|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| - | Thus saith the Lord against the Philistines; |
|
2
|
2
|
| ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν. | Behold, waters come up from the north, and shall become a sweeping torrent, and it shall sweep away the land, and its fulness; the city, and them that dwell in it: and men shall cry and all that dwell in the land shall howl, |
|
3
|
3
|
| ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐφ’ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν | at the sound of his rushing, at the sound of his hoofs, and at the rattling of his chariots, at the noise of his wheels: the fathers turned not to their children because of the weakness of their hands, |
|
4
|
4
|
| ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σιδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολοθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων. | in the day that is coming to destroy all the Philistines: and I will utterly destroy Tyre and Sidon, and all the rest of their allies: for the Lord will destroy the remaining inhabitants of the islands. |
|
5
|
5
|
| ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερρίφη ᾿Ασκάλων καὶ οἱ κατάλοιποι ᾿Ενακίμ. | Baldness is come upon Gaza; Ascalon is cast away, and the remnant of the Enakim. |
|
6
|
6
|
| ἕως τίνος κόψεις, ἡ μάχαιρα τοῦ Κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι. | How long wilt thou smite, O sword of the Lord? how long will it be ere thou art quiet? return into thy sheath, rest, and be removed. |
|
7
|
7
|
| – | How shall it be quiet, whereas the Lord has given it a commission against Ascalon, and against the regions on the sea-coast, to awake against the remaining countries! |
|
8
|
|
| ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδάν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ’ αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ’ αὐτόν. | |
|
9
|
|
| ὅτι τρυγηταὶ ἦλθόν σοι, οἳ οὐ καταλείψουσί σοι κατάλειμμα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσι χεῖρα αὐτῶν. | |
|
10
|
|
| ὅτι ἐγὼ κατέσυρα τὸν ῾Ησαῦ, ἀνεκάλυψα τά κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διά χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ, καὶ οὐκ ἔστιν | |
|
11
|
|
| ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσητε· καὶ ἐγὼ ζήσομαι, καὶ αἱ χῆραι ἐπ’ ἐμὲ πεποίθασιν. | |
|
12
|
|
| ὅτι τάδε εἶπε Κύριος· οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς, ὅτι πίνων πίεσαι· | |
|
13
|
|
| ὅτι κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα. | |
|
14
|
|
| ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε· συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον. | |
|
15
|
|
| μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις. | |
|
16
|
|
| ἡ παιγνία σου ἐνεχείρησέ σοι, ἰταμία καρδίας σου κατέλυσε τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε· | |
|
17
|
|
| καὶ ἔσται ἡ ᾿Ιδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ’ αὐτὴν συριεῖ. | |
|
18
|
|
| ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπε Κύριος παντοκράτωρ, οὐ μὴ καθίσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου. | |
|
19
|
|
| ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ ᾿Ιορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ’ αὐτὴν ἐπιστήσατε, ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; | |
|
20
|
|
| διὰ τοῦτο ἀκούσατε βουλὴν Κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν ᾿Ιδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμάν· ἐὰν μὴ συμψηθῶσι τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπ’ αὐτοὺς κατάλυσις αὐτῶν· | |
|
21
|
|
| ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη. | |
|
22
|
|
| ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ’ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς ᾿Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.