|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΚΑΙ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου, καὶ ἤκουσε Κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς. | And the people murmured sinfully before the Lord; and the Lord heard them and was very angry; and fire was kindled among them from the Lord, and devoured a part of the camp. |
|
2
|
2
|
| καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν, καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. | And the people cried to Moses: and Moses prayed to the Lord, and the fire was quenched. |
|
3
|
3
|
| καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ᾿Εμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς παρὰ Κυρίου. | And the name of that place was called Burning; for a fire was kindled among them from the Lord. |
|
4
|
4
|
| Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ ᾿Ισραὴλ καὶ εἶπαν· τίς ἡμᾶς ψωμιεῖ κρέα; | And the mixed multitude among them lusted exceedingly; and they and the children of Israel sat down and wept and said, Who shall give us flesh to eat? |
|
5
|
5
|
| ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ τοὺς σικύους καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα· | We remember the fish, which we ate in Egypt freely; and the cucumbers, and the melons, and the leeks, and the garlic, and the onions. |
|
6
|
6
|
| νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν· | But now our soul is dried up; our eyes turn to nothing but to the manna. |
|
7
|
7
|
| τὸ δὲ μάννα ὡσεὶ σπέρμα κορίου ἐστί, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου· | And the manna is as coriander seed, and the appearance of it the appearance of hoarfrost. |
|
8
|
8
|
| καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυΐᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας, καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου· | And the people went through the field, and gathered, and ground it in the mill, or pounded it in a mortar, and baked it in a pan, and made cakes of it; and the sweetness of it was as the taste of wafer made with oil. |
|
9
|
9
|
| καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός, κατέβαινε τὸ μάννα ἐπ’ αὐτῆς. | And when the dew came upon the camp by night, the manna came down upon it. |
|
10
|
10
|
| καὶ ἤκουσε Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα, καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν. | And Moses heard them weeping by their families, every one in his door: and the Lord was very angry; and the thing was evil in the sight of Moses. |
|
11
|
11
|
| καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διατί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἐμέ; | And Moses said to the Lord, Why hast thou afflicted thy servant, and why have I not found grace in thy sight, that thou shouldest lay the weight of this people upon me? |
|
12
|
12
|
| μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτούς, ὅτι λέγεις μοι, λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν; | Have I conceived all this people, or have I born them? that thou sayest to me, Take them into thy bosom, as a nurse would take her suckling, into the land which thou swarest to their fathers? |
|
13
|
13
|
| πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπ’ ἐμοί, λέγοντες· δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν. | Whence have I flesh to give to all this people? for they weep to me, saying, Give us flesh, that we may eat. |
|
14
|
14
|
| οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστι τὸ ρῆμα τοῦτο. | I shall not be able to bear this people alone, for this thing is too heavy for me. |
|
15
|
15
|
| εἰ δ’ οὕτω σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου. | And if thou doest thus to me, slay me utterly, if I have found favour with thee, that I may not see my affliction. |
|
16
|
16
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων ᾿Ισραήλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν. καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ. | And the Lord said to Moses, Gather me seventy men from the elders of Israel, whom thou thyself knowest that they are the elders of the people, and their scribes; and thou shalt bring them to the tabernacle of witness, and they shall stand there with thee. |
|
17
|
17
|
| καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ’ αὐτούς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος. | And I will go down, and speak there with thee; and I will take of the spirit that is upon thee, and will put it upon them; and they shall bear together with thee the burden of the people, and thou shalt not bear them alone. |
|
18
|
18
|
| καὶ τῷ λαῷ ἐρεῖς· ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἔναντι Κυρίου λέγοντες· τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ. καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα. | And to the people thou shalt say, Purify yourselves for the morrow, and ye shall eat flesh; for ye wept before the Lord, saying, Who shall give us flesh to eat? for it was well with us in Egypt: and the Lord shall allow you to eat flesh, and ye shall eat flesh. |
|
19
|
19
|
| οὐχ ἡμέραν μίαν φάγεσθε, οὐδὲ δύο, οὐδὲ πέντε ἡμέρας, οὐδὲ δέκα ἡμέρας, οὐδὲ εἴκοσιν ἡμέρας. | Ye shall not eat one day, nor two, nor five days, nor ten days, nor twenty days; |
|
20
|
20
|
| ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν. καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες· ἱνατί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου; | ye shall eat for a full month, until the flesh come out at your nostrils; and it shall be nausea to you, because ye disobeyed the Lord, who is among you, and wept before him, saying, What had we to do to come out of Egypt? |
|
21
|
21
|
| καὶ εἶπε Μωυσῆς· ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς. καὶ σὺ εἶπας, κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν. | And Moses said, The people among whom I am are six hundred thousand footmen; and thou saidst, I will give them flesh to eat, and they shall eat a whole month. |
|
22
|
22
|
| μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; | Shall sheep and oxen be slain for them, and shall it suffice them? or shall all the fish of the sea be gathered together for them, and shall it suffice them? |
|
23
|
23
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ. | And the Lord said to Moses, Shall not the hand of the Lord be fully sufficient? now shalt thou know whether my word shall come to pass to thee or not. |
|
24
|
24
|
| καὶ ἐξῆλθε Μωυσῆς καὶ ἐλάλησε πρὸς τὸν λαὸν τὰ ρήματα Κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς. | And Moses went out, and spoke the words of the Lord to the people; and he gathered seventy men of the elders of the people, and he set them round about the tabernacle. |
|
25
|
25
|
| καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ’ αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπ’ αὐτούς, καὶ ἐπροφήτευσαν καὶ οὐκ ἔτι προσέθεντο. | And the Lord came down in a cloud, and spoke to him, and took of the spirit that was upon him, and put it upon the seventy men that were elders; and when the spirit rested upon them, they prophesied and ceased. |
|
26
|
26
|
| καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ ῾Ελδὰδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ, καὶ ἐπανεπαύσατο ἐπ’ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ. | And there were two men left in the camp, the name of the one was Eldad, and the name of the other Modad; and the spirit rested upon them, and these were of the number of them that were enrolled, but they did not come to the tabernacle; and they prophesied in the camp. |
|
27
|
27
|
| καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλε Μωυσῇ καὶ εἶπε λέγων· ῾Ελδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ. | And a young man ran and told Moses, and spoke, saying, Eldad and Modad prophesy in the camp. |
|
28
|
28
|
| καὶ ἀποκριθεὶς ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτός, εἶπε· κύριε Μωυσῆ, κώλυσον αὐτούς. | And Joshua the son of Naue, who attended on Moses, the chosen one, said, My lord Moses, forbid them. |
|
29
|
29
|
| καὶ εἶπε Μωυσῆς αὐτῷ· μὴ ζηλοῖς ἐμέ; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς; | And Moses said to him, Art thou jealous on my account? and would that all the Lord's people were prophets; whenever the Lord shall put his spirit upon them. |
|
30
|
30
|
| καὶ ἀπῆλθε Μωυσῆς εἰς τὴν παρεμβολὴν αὐτὸς καὶ οἱ πρεσβύτεροι ᾿Ισραήλ. | And Moses departed into the camp, himself and the elders of Israel. |
|
31
|
31
|
| καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν, κὐκλῳ τῆς παρεμβολῆς, ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς. | And there went forth a wind from the Lord, and brought quails over from the sea; and it brought them down upon the camp a day's journey on this side, and a day's journey on that side, round about the camp, as it were two cubits from the earth. |
|
32
|
32
|
| καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν, ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους, καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. | And the people rose up all the day, and all the night, and all the next day, and gathered quails; he that gathered least, gathered ten measures; and they refreshed themselves round about the camp. |
|
33
|
33
|
| τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρινὴ ἐκλείπειν, καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα. | The flesh was yet between their teeth, before it failed, when the Lord was wroth with the people, and the Lord smote the people with a very great plague. |
|
34
|
34
|
| καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν. | And the name of that place was called the Graves of Lust; for there they buried the people that lusted. |
|
35
|
35
|
| ᾿Απὸ Μνημάτων ἐπιθυμίας ἐξῇρεν ὁ λαὸς εἰς ᾿Ασηρώθ, καὶ ἐγένετο ὁ λαὸς ἐν ᾿Ασηρώθ. | The people departed from the Graves of Lust to Aseroth; and the people halted at Aseroth. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.