|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΕΑΝ ἐπιστραφῇ ᾿Ισραήλ, λέγει Κύριος, πρός με ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ | If Israel will return to me, saith the Lord, he shall return: and if he will remove his abominations out of his mouth, and fear before me, and swear, |
|
2
|
2
|
| καὶ ὀμόσῃ· ζῇ Κύριος μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν ῾Ιερουσαλήμ. | The Lord lives, with truth, in judgment and righteousness, then shall nations bless by him, and by him they shall praise God in Jerusalem. |
|
3
|
3
|
| ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν ᾿Ιούδα καὶ τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ· νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ’ ἀκάνθαις. | For thus saith the Lord to the men of Juda, and to the inhabitants of Jerusalem, Break up fresh ground for yourselves, and sow not among thorns. |
|
4
|
4
|
| περιτμήθητε τῷ Θεῷ ὑμῶν καὶ περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλήμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. — | Circumcise yourselves to your God, and circumcise your hardness of heart, ye men of Juda, and inhabitants of Jerusalem: lest my wrath go forth as fire, and burn, and there be none to quench it, because of the evil of your devices. |
|
5
|
5
|
| ᾿Αναγγείλατε ἐν τῷ ᾿Ιούδᾳ, καὶ ἀκουσθήτω ἐν ῾Ιερουσαλήμ· εἴπατε· σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα· εἴπατε· συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις. | Declare ye in Juda, and let it be heard in Jerusalem: say ye, Sound the trumpet in the land; cry ye aloud: say ye, Gather yourselves together, and let us enter into the fortified cities. |
|
6
|
6
|
| ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην. | Gather up your wares and flee to Sion: hasten, stay not: for I will bring evils from the north, and great destruction. |
|
7
|
7
|
| ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ αἱ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. | The lion is gone up from his lair, he has roused himself to the destruction of the nations, and has gone forth out of his place, to make the land desolate; and the cities shall be destroyed, so as to be without inhabitant. |
|
8
|
8
|
| ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφ’ ὑμῶν. | For these things gird yourselves with sackclothes, and lament, and howl: for the anger of the Lord is not turned away from you. |
|
9
|
9
|
| καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται. | And it shall come to pass in that day, saith the Lord, that the heart of the king shall perish, and the heart of the princes; and the priests shall be amazed, and the prophets shall wonder. |
|
10
|
10
|
| καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν ῾Ιερουσαλὴμ λέγων· εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν. | And I said, O sovereign Lord, verily thou hast greatly deceived this people and Jerusalem, saying, There shall be peace; whereas behold, the sword has reached even to their soul. |
|
11
|
11
|
| ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ καὶ τῇ ῾Ιερουσαλήμ· πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδ’ εἰς ἅγιον. | At that time they shall say to this people and to Jerusalem, There is a spirit of error in the wilderness: the way of the daughter of my people is not to purity, nor to holiness. |
|
12
|
12
|
| πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματά μου πρὸς αὐτούς. | But a spirit of full vengeance shall come upon me; and now I declare my judgments against them. |
|
13
|
13
|
| ἰδοὺ ὡς νεφέλη ἀναβήσεται καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν. | Behold, he shall come up as a cloud, and his chariots as a tempest: his horses are swifter than eagles. Woe unto us! for we are in misery. |
|
14
|
14
|
| ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ῾Ιερουσαλήμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; | Cleanse thine heart from wickedness, O Jerusalem, that thou mayest be saved: how long will thy grievous thoughts be within thee? |
|
15
|
15
|
| διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους ᾿Εφραίμ. | For a voice of one publishing from Dan shall come, and trouble out of mount Ephraim shall be heard of. |
|
16
|
16
|
| ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν ῾Ιερουσαλήμ, συντροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις ᾿Ιούδα φωνὴν αὐτῶν. | Remind ye the nations; behold, they are come: proclaim it in Jerusalem, that bands are approaching from a land afar off, and have uttered their voice against the cities of Juda. |
|
17
|
17
|
| ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ’ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. | As keepers of a field, they have surrounded her; because thou, saith the Lord, hast neglected me. |
|
18
|
18
|
| αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου. | Thy ways and thy devices have brought these things upon thee; this is thy wickedness, for it is bitter, for it has reached to thy heart. |
|
19
|
19
|
| τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου. | I am pained in my bowels, my bowels, and the sensitive powers of my heart; my soul is in great commotion, my heart is torn: I will not be silent, for my soul has heard the sound of a trumpet, the cry of war, and of distress: it calls on destruction; |
|
20
|
20
|
| καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ· ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ δέρρεις μου. | for all the land is distressed: suddenly my tabernacle is distressed, my curtains have been rent asunder. |
|
21
|
21
|
| ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων; | How long shall I see fugitives, and hear the sound of the trumpet? |
|
22
|
22
|
| διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοί· σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν. | For the princes of my people have not known me, they are foolish and unwise children: they are wise to do evil, but how to do good they have not known. |
|
23
|
23
|
| ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ· | I looked upon the earth, and, behold, it was not; and to the sky, and there was no light in it. |
|
24
|
24
|
| εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους· | I beheld the mountains, and they trembled, and I saw all the hills in commotion. |
|
25
|
25
|
| ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο· | I looked, and, behold, there was no man, and all the birds of the sky were scared. |
|
26
|
26
|
| εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν. | I saw, and, behold, Carmel was desert, and all the cities were burnt with fire at the presence of the Lord, and at the presence of his fierce anger they were utterly destroyed. |
|
27
|
27
|
| τάδε λέγει Κύριος· ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω. | Thus saith the Lord, The whole land shall be desolate; but I will not make a full end. |
|
28
|
28
|
| ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ’ αὐτῆς. | For these things let the earth mourn, and let the sky be dark above: for I have spoken, and I will not repent; I have purposed, and I will not turn back from it. |
|
29
|
29
|
| ἀπὸ φωνῆς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησε πᾶσα ἡ χώρα· εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείφθη, οὐ κατοικεῖ ἐν αὐταῖς ἄνθρωπος. | The whole land has recoiled from the noise of the horseman and the bent bow; they have gone into the caves, and have hidden themselves in the groves, and have gone up upon the rocks: every city was abandoned, no man dwelt in them. |
|
30
|
30
|
| καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ, ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου; εἰ μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν. | And what wilt thou do? Though thou clothe thyself with scarlet, and adorn thyself with golden ornaments; though thou adorn thine eyes with stibium, thy beauty will be in vain: thy lovers have rejected thee, they seek thy life. |
|
31
|
31
|
| ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα, τοῦ στεναγμοῦ σου ὡς πρωτοτοκούσης, φωνὴ θυγατρὸς Σιών· ἐκλυθήσεται καὶ παρήσει τὰς χεῖρας αὐτῆς· οἴμοι ἐγώ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις. | For I have heard thy groaning as the voice of a woman in travail, as of her that brings forth her first child; the voice of the daughter of Zion shall fail through weakness, and she shall lose the strength of her hands, saying, Woe is me! for my soul faints because of the slain. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.