|
Κεφάλαιο 68
|
Psalm 68
|
|
1
|
1
|
| Εἰς τὸ τέλος· ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυΐδ. | For the end, a Psalm of David, for alternate strains. |
|
2
|
2
|
| ΣΩΣΟΝ με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. | Save me, O God; for the waters have come in to my soul. |
|
3
|
3
|
| ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με. | I am stuck fast in deep mire, and there is no standing: I am come in to the depths of the sea, and a storm has overwhelmed me. |
|
4
|
4
|
| ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου. | I am weary of crying, my throat has become hoarse; mine eyes have failed by my waiting on my God. |
|
5
|
5
|
| ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον. | They that hate me without a cause are more than the hairs of my head: my enemies that persecute me unrighteously are strengthened: then I restored that which I took not away. |
|
6
|
6
|
| ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. | O God, thou knowest my foolishness; and my transgressions are not hidden from thee. |
|
7
|
7
|
| μὴ αἰσχυνθείησαν ἐπ᾿ ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ᾿ ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ ᾿Ισραήλ, | Let not them that wait on thee, O Lord of hosts, be ashamed on my account: let not them that seek thee, be ashamed on my account, O God of Israel. |
|
8
|
8
|
| ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. | For I have suffered reproach for thy sake; shame has covered my face. |
|
9
|
9
|
| ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου, | I became strange to my brethren, and a stranger to my mother's children. |
|
10
|
10
|
| ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. | For the zeal of thine house has eaten me up; and the reproaches of them that reproached thee are fallen upon me. |
|
11
|
11
|
| καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· | And I bowed down my soul with fasting, and that was made my reproach. |
|
12
|
12
|
| καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. | And I put on sackcloth for my covering; and I became a proverb to them. |
|
13
|
13
|
| κατ᾿ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον. | They that sit in the gate talked against me, and they that drank wine sang against me. |
|
14
|
14
|
| ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε· καιρὸς εὐδοκίας, ὁ Θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. | But I will cry to thee, O Lord, in my prayer; O God, it is a propitious time: in the multitude of thy mercy hear me, in the truth of thy salvation. |
|
15
|
15
|
| σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. | Save me from the mire, that I stick not in it: let me be delivered from them that hate me, and from the deep waters. |
|
16
|
16
|
| μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ᾿ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. | Let not the waterflood drown me, nor let the deep swallow me up; neither let the well shut its mouth upon me. |
|
17
|
17
|
| εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾿ ἐμέ. | Hear me, O Lord; for thy mercy is good: according to the multitude of thy compassions look upon me. |
|
18
|
18
|
| μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. | And turn not away thy face from thy servant; for I am afflicted: hear me speedily. |
|
19
|
19
|
| πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ρῦσαί με. | Draw nigh to my soul and redeem it: deliver me because of mine enemies. |
|
20
|
20
|
| σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με. | For thou knowest my reproach, and my shame, and my confusion; all that afflict me are before thee. |
|
21
|
21
|
| ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. | My soul has waited for reproach and misery; and I waited for one to grieve with me, but there was none; and for one to comfort me, but I found none. |
|
22
|
22
|
| καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. | They gave me also gall for my food, and made me drink vinegar for my thirst. |
|
23
|
23
|
| γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. | Let their table before them be for a snare, and for a recompence, and for a stumbling-block. |
|
24
|
24
|
| σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. | Let their eyes be darkened that they should not see; and bow down their back continually. |
|
25
|
25
|
| ἔκχεον ἐπ᾿ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. | Pour out thy wrath upon them, and let the fury of thine anger take hold on them. |
|
26
|
26
|
| γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· | Let their habitation be made desolate; and let there be no inhabitant in their tents: |
|
27
|
27
|
| ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. | because they persecuted him whom thou hast smitten; and they have added to the grief of my wounds. |
|
28
|
28
|
| πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· | Add iniquity to their iniquity; and let them not come into thy righteousness. |
|
29
|
29
|
| ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. | Let them be blotted out of the book of the living, and let them not be written with the righteous. |
|
30
|
30
|
| πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου. | I am poor and sorrowful; but the salvation of thy countenance has helped me. |
|
31
|
31
|
| αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ᾿ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, | I will praise the name of my God with a song, I will magnify him with praise; |
|
32
|
32
|
| καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. | and this shall please God more than a young calf having horns and hoofs. |
|
33
|
33
|
| ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, | Let the poor see and rejoice; seek the Lord diligently, and ye shall live. |
|
34
|
34
|
| ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. | For the Lord hears the poor, and does not set at nought his fettered ones. |
|
35
|
35
|
| αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ. | Let the heavens and the earth praise him, the sea, and all things moving in them. |
|
36
|
36
|
| ὅτι ὁ Θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς ᾿Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· | For God will save Sion, and the cities of Judea shall be built; and men shall dwell there, and inherit it. |
|
37
|
37
|
| καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ. | And the seed of his servants shall possess it, and they that love his name shall dwell therein. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.