|
Κεφάλαιο 118
|
Psalm 118
|
|
1
|
1
|
| ᾿Αλληλούϊα. ΜΑΚΑΡΙΟΙ οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. | Alleluia. Blessed are the blameless in the way, who walk in the law of the Lord. |
|
2
|
2
|
| μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. | Blessed are they that search out his testimonies: they will diligently seek him with the whole heart. |
|
3
|
3
|
| οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. | For they that work iniquity have not walked in his ways. |
|
4
|
4
|
| σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα. | Thou hast commanded us diligently to keep thy precepts. |
|
5
|
5
|
| ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. | O that my ways were directed to keep thine ordinances. |
|
6
|
6
|
| τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. | Then shall I not be ashamed, when I have respect to all thy commandments. |
|
7
|
7
|
| ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. | I will give thee thanks with uprightness of heart, when I have learnt the judgments of thy righteousness. |
|
8
|
8
|
| τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. — | I will keep thine ordinances: O forsake me not greatly. |
|
9
|
9
|
| ᾿Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. | Wherewith shall a young man direct his way? by keeping thy words. |
|
10
|
10
|
| ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. | With my whole heart have I diligently sought thee: cast me not away from thy commandments. |
|
11
|
11
|
| ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. | I have hidden thine oracles in my heart, that I might not sin against thee. |
|
12
|
12
|
| εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. | Blessed art thou, O Lord: teach me thine ordinances. |
|
13
|
13
|
| ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. | With my lips have I declared all the judgments of thy mouth. |
|
14
|
14
|
| ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. | I have delighted in the way of thy testimonies, as much as in all riches. |
|
15
|
15
|
| ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. | I will meditate on thy commandments, and consider thy ways. |
|
16
|
16
|
| ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. — | I will meditate on thine ordinances: I will not forget thy words. |
|
17
|
17
|
| ᾿Ανταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. | Render a recompence to thy servant: so shall I live, and keep thy words. |
|
18
|
18
|
| ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. | Unveil thou mine eyes, and I shall perceive wondrous things out of thy law. |
|
19
|
19
|
| πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου. | I am a stranger in the earth: hide not thy commandments from me. |
|
20
|
20
|
| ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. | My soul has longed exceedingly for thy judgments at all times. |
|
21
|
21
|
| ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. | Thou hast rebuked the proud: cursed are they that turn aside from thy commandments. |
|
22
|
22
|
| περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. | Remove from me reproach and contempt; for I have sought out thy testimonies. |
|
23
|
23
|
| καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. | For princes sat and spoke against me: but thy servant was meditating on thine ordinances. |
|
24
|
24
|
| καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. — | For thy testimonies are my meditation, and thine ordinances are my counsellors. |
|
25
|
25
|
| ᾿Εκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. | My soul has cleaved to the ground; quicken thou me according to thy word. |
|
26
|
26
|
| τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. | I declared my ways, and thou didst hear me; teach me thine ordinances. |
|
27
|
27
|
| ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. | Instruct me in the way of thine ordinances; and I will meditate on thy wondrous works. |
|
28
|
28
|
| ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. | My soul has slumbered for sorrow; strengthen thou me with thy words. |
|
29
|
29
|
| ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. | Remove from me the way of iniquity; and be merciful to me by thy law. |
|
30
|
30
|
| ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. | I have chosen the way of truth; and have not forgotten thy judgments. |
|
31
|
31
|
| ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. | I have cleaved to thy testimonies, O Lord; put me not to shame. |
|
32
|
32
|
| ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.— | I ran the way of thy commandments, when thou didst enlarge my heart. |
|
33
|
33
|
| Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. | Teach me, O Lord, the way of thine ordinances, and I will seek it out continually. |
|
34
|
34
|
| συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. | Instruct me, and I will search out thy law, and will keep it with my whole heart. |
|
35
|
35
|
| ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. | Guide me in the path of thy commandments; for I have delighted in it. |
|
36
|
36
|
| κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. | Incline mine heart to thy testimonies, and not to covetousness. |
|
37
|
37
|
| ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. | Turn away mine eyes that I may not behold vanity: quicken thou me in thy way. |
|
38
|
38
|
| στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. | Confirm thine oracle to thy servant, that he may fear thee. |
|
39
|
39
|
| περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά. | Take away my reproach which I have feared: for thy judgments are good. |
|
40
|
40
|
| ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. — | Behold, I have desired thy commandments: quicken me in thy righteousness. |
|
41
|
41
|
| Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. | And let thy mercy come upon me, O Lord; even thy salvation, according to thy word. |
|
42
|
42
|
| καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. | And so I shall render an answer to them that reproach me: for I have trusted in thy words. |
|
43
|
43
|
| καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. | And take not the word of truth utterly out of my mouth; for I have hoped in thy judgments. |
|
44
|
44
|
| καὶ φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | So shall I keep thy law continually, for ever and ever. |
|
45
|
45
|
| καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. | I walked also at large: for I sought out thy commandments. |
|
46
|
46
|
| καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. | And I spoke of thy testimonies before kings, and was not ashamed. |
|
47
|
47
|
| καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. | And I meditated on thy commandments, which I loved exceedingly. |
|
48
|
48
|
| καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. — | And I lifted up my hands to thy commandments which I loved; and I meditated in thine ordinances. |
|
49
|
49
|
| Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. | Remember thy words to thy servant, wherein thou hast made me hope. |
|
50
|
50
|
| αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. | This has comforted me in mine affliction: for thine oracle has quickened me. |
|
51
|
51
|
| ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. | The proud have transgressed exceedingly; but I swerved not from thy law. |
|
52
|
52
|
| ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. | I remembered thy judgments of old, O Lord; and was comforted. |
|
53
|
53
|
| ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. | Despair took hold upon me, because of the sinners who forsake thy law. |
|
54
|
54
|
| ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. | Thine ordinances were my songs in the place of my sojourning. |
|
55
|
55
|
| ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. | I remembered thy name, O Lord, in the night, and kept thy law. |
|
56
|
56
|
| αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. — | This I had, because I diligently sought thine ordinances. |
|
57
|
57
|
| Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. | Thou art my portion, O Lord: I said that I would keep thy law. |
|
58
|
58
|
| ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. | I besought thy favour with my whole heart: have mercy upon me according to thy word. |
|
59
|
59
|
| διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. | I thought on thy ways, and turned my feet to thy testimonies. |
|
60
|
60
|
| ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. | I prepared myself, (and was not terrified,) to keep thy commandments. |
|
61
|
61
|
| σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. | The snares of sinners entangled me: but I forgot not thy law. |
|
62
|
62
|
| μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. | At midnight I arose, to give thanks to thee for the judgments of thy righteousness. |
|
63
|
63
|
| μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. | I am a companion of all them that fear thee, and of them that keep thy commandments. |
|
64
|
64
|
| τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. — | O Lord, the earth is full of thy mercy: teach me thine ordinances. |
|
65
|
65
|
| Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. | Thou hast wrought kindly with thy servant, O Lord, according to thy word. |
|
66
|
66
|
| χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. | Teach me kindness, and instruction, and knowledge: for I have believed thy commandments. |
|
67
|
67
|
| πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. | Before I was afflicted, I transgressed; therefore have I kept thy word. |
|
68
|
68
|
| χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. | Good art thou, O Lord; therefore in thy goodness teach me thine ordinances. |
|
69
|
69
|
| ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. | The injustice of the proud has been multiplied against me: but I will search out thy commandments with all my heart. |
|
70
|
70
|
| ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. | Their heart has been curdled like milk; but I have meditated on thy law. |
|
71
|
71
|
| ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. | It is good for me that thou hast afflicted me; that I might learn thine ordinances. |
|
72
|
72
|
| ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. — | The law of thy mouth is better to me than thousands of gold and silver. |
|
73
|
73
|
| Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. | Thy hands have made me, and fashioned me: instruct me, that I may learn thy commandments. |
|
74
|
74
|
| οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. | They that fear thee will see me and rejoice: for I have hoped in thy words. |
|
75
|
75
|
| ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. | I know, O Lord, that thy judgments are righteousness, and that thou in truthfulness hast afflicted me. |
|
76
|
76
|
| γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. | Let, I pray thee, thy mercy be to comfort me, according to thy word to thy servant. |
|
77
|
77
|
| ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. | Let thy compassions come to me, that I may live: for thy law is my meditation. |
|
78
|
78
|
| αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. | Let the proud be ashamed; for they transgressed against me unjustly: but I will meditate in thy commandments. |
|
79
|
79
|
| ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. | Let those that fear thee, and those that know thy testimonies, turn to me. |
|
80
|
80
|
| γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. — | Let mine heart be blameless in thine ordinances, that I may not be ashamed. |
|
81
|
81
|
| ᾿Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. | My soul faints for thy salvation: I have hoped in thy words. |
|
82
|
82
|
| ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με; | Mine eyes failed in waiting for thy word, saying, When wilt thou comfort me? |
|
83
|
83
|
| ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. | For I am become as a bottle in the frost: yet I have not forgotten thine ordinances. |
|
84
|
84
|
| πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; | How many are the days of thy servant? when wilt thou execute judgment for me on them that persecute me? |
|
85
|
85
|
| διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε. | Transgressors told me idle tales; but not according to thy law, O Lord. |
|
86
|
86
|
| πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. | All thy commandments are truth; they persecuted me unjustly; help thou me. |
|
87
|
87
|
| παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. | They nearly made an end of me in the earth; but I forsook not thy commandments. |
|
88
|
88
|
| κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. — | Quicken me according to thy mercy; so shall I keep the testimonies of thy mouth. |
|
89
|
89
|
| Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. | Thy word, O Lord, abides in heaven for ever. |
|
90
|
90
|
| εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. | Thy truth endures to all generations; thou hast founded the earth, and it abides. |
|
91
|
91
|
| τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. | The day continues by thy arrangement; for all things are thy servants. |
|
92
|
92
|
| εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. | Were it not that thy law is my meditation, then I should have perished in mine affliction. |
|
93
|
93
|
| εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. | I will never forget thine ordinances; for with them thou hast quickened me. |
|
94
|
94
|
| σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. | I am thine, save me; for I have sought out thine ordinances. |
|
95
|
95
|
| ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. | Sinners laid wait for me to destroy me; but I understood thy testimonies. |
|
96
|
96
|
| πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. — | I have seen an end of all perfection; but thy commandment is very broad. |
|
97
|
97
|
| ῾Ως ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. | How I have loved thy law, O Lord! it is my meditation all the day. |
|
98
|
98
|
| ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. | Thou hast made me wiser than mine enemies in thy commandment; for it is mine for ever. |
|
99
|
99
|
| ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. | I have more understanding than all my teachers; for thy testimonies are my meditation. |
|
100
|
100
|
| ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. | I understand more than the aged; because I have sought out thy commandments. |
|
101
|
101
|
| ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. | I have kept back my feet from every evil way, that I might keep thy words. |
|
102
|
102
|
| ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. | I have not declined from thy judgments; for thou hast instructed me. |
|
103
|
103
|
| ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. | How sweet are thine oracles to my throat! more so than honey to my mouth! |
|
104
|
104
|
| ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. — | I gain understanding by thy commandments: therefore I have hated every way of unrighteousness. |
|
105
|
105
|
| Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. | Thy law is a lamp to my feet, and a light to my paths. |
|
106
|
106
|
| ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. | I have sworn and determined to keep the judgments of thy righteousness. |
|
107
|
107
|
| ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. | I have been very greatly afflicted, O Lord: quicken me, according to thy word. |
|
108
|
108
|
| τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. | Accept, I pray thee, O Lord, the freewill-offerings of my mouth, and teach me thy judgments. |
|
109
|
109
|
| ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. | My soul is continually in thine hands; and I have not forgotten thy law. |
|
110
|
110
|
| ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. | Sinners spread a snare for me; but I erred not from thy commandments. |
|
111
|
111
|
| ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. | I have inherited thy testimonies for ever; for they are the joy of my heart. |
|
112
|
112
|
| ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. — | I have inclined my heart to perform thine ordinances for ever, in return for thy mercies. |
|
113
|
113
|
| Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. | I have hated transgressors; but I have loved thy law. |
|
114
|
114
|
| βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. | Thou art my helper and my supporter; I have hoped in thy words. |
|
115
|
115
|
| ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. | Depart from me, ye evil-doers; for I will search out the commandments of my God. |
|
116
|
116
|
| ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. | Uphold me according to thy word, and quicken me; and make me not ashamed of my expectation. |
|
117
|
117
|
| βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. | Help me, and I shall be saved; and I will meditate in thine ordinances continually. |
|
118
|
118
|
| ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. | Thou hast brought to nought all that depart from thine ordinances; for their inward thought is unrighteous. |
|
119
|
119
|
| παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. | I have reckoned all the sinners of the earth as transgressors; therefore have I loved thy testimonies. |
|
120
|
120
|
| καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. — | Penetrate my flesh with thy fear; for I am afraid of thy judgments. |
|
121
|
121
|
| ᾿Εποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. | I have done judgment and justice; deliver me not up to them that injure me. |
|
122
|
122
|
| ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. | Receive thy servant for good: let not the proud accuse me falsely. |
|
123
|
123
|
| οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. | Mine eyes have failed for thy salvation, and for the word of thy righteousness. |
|
124
|
124
|
| ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. | Deal with thy servant according to thy mercy, and teach me thine ordinances. |
|
125
|
125
|
| δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. | I am thy servant; instruct me, and I shall know thy testimonies. |
|
126
|
126
|
| καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. | It is time for the Lord to work: they have utterly broken thy law. |
|
127
|
127
|
| διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. | Therefore have I loved thy commandments more than gold, or the topaz. |
|
128
|
128
|
| διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. — | Therefore I directed myself according to all thy commandments: I have hated every unjust way. |
|
129
|
129
|
| Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. | Thy testimonies are wonderful: therefore my soul has sought them out. |
|
130
|
130
|
| ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. | The manifestation of thy words will enlighten, and instruct the simple. |
|
131
|
131
|
| τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. | I opened my mouth, and drew breath: for I earnestly longed after thy commandments. |
|
132
|
132
|
| ᾿Επίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. | Look upon me and have mercy upon me, after the manner of them that love thy name. |
|
133
|
133
|
| τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. | Order my steps according to thy word: and let not any iniquity have dominion over me. |
|
134
|
134
|
| λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. | Deliver me from the false accusation of men: so will I keep thy commandments. |
|
135
|
135
|
| τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. | Cause thy face to shine upon thy servant: and teach me thine ordinances. |
|
136
|
136
|
| διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. — | Mine eyes have been bathed in streams of water, because I kept not thy law. |
|
137
|
137
|
| Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. | Righteous art thou, O Lord, and upright are thy judgments. |
|
138
|
138
|
| ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. | Thou hast commanded righteousness and perfect truth, as thy testimonies. |
|
139
|
139
|
| ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. | Thy zeal has quite wasted me: because mine enemies have forgotten thy words. |
|
140
|
140
|
| πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. | Thy word has been very fully tried; and thy servant loves it. |
|
141
|
141
|
| νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. | I am young and despised: yet I have not forgotten thine ordinances. |
|
142
|
142
|
| ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. | Thy righteousness is an everlasting righteousness, and thy law is truth. |
|
143
|
143
|
| θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. | Afflictions and distresses found me: but thy commandments were my meditation. |
|
144
|
144
|
| δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. — | Thy testimonies are an everlasting righteousness: instruct me, and I shall live. |
|
145
|
145
|
| ᾿Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. | I cried with my whole heart; hear me, O Lord: I will search out thine ordinances. |
|
146
|
146
|
| ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. | I cried to thee; save me, and I will keep thy testimonies. |
|
147
|
147
|
| προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. | I arose before the dawn, and cried: I hoped in thy words. |
|
148
|
148
|
| προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. | Mine eyes prevented the dawn, that I might meditate on thine oracles. |
|
149
|
149
|
| τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. | Hear my voice, O Lord, according to thy mercy; quicken me according to thy judgment. |
|
150
|
150
|
| προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. | They have drawn nigh who persecuted me unlawfully; and they are far removed from thy law. |
|
151
|
151
|
| ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. | Thou art near, O Lord; and all thy ways are truth. |
|
152
|
152
|
| κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. — | I have known of old concerning thy testimonies, that thou hast founded them for ever. |
|
153
|
153
|
| ῎Ιδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. | Look upon mine affliction, and rescue me; for I have not forgotten thy law. |
|
154
|
154
|
| κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. | Plead my cause, and ransom me: quicken me because of thy word. |
|
155
|
155
|
| μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. | Salvation is far from sinners: for they have not searched out thine ordinances. |
|
156
|
156
|
| οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με. | Thy mercies, O Lord, are many: quicken me according to thy judgment. |
|
157
|
157
|
| πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. | Many are they that persecute me and oppress me: but I have not declined from thy testimonies. |
|
158
|
158
|
| εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. | I beheld men acting foolishly, and I pined away; for they kept not thine oracles. |
|
159
|
159
|
| ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. | Behold, I have loved thy commandments, O Lord: quicken me in thy mercy. |
|
160
|
160
|
| ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. — | The beginning of thy words is truth; and all the judgments of thy righteousness endure for ever. |
|
161
|
161
|
| ῎Αρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. | Princes persecuted me without a cause, but my heart feared because of thy words. |
|
162
|
162
|
| ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. | I will exult because of thine oracles, as one that finds much spoil. |
|
163
|
163
|
| ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. | I hate and abhor unrighteousness; but I love thy law. |
|
164
|
164
|
| ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. | Seven times in a day have I praised thee because of the judgments of thy righteousness. |
|
165
|
165
|
| εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. | Great peace have they that love thy law: and there is no stumbling-block to them. |
|
166
|
166
|
| προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. | I waited for thy salvation, O Lord, and have loved thy commandments. |
|
167
|
167
|
| ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα. | My soul has kept thy testimonies, and loved them exceedingly. |
|
168
|
168
|
| ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. — | I have kept thy commandments and thy testimonies; for all my ways are before thee, O Lord. |
|
169
|
169
|
| ᾿Εγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. | Let my supplication come near before thee, O Lord; instruct me according to thine oracle. |
|
170
|
170
|
| εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. | Let my petition come in before thee, O Lord; deliver me according to thine oracle. |
|
171
|
171
|
| ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. | Let my lips utter a hymn, when thou shalt have taught me thine ordinances. |
|
172
|
172
|
| φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. | Let my tongue utter thine oracles; for all thy commandments are righteous. |
|
173
|
173
|
| γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. | Let thine hand be prompt to save me; for I have chosen thy commandments. |
|
174
|
174
|
| ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι. | I have longed after thy salvation, O Lord; and thy law is my meditation. |
|
175
|
175
|
| ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. | My soul shall live, and shall praise thee; and thy judgments shall help me. |
|
176
|
176
|
| ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. | I have gone astray like a lost sheep; seek thy servant; for I have not forgotten thy commandments. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.