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
|
А́ще ли же рече́м: от челові́к, всі лю́діє ка́менієм побію́ть ни, ізві́стно бо бі о Іоа́нні, я́ко проро́к бі.
|
|
7
|
7
|
|
Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
|
І отвіща́ша: не ві́ми отку́ду.
|
|
8
|
8
|
|
Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
|
Ісу́с же рече́ їм: ні Аз глаго́лю вам, ко́єю о́бластію сія́ творю́.
|
|
9
|
9
|
|
Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς·
|
(Зач. 100) Нача́т же к лю́дем глаго́лати при́тчу сію́: челові́к ні́кий насади́ виногра́д, і вдаде́ єго́ ді́лателем, і оти́де на лі́та мно́га.
|
|
10
|
10
|
|
καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
|
І во вре́м'я посла́ к ді́лателем раба́, да от плода́ виногра́да даду́ть єму́; ді́лателі же би́вше єго́, посла́ша тща.
|
|
11
|
11
|
|
Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
|
І приложи́ посла́ти друга́го раба́; они́ же і того́ би́вше і досади́вше єму́, посла́ша тща.
|
|
12
|
12
|
|
Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
|
І приложи́ посла́ти тре́тіяго; они́ же і того́ уя́звльше ізгна́ша.
|
|
13
|
13
|
|
Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
|
Рече́ же господи́н виногра́да: что сотворю́? Послю́ си́на моєго́ возлю́бленнаго, єда́ ка́ко, єго́ ви́дівше, усрам'я́ться.
|
|
14
|
14
|
|
Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
|
Ви́дівше же єго́ ді́лателе, ми́шляху в себі́, глаго́люще: сей єсть наслі́дник, прийді́те, убіє́м єго́, да на́ше бу́деть достоя́ніє.
|
|
15
|
15
|
|
Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
|
І ізве́дше єго́ вон із виногра́да, уби́ша. Что у́бо сотвори́ть їм господи́н виногра́да?
|
|
16
|
16
|
|
Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο.
|
При́йдеть і погуби́ть ді́лателі сія́, і вдасть виногра́д іні́м. Сли́шавше же реко́ша: да не бу́деть!
|
|
17
|
17
|
|
Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
|
Он же воззрі́в на них, рече́: что у́бо пи́саноє сіє́: ка́мень, єго́же небрего́ша зи́ждущії, сей бисть во главу́ у́гла?
|
|
18
|
18
|
|
Πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν.
|
Всяк пади́й на ка́мені том, сокруши́ться, а на не́мже паде́ть, стри́єть єго́.
|
|
19
|
19
|
|
Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν.
|
(Зач. 101) І взиска́ша архієре́є і книжни́ци возложи́ти Нань ру́ці в той час, і убоя́шася наро́да; разумі́ша бо, я́ко к ним при́тчу сію́ рече́.
|
|
20
|
|
|
Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
|
|
|
21
|
|
|
Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις· καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις.
|
|
|
22
|
|
|
Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;
|
|
|
23
|
|
|
Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπεν πρὸς αὐτούς, Τί με πειράζετε;
|
|
|
24
|
|
|
Ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον, Καίσαρος.
|
|
|
25
|
|
|
Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
|
|
|
26
|
|
|
Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
|
|
|
27
|
|
|
Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν,
|
|
|
28
|
|
|
λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
|
|
|
29
|
|
|
Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος·
|
|
|
30
|
|
|
καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος.
|
|
|
31
|
|
|
Καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον.
|
|
|
32
|
|
|
Ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή.
|
|
|
33
|
|
|
Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
|
|
|
34
|
|
|
Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται·
|
|
|
35
|
|
|
οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται·
|
|
|
36
|
|
|
οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν τοῦ θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
|
|
|
37
|
|
|
Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ.
|
|
|
38
|
|
|
Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
|
|
|
39
|
|
|
Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας.
|
|
|
40
|
|
|
Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
|
|
|
41
|
|
|
Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς λέγουσιν τὸν χριστὸν υἱὸν Δαυὶδ εἶναι;
|
|
|
42
|
|
|
Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,
|
|
|
43
|
|
|
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
|
|
|
44
|
|
|
Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
|
|
|
45
|
|
|
Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
|
|
|
46
|
|
|
Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
|
|
|
47
|
|
|
οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρίμα.
|
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.
• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.
• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.
• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.