Завантаження...
Співпраця: admin.vira@ukr.net
Наші Телеграм-канали:
Порівняти:
⇄

Глава 24 з 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29
Κεφάλαιο 24
Глава 24
1
1
ΥΙΕ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·
Сы́не, не ревну́й муже́мъ злы́мъ, ниже́ возжелѣ́й бы́ти съ ни́ми:
2
2
ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
лжа́мъ бо поуча́єтся се́рдце и́хъ, и болѣ́зни устнѣ́ и́хъ глаго́лютъ.
3
3
μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται.
Съ прему́дростію зи́ждется до́мъ и съ ра́зумомъ исправля́єтся.
4
4
μετὰ αἰσθήσεως ἐμπίπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
Съ чу́вствіємъ исполня́ются сокро́вища от вся́каго бога́тства честна́го и до́браго.
5
5
κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
Лу́чше му́дрый крѣ́пкаго, и му́жъ ра́зумъ имѣ́яй земледѣ́лца вели́ка.
6
6
μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
Со управле́ніємъ быва́єтъ бра́нь, по́мощь же съ се́рдцемъ совѣ́тнымъ.
7
7
σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
Прему́дрость и мы́сль бла́га во вратѣ́хъ прему́дрыхъ: смы́сленніи не укланя́ются от зако́на Госпо́дня,
8
8
ἀλλὰ λογίζονται ἐν συνεδρίοις. ἀπαιδεύτοις συναντᾷ θάνατος,
но совѣ́туютъ въ со́нмищихъ. Ненака́занныхъ срѣта́єтъ сме́рть,
9
9
ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις. ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ
умира́єтъ же безу́мный во грѣсѣ́хъ. Нечистота́ му́жу губи́телю:
10
10
ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ.
оскверни́тся въ де́нь зо́лъ и въ де́нь печа́ли, до́ндеже оскудѣ́єтъ.
11
11
ρῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ·
Изба́ви ведо́мыя на сме́рть и искупи́ убива́ємыхъ, не щади́.
12
12
ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει, καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
А́ще же рече́ши: не вѣ́мъ сего́: разумѣ́й, я́ко Госпо́дь всѣ́хъ сердца́ вѣ́сть, и созда́вый дыха́ніє всѣ́мъ, се́й вѣ́сть вся́ческая, и́же возда́стъ кому́ждо по дѣло́мъ єго́.
13
13
φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ·
Я́ждь ме́дъ, сы́не, бла́гъ бо є́сть со́тъ, да наслади́тся горта́нь тво́й:
14
14
οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
си́це уразумѣ́єши прему́дрость душе́ю твоє́ю: а́ще бо обря́щеши, бу́детъ добра́ кончи́на твоя́, и упова́ніє не оста́витъ тебе́.
15
15
μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας·
Не приводи́ нечести́ваго на па́жить пра́ведныхъ, ниже́ прельща́йся насыще́ніємъ чре́ва:
16
16
ἑπτάκις γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
седмери́цею бо паде́тъ пра́ведный и воста́нетъ, нечести́віи же изнемо́гутъ въ злы́хъ.
17
17
ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
А́ще паде́тъ вра́гъ тво́й, не обра́дуйся єму́, въ преткнове́ніи же єго́ не возноси́ся:
18
18
ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾿ αὐτοῦ.
я́ко у́зритъ Госпо́дь, и не уго́дно єму́ бу́детъ, и отврати́тъ я́рость свою́ от него́.
19
19
μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς·
Не ра́дуйся о злодѣ́ющихъ и не ревну́й грѣ́шнымъ,
20
20
οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
не пребу́дутъ бо вну́цы лука́выхъ, свѣти́ло же нечести́выхъ уга́снетъ.
21
21
φοβοῦ τὸν Θεόν, υἱέ, καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
Бо́йся Бо́га, сы́не, и царя́, и ни єди́ному же и́хъ проти́вися:
22
22
ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται; (Μασ. ΚΘ´,
внеза́пу бо истя́жутъ нечести́выхъ, муче́нія же обои́хъ кто́ увѣ́сть? Сло́во сохраня́яй сы́нъ кромѣ́ поги́бели бу́детъ: пріє́мляй же прія́тъ о́ноє. Ничто́же ло́жно от язы́ка царе́ви да глаго́лется, и ни єди́на лжа́ от язы́ка єго́ да изы́детъ: ме́чь [є́сть] язы́къ царе́въ, а не пло́тянъ: и и́же а́ще пре́данъ бу́детъ, сокруши́тся: а́ще бо раздражи́тся я́рость єго́, со жи́лами человѣ́ки губи́тъ, и ко́сти человѣ́ческія пояда́єтъ и сожига́єтъ я́ко пла́мень, я́ко не ядо́мымъ бы́ти птенца́ми о́рлими. Мои́хъ слове́съ, сы́не, бо́йся, и пріи́мъ я́ пока́йся.
27
23
). 22α λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, δεχόμενος δὲ ἐδέξατο αὐτόν. 22β μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ. 22γ μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη, ὃς δ᾿ ἂν παραδοθῇ, συντριβήσεται· 22δ ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει, καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει, καὶ συγκαίει ὥσπερ φλόξ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν. (Μασ. Λ´,
Сія́ же ва́мъ смы́сленнымъ глаго́лю разумѣ́ти: срамля́тися лица́ на судѣ́ не добро́.
1
24
). 22ε Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι, καὶ δεξάμενος αὐτοὺς μετανόει· τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι·
Глаго́ляй нечести́ваго, я́ко пра́веденъ є́сть, про́клятъ от люді́й бу́детъ и возненави́дѣнъ во язы́цѣхъ:
2
25
ἀφρονέστατος γάρ εἰμι ἁπάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί·
облича́ющіи же лу́чшіи явя́тся, на ня́же пріи́детъ благослове́ніє бла́го:
3
26
Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.
и устнѣ́ облобыза́ютъ отвѣща́ющыя словеса́ бла́га.
4
27
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ, ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ;
Уготовля́й на исхо́дъ дѣла́ твоя́, и угото́вися на село́, и ходи́ вслѣ́дъ мене́, и сози́ждеши до́мъ тво́й.
5
28
πάντες γὰρ λόγοι Θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν.
Не бу́ди свидѣ́тель лжи́въ на твоєго́ граждани́на, ниже́ пространя́йся твои́ма устна́ма.
6
29
μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.
Не рцы́: и́мже о́бразомъ сотвори́ ми, сотворю́ єму́ и отмщу́ єму́, и́миже мя́ преоби́дѣ.
7
30
δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
Я́коже ни́ва му́жъ безу́мный, и я́ко віногра́дъ человѣ́къ скудоу́мный:
8
31
μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξόν δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη,
а́ще оста́виши єго́, опустѣ́єтъ и траво́ю порасте́тъ ве́сь, и бу́детъ оста́вленъ, огра́ды же ка́менныя єго́ раскопа́ются.
9
32
ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω· τίς με ὁρᾶ; ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.
Послѣди́ а́зъ пока́яхся, воззрѣ́хъ избра́ти наказа́ніє:
10
33
μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς.
ма́ло дремлю́, ма́ло же сплю́ и ма́ло объе́млю рука́ма пе́рси:
11
34
ἔκγονον κακὸν πατέρα καταρᾶται, τὴν δὲ μητέρα οὐκ εὐλογεῖ.
а́ще же сіє́ твори́ши, пріи́детъ предъиду́щи нищета́ твоя́ и ску́дость твоя́, я́ко бла́гъ тече́цъ.
12
ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει. τὴν δ᾿ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν.
13
ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.
14
ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων. (Μασ. ΚΔ´,
23
). Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν· αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν.
24
ὁ εἰπὼν τὸν ἀσεβῆ· δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
25
οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπ᾿ αὐτοὺς δὲ ἥξει εὐλογία·
26
χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
27
ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκον σου.
28
μή ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσι.
29
μὴ εἴπῃς· ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
30
ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
31
ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
32
ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν,
33
ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη·
34
ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς. (Μασ. Λ´,
15
). Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν· ἱκανόν.
16
ᾅδης καὶ ἔρως γυναικὸς καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν· ἀρκεῖ·
17
ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
18
τρία δέ ἐστι ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω·
19
ἴχνη ἀετοῦ πετομένου καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας καὶ τρίβους νηὸς ποντοπορούσης καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
20
τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη, οὐδέν φησι πεπραχέναι ἄτοπον.
21
διὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
22
ἐὰν οἰκέτης βασιλεύσῃ καὶ ἄφρων πλησθῇ σιτίων
23
καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
24
τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν·
25
οἱ μύρμηκες, οἷς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
26
καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
27
ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ στρατεύει ἀφ᾿ ἑνὸς κελεύσματος εὐτάκτως·
28
καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικεῖ ἐν ὀχυρώμασι βασιλέως.
29
τρία δέ ἐστιν, ἃ εὐόδως πορεύεται, καὶ τέταρτον, ὃ καλῶς διαβαίνει·
30
σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
31
καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
32
ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
33
ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα· ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι. (Μασ. ΛΑ´,
1
). Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ, βασιλέως χρηματισμός, ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.
2
τί, τέκνον, τηρήσεις; τί; ρήσεις Θεοῦ. πρωτογενές, σοὶ λέγω, υἱέ· τί τέκνον ἐμῆς κοιλίας; τί τέκνον ἐμῶν εὐχῶν;
3
μὴ δῷς γυναιξὶ σὸν πλοῦτον, καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.
4
μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει· οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον δὲ μὴ πινέτωσαν,
5
ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς.
6
δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,
7
ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.
8
ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς.
9
ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.

Глава 24 з 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29