|
Κεφάλαιο 41
|
Chapter 41
|
|
1
|
1
|
| (Μασ. ΛΔ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου (καὶ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις ᾿Ιούδα) λέγων· | The word that came to Jeremias from the Lord (now Nabuchodonosor king of Babylon, and all his army, and all the country of his dominion, were warring against Jerusalem, and against all the cities of Juda,) saying, |
|
2
|
2
|
| οὕτως εἶπε Κύριος· βάδισον πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα καὶ ἐρεῖς αὐτῷ· οὕτως εἶπε Κύριος· παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί· | Thus has the Lord said; Go to Sedekias king of Juda, and thou shalt say to him, Thus has the Lord said, This city shall certainly be delivered into the hands of the king of Babylon, and he shall take it, and shall burn it with fire: |
|
3
|
3
|
| καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήψει συλληφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ. | and thou shalt not escape out of his hand, but shalt certainly be taken, and shalt be given into his hands; and thine eyes shall see his eyes, and thou shalt enter into Babylon. |
|
4
|
4
|
| ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ ᾿Ιούδα· οὕτως λέγει Κύριος· | But hear the word of the Lord, O Sedekias king of Juda; Thus saith the Lord, |
|
5
|
5
|
| ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, οὐαὶ Κύριε, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπε Κύριος. | Thou shalt die in peace: and as they wept for thy fathers that reigned before thee, they shall weep also for thee, saying, Ah lord! and they shall lament for thee down to the grave: for I have spoken the word, said the Lord. |
|
6
|
6
|
| καὶ ἐλάλησεν ῾Ιερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν ῾Ιερουσαλήμ. | And Jeremias spoke to king Sedekias all these words in Jerusalem. |
|
7
|
7
|
| καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις ᾿Ιούδα, ἐπὶ Λαχὶς καὶ ἐπὶ ᾿Αζηκά, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν ᾿Ιούδα πόλεις ὀχυραί. | And the host of the king of Babylon warred against Jerusalem, and against the cities of Juda, and against Lachis, and against Azeca: for these strong cities were left among the cities of Juda. |
|
8
|
8
|
| ῾Ο λόγος ὁ γενόμενος πρὸς ᾿Ιερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν, | The word that came from the Lord to Jeremias, after king Sedekias had concluded a covenant with the people, to proclaim a release; |
|
9
|
9
|
| τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν ῾Εβραῖον καὶ τὴν ῾Εβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ ᾿Ιούδα· | that every one should set at liberty his servant, and every one his handmaid, the Hebrew man and Hebrew woman, that no man of Juda should be a bondman. |
|
10
|
10
|
| καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ καὶ ἐῶσαν | Then all the nobles, and all the people who had entered into the covenant, engaging to set free every one his man-servant, and every one his maid, turned, |
|
11
|
11
|
| αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. | and gave them over to be men-servants and maid-servants. |
|
12
|
12
|
| καὶ ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· | And the word of the Lord came to Jeremias, saying, |
|
13
|
13
|
| οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων· | Thus saith the Lord; I made a covenant with your fathers in the day wherein I took them out of the land of Egypt, out of the house of bondage, saying, |
|
14
|
14
|
| ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν ῾Εβραῖον, ὃς παραθήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. | When six years are accomplished, thou shalt set free thy brother the Hebrew, who shall be sold to thee: for he shall serve thee six years, and then thou shalt let him go free: but they hearkened not to me, and inclined not their ear. |
|
15
|
15
|
| καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ. | And this day they turned to do that which was right in my sight, to proclaim every one the release of his neighbour; and they had concluded a covenant before me, in the house whereon my name is called. |
|
16
|
16
|
| καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας. | But ye turned and profaned my name, to bring back every one his servant, and every one his handmaid, whom ye had sent forth free and at their own disposal, to be to you men-servants and maid-servants. |
|
17
|
17
|
| διὰ τοῦτο οὕτως εἶπε Κύριος· ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. | Therefore thus said the Lord; Ye have not hearkened to me, to proclaim a release every one to his neighbour: behold, I proclaim a release to you, to the sword, and to the pestilence, and to the famine; and I will give you up to dispersion among all the kingdoms of the earth. |
|
18
|
18
|
| καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον, ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ, | And I will give the men that have transgressed my covenant, who have not kept my covenant, which they made before me, the calf which they prepared to sacrifice with it, |
|
19
|
19
|
| τοὺς ἄρχοντας ᾿Ιούδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν, | the princes of Juda, and the men in power, and the priests, and the people; |
|
20
|
20
|
| καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. | I will even give them to their enemies, and their carcases shall be food for the birds of the sky and for the wild beasts of the earth. |
|
21
|
21
|
| καὶ τὸν Σεδεκίαν βασιλέα τῆς ᾿Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ’ αὐτῶν. | And I will give Sedekias king of Judea, and their princes, into the hands of their enemies, and the host of the king of Babylon shall come upon them that run away from them. |
|
22
|
22
|
| ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ’ αὐτὴν καὶ λήψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις ᾿Ιούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων. | Behold, I will give command, saith the Lord, and will bring them back to this land; and they shall fight against it, and take it, and burn it with fire, and the cities of Juda; and I will make them desolate without inhabitants. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.