|
Κεφάλαιο 32
|
Chapter 32
|
|
1
|
|
| (Μασ. ΚΕ´, | |
|
38
|
38
|
| ) ῞Οσα ἐπροφήτευσεν ῾Ιερεμίας ἐπὶ πάντα τὰ ἔθνη. ΟΥΤΩΣ εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς, | He has forsaken his lair, as a lion: for their land is become desolate before the great sword. |
|
2
|
|
| καὶ πίονται καὶ ἐξεμοῦνται καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν. | |
|
3
|
|
| καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου καὶ ἐπότισα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ’ αὐτά, | |
|
4
|
|
| τὴν ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα καὶ βασιλεῖς ᾿Ιούδα καὶ ἄρχοντας αὐτοῦ τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν | |
|
5
|
|
| καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ | |
|
6
|
|
| καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πάντας τοὺς συμμείκτους καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, τὴν ᾿Ασκάλωνα καὶ τὴν Γάζαν καὶ τὴν ᾿Ακκάρων καὶ τὸ ἐπίλοιπον ᾿Αζώτου | |
|
7
|
|
| καὶ τὴν ᾿Ιδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς ᾿Αμμὼν | |
|
8
|
|
| καὶ βασιλεῖς Τύρου καὶ βασιλεῖς Σιδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης | |
|
9
|
|
| καὶ τὴν Δαιδὰν καὶ τὴν Θαιμὰν καὶ τὴν Ρῶς καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ | |
|
10
|
|
| καὶ πάντας τοὺς συμμείκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ | |
|
11
|
|
| καὶ πάντας βασιλεῖς Αἰλὰμ καὶ πάντας βασιλεῖς Περσῶν | |
|
12
|
|
| καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς. | |
|
13
|
|
| καὶ ἐρεῖς αὐτοῖς· οὕτως εἶπε Κύριος παντοκράτωρ· πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσετε καὶ πεσεῖσθε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν. | |
|
14
|
|
| καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· πιόντες πίεσθε· | |
|
15
|
15
|
| ὅτι ἐν πόλει, ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπ’ αὐτήν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς. | Thus said the Lord God of Israel; Take the cup of this unmixed wine from mine hand, and thou shalt cause all the nations to drink, to whom I send thee. |
|
16
|
16
|
| καὶ σὺ προφητεύσεις ἐπ’ αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς· Κύριος ἀφ’ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ αἰδὰδ ὥσπερ τρυγῶντες ἀποκριθήσονται· καὶ ἐπὶ καθημένους τὴν γῆν ἥκει ὄλεθρος | And they shall drink, and vomit, and be mad, because of the sword which I send among them. |
|
17
|
17
|
| ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος. | So I took the cup out of the Lord's hand, and caused the nations to whom the Lord sent me to drink: |
|
18
|
18
|
| οὕτως εἶπε Κύριος· ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ’ ἐσχάτου τῆς γῆς. | Jerusalem, and the cities of Juda, and the kings of Juda, and his princes, to make them a desert place, a desolation, and a hissing; |
|
19
|
19
|
| καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου ἐν ἡμέρᾳ Κυρίου, ἐκ μέρους τῆς γῆς, καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται. | and Pharao king of Egypt, and his servants, and his nobles, and all his people; |
|
20
|
20
|
| ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε· καὶ κόπτεσθε οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν, καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί· | and all the mingled people, and all the kings of the Philistines, and Ascalon, and Gaza, and Accaron, and the remnant of Azotus, |
|
21
|
21
|
| καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων. | and Idumea, and the land of Moab, and the children of Ammon, |
|
22
|
22
|
| φωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλόθρευσε Κύριος τὰ βοσκήματα αὐτῶν, | and the kings of Tyre, and the kings of Sidon, and the kings in the country beyond the sea, |
|
23
|
23
|
| καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου. | and Dædan, and Thæman, and Ros, and every one that is shaved round about the face, |
|
24
|
24
|
| ἐγκατέλιπεν ὥσπερ λέων κατάλειμμα αὐτοῦ, ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης. | and all the mingled people lodging in the wilderness, |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.