|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΚΑΙ ἐλάλησε Μαριὰμ καὶ ᾿Ααρὼν κατὰ Μωυσῆ, ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβε Μωυσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε, | And Mariam and Aaron spoke against Moses, because of the Ethiopian woman whom Moses took; for he had taken an Ethiopian woman. |
|
2
|
2
|
| καὶ εἶπαν· μὴ Μωυσῇ μόνῳ λελάληκε Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε; καὶ ἤκουσε Κύριος. | And they said, Has the Lord spoken to Moses only? has he not also spoken to us? and the Lord heard it. |
|
3
|
3
|
| καὶ ὁ ἄνθρωπος Μωυσῆς πραΰς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. | And the man Moses was very meek beyond all the men that were upon the earth. |
|
4
|
4
|
| καὶ εἶπε Κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ Μαριάμ· ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· | And the Lord said immediately to Moses and Aaron and Mariam, Come forth all three of you to the tabernacle of witness. |
|
5
|
5
|
| καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκλήθησαν ᾿Ααρὼν καὶ Μαριὰμ καὶ ἐξήλθοσαν ἀμφότεροι. | And the three came forth to the tabernacle of witness; and the Lord descended in a pillar of a cloud, and stood at the door of the tabernacle of witness; and Aaron and Mariam were called; and both came forth. |
|
6
|
6
|
| καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. | And he said to them, Hear my words: If there should be of you a prophet to the Lord, I will be made known to him in a vision, and in sleep will I speak to him. |
|
7
|
7
|
| οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· | My servant Moses is not so; he is faithful in all my house. |
|
8
|
8
|
| στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδε· καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ; | I will speak to him mouth to mouth apparently, and not in dark speeches; and he has seen the glory of the Lord; and why were ye not afraid to speak against my servant Moses? |
|
9
|
9
|
| καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπ’ αὐτοῖς, καὶ ἀπῆλθε. | And the great anger of the Lord was upon them, and he departed. |
|
10
|
10
|
| καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών· καὶ ἐπέβλεψεν ᾿Ααρὼν ἐπὶ Μαριάμ, καὶ ἰδοὺ λεπρῶσα. | And the cloud departed from the tabernacle; and, behold, Mariam was leprous, white as snow; and Aaron looked upon Mariam, and, behold, she was leprous. |
|
11
|
11
|
| καὶ εἶπεν ᾿Ααρὼν πρὸς Μωυσῆν· δέομαι, κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήσαμεν καθ’ ὅτι ἡμάρτομεν· | And Aaron said to Moses, I beseech thee, my lord, do not lay sin upon us, for we were ignorant wherein we sinned. |
|
12
|
12
|
| μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς. | Let her not be as it were like death, as an abortion coming out of his mother's womb, when the disease devours the half of the flesh. |
|
13
|
13
|
| καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον λέγων· ὁ Θεὸς δέομαί σου, ἴασαι αὐτήν. | And Moses cried to the Lord, saying, O God, I beseech thee, heal her. |
|
14
|
14
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται. | And the Lord said to Moses, If her father had only spit in her face, would she not be ashamed seven days? let her be set apart seven days without the camp, and afterwards she shall come in. |
|
15
|
15
|
| καὶ ἀφωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῇρεν, ἕως ἐκαθαρίσθη Μαριάμ. | And Mariam was separated without the camp seven days; and the people moved not forward till Mariam was cleansed. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.