|
Κεφάλαιο 44
|
Chapter 44
|
|
1
|
1
|
| (Μασ. ΛΖ´) ΚΑΙ ἐβασίλευσε Σεδεκίας υἱὸς ᾿Ιωσία ἀντὶ ᾿Ιωακείμ, ὃν ἐβασίλευσε Ναβουχοδονόσορ βασιλεύειν τοῦ ᾿Ιούδα· | And Sedekias the son of Josias reigned instead of Joakim, whom Nabuchodonosor appointed to reign over Juda. |
|
2
|
2
|
| καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ ῾Ιερεμίου. | And he and his servants and the people of the land hearkened not to the words of the Lord, which he spoke by Jeremias. |
|
3
|
3
|
| καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν ᾿Ιωάχαλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς ῾Ιερεμίαν λέγων· πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον. | And king Sedekias sent Joachal son of Selemias and Sophonias the priest son of Maasæas to Jeremias, saying, Pray now for us to the Lord. |
|
4
|
4
|
| καὶ ῾Ιερεμίας ἦλθε καὶ διῆλθε διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς τὸν οἶκον τῆς φυλακῆς. | Now Jeremias came and went through the midst of the city: for they had not put him into the house of the prison. |
|
5
|
5
|
| καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ ῾Ιερουσαλήμ. | And the host of Pharao was come forth out of Egypt; and the Chaldeans heard the report of them, and they went up from Jerusalem. |
|
6
|
6
|
| καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· | And the word of the Lord came to Jeremias, saying, |
|
7
|
7
|
| οὕτως εἶπε Κύριος· οὕτως ἐρεῖς πρὸς βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με· ἰδοὺ δύναμις Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου, | Thus said the Lord; Thus shalt thou say to the king of Juda who sent to thee, to seek me; Behold, the army of Pharao which is come forth to help you: they shall return to the land of Egypt: |
|
8
|
8
|
| καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι, καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί. | and the Chaldeans themselves shall turn again, and fight against this city, and take it, and burn it with fire. |
|
9
|
9
|
| ὅτι οὕτως εἶπε Κύριος· μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες· ἀποτρέχοντες ἀπελεύσονται ἀφ’ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσι· | For thus saith the Lord; Suppose not in your hearts, saying, The Chaldeans will certainly depart from us: for they shall not depart. |
|
10
|
10
|
| καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσί τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ, οὗτοι ἀναστήσονται καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρί. | And though ye should smite the whole host of the Chaldeans that fight against you, and there should be left a few wounded men, these should rise up each in his place, and burn this city with fire. |
|
11
|
11
|
| Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ ῾Ιερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραώ, | And it came to pass, when the host of the Chaldeans had gone up from Jerusalem for fear of the host of Pharao, |
|
12
|
12
|
| ἐξῆλθεν ῾Ιερεμίας ἀπὸ ῾Ιερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ. | that Jeremias went forth from Jerusalem to go into the land of Benjamin, to buy thence a property in the midst of the people. |
|
13
|
13
|
| καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμίν, καὶ ἐκεῖ ἄνθρωπος, παρ’ ᾧ κατέλυε, Σαρουΐα υἱὸς Σελεμίου, υἱοῦ ᾿Ανανίου, καὶ συνέλαβε τὸν ῾Ιερεμίαν λέγων· πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις; | And he was in the gate of Benjamin, and there was there a man with whom he lodged, Saruia the son of Selemias, the son of Ananias; and he caught Jeremias, saying, Thou art fleeing to the Chaldeans. |
|
14
|
14
|
| καὶ εἶπε· ψεῦδος, οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω. καὶ οὐκ εἰσήκουσεν αὐτοῦ καὶ συνέλαβε Σαρουΐα τὸν ῾Ιερεμίαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας. | And he said, It is false; I do not flee to the Chaldeans. But he hearkened not to him; and Saruia caught Jeremias, and brought him to the princes. |
|
15
|
15
|
| καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ ῾Ιερεμίαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν ᾿Ιωνάθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς. | And the princes were very angry with Jeremias, and smote him, and sent him into the house of Jonathan the scribe: for they had made this a prison. |
|
16
|
16
|
| καὶ ἦλθεν ῾Ιερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερὲθ καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς· | So Jeremias came into the dungeon, and into the cells, and he remained there many days. |
|
17
|
17
|
| καὶ ἀπέστειλε Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν, εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου, καὶ εἶπεν· ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ. | Then Sedekias sent, and called him; and the king asked him secretly, saying, Is there a word from the Lord? and he said, There is: thou shalt be delivered into the hands of the king of Babylon. |
|
18
|
18
|
| καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς; | And Jeremias said to the king, Wherein have I wronged thee, or thy servants, or this people, that thou puttest me in prison? |
|
19
|
19
|
| καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες· ὅτι οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; | And where are your prophets who prophesied to you saying, The king of Babylon shall not come against this land? |
|
20
|
20
|
| καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου, καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν ᾿Ιωνάθαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ; | Now therefore, my lord the king, let my supplication come before thy face: and why dost thou send me back to the house of Jonathan the scribe? and let me not on any account die there. |
|
21
|
21
|
| καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως. καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. | Then the king commanded, and they cast him into the prison, and gave him a loaf a day out of the place where they bake, until the bread failed out of the city. So Jeremias continued in the court of the prison. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.