|
Κεφάλαιο 34
|
Chapter 34
|
|
1
|
|
| (Μασ. ΚΖ´, | |
|
2
|
2
|
| ΟΥΤΩΣ εἶπε Κύριος· ποίησον σεαυτῷ δεσμοὺς καὶ κλοιοὺς καὶ περίθου περὶ τὸν τράχηλόν σου· | Thus said the Lord; Make to thyself bonds and yokes, and put them about thy neck, |
|
3
|
3
|
| καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα ᾿Ιδουμαίας καὶ πρὸς βασιλέα Μωὰβ καὶ πρὸς βασιλέα υἱῶν ᾿Αμμὼν καὶ πρὸς τὸν βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς ῾Ιερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα. | and thou shalt send them to the king of Idumea, and to the king of Moab, and to the king of the children of Ammon, and to the king of Tyre, and to the king of Sidon, by the hands of their messengers that come to meet them at Jerusalem to Sedekias king of Juda. |
|
4
|
4
|
| καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν· | And thou shalt commission them to say to their lords, Thus said the Lord God of Israel; Thus shall ye say to your lords; |
|
5
|
5
|
| ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. | I have made the earth by my great power, and with my high arm, and I will give it to whomsoever it shall seem good in mine eyes. |
|
6
|
6
|
| ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ. | I gave the earth to Nabuchodonosor king of Babylon to serve him, and the wild beasts of the field to labour for him. |
|
8
|
8
|
| καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι ἐὰν μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπε Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ. | And the nation and kingdom, all that shall not put their neck under the yoke of the king of Babylon, with sword and famine will I visit them, saith the Lord, until they are consumed by his hand. |
|
9
|
9
|
| καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν φαρμακῶν ὑμῶν τῶν λεγόντων· οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος, | And hearken ye not to your false prophets, nor to them that divine to you, nor to them that foretel events by dreams to you, nor to your auguries, nor your sorcerers, that say, Ye shall by no means work for the king of Babylon: |
|
10
|
10
|
| ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν. | for they prophesy lies to you, to remove you far from your land. |
|
11
|
11
|
| καὶ τὸ ἔθνος, ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ, καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ. — | But the nation which shall put its neck under the yoke of the king of Babylon, and serve him, I will even leave it upon its land, and it shall serve him, and dwell in it. |
|
12
|
12
|
| Καὶ πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων· εἰσαγάγετε τὸν τράχηλον ὑμῶν | I spoke also to Sedekias king of Juda according to all these words, saying, Put your neck into the yoke, |
|
14
|
14
|
| καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν· | and serve the king of Babylon. For they prophesy unrighteous words to you, |
|
15
|
15
|
| ὅτι οὐκ ἀπέστειλα αὐτούς, φησὶ Κύριος, καὶ προφητεύουσι τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς, καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ προφητεύοντες ὑμῖν ἐπ’ ἀδίκῳ ψευδῆ. | for I sent them not, saith the Lord; and they prophesy in my name unjustly, that I might destroy you, and ye should perish, and your prophets, who unrighteously prophesy lies to you. |
|
16
|
16
|
| ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων· οὕτως εἶπε Κύριος· μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων· ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν, | I spoke to you, and to all this people, and to the priests, saying, Thus said the Lord; Hearken not to the words of the prophets that prophesy to you, saying, Behold, the vessels of the Lord's house shall return from Babylon: for they prophesy to you unrighteous words. I sent them not. |
|
17
|
|
| οὐκ ἀπέστειλα αὐτούς. | |
|
18
|
18
|
| εἰ προφῆταί εἰσι καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι· | If they are prophets, and if the word of the Lord is in them, let them meet me, for thus has the Lord said. |
|
19
|
19
|
| ὅτι οὕτως εἶπε Κύριος· καὶ τῶν ἐπιλοίπων σκευῶν, | And as for the remaining vessels, |
|
20
|
20
|
| ὧν οὐκ ἔλαβε βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισε τὸν ᾿Ιεχονίαν ἐξ ῾Ιερουσαλήμ, | which the king of Babylon took not, when he carried Jechonias prisoner out of Jerusalem, |
|
22
|
22
|
| εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει Κύριος. | they shall go into Babylon, saith the Lord. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.