|
Κεφάλαιο 34
|
Chapter 34
|
|
1
|
1
|
| ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
2
|
2
|
| ἔντειλαι τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναάν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς. | Charge the children of Israel, and thou shalt say to them, Ye are entering into the land of Chanaan: it shall be to you for an inheritance, the land of Chanaan with its boundaries. |
|
3
|
3
|
| καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον ᾿Εδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν· | And your southern side shall be from the wilderness of Sin to the border of Edom, and your border southward shall extend on the side of the salt sea eastward. |
|
4
|
4
|
| καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν ᾿Ακραβὶν καὶ παρελεύσεται Σεννά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Κάδης τοῦ Βαρνή. καὶ ἐξελεύσεται εἰς ἔπαυλιν ᾿Αρὰδ καὶ παρελεύσεται ᾿Ασεμωνᾶ· | And your border shall go round you from the south to the ascent of Acrabin, and shall proceed by Ennac, and the going forth of it shall be southward to Cades Barne, and it shall go forth to the village of Arad, and shall proceed by Asemona. |
|
5
|
5
|
| καὶ κυκλώσει τὰ ὅρια ἀπὸ ᾿Ασεμωνᾶ χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα. | And the border shall compass from Asemona to the river of Egypt, and the sea shall be the termination. |
|
6
|
6
|
| καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης. | And ye shall have your border on the west, the great sea shall be the boundary: this shall be to you the border on the west. |
|
7
|
7
|
| καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος· | And this shall be your northern border; from the great sea ye shall measure to yourselves, by the side of the mountain. |
|
8
|
8
|
| καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς ᾿Εμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ· | And ye shall measure to yourselves the mountain from mount Hor at the entering in to Emath, and the termination of it shall be the coasts of Saradac. |
|
9
|
9
|
| καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ᾿Αρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ. | And the border shall go out to Dephrona, and its termination shall be at Arsenain; this shall be your border from the north. |
|
10
|
10
|
| καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ ᾿Αρσεναΐν Σεπφαμάρ· | And ye shall measure to yourselves the eastern border from Arsenain to Sepphamar. |
|
11
|
11
|
| καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμ ᾿Αρβηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν· | And the border shall go down from Sepphamar to Bela eastward to the fountains, and the border shall go down from Bela behind the sea Chenereth eastward. |
|
12
|
12
|
| καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν ᾿Ιορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ. | And the border shall go down to Jordan, and the termination shall be the salt sea; this shall be your land and its borders round about. |
|
13
|
13
|
| καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· | And Moses charged the children of Israel, saying, This is the land which ye shall inherit by lot, even as the Lord commanded us to give it to the nine tribes and the half-tribe of Manasse. |
|
14
|
14
|
| ὅτι ἔλαβε φυλὴ υἱῶν Ρουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ’ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν, | For the tribe of the children of Ruben, and the tribe of the children of Gad have received their inheritance according to their families; and the half-tribe of Manasse have received their inheritances. |
|
15
|
15
|
| δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ ἀπὸ νότου κατὰ ἀνατολάς. | Two tribes and half a tribe have received their inheritance beyond Jordan by Jericho from the south eastwards. |
|
16
|
16
|
| Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
17
|
17
|
| ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή. | These are the names of the men who shall divide the land to you for an inheritance; Eleazar the priest and Joshua the son of Naue. |
|
18
|
18
|
| καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν. | And ye shall take one ruler from each tribe to divide the land to you by lot. |
|
19
|
19
|
| καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς ᾿Ιούδα Χάλεβ υἱὸς ᾿Ιεφοννή· | And these are the names of the men; of the tribe of Juda, Chaleb the son of Jephonne. |
|
20
|
20
|
| τῆς φυλῆς Συμεὼν Σαλαμιὴλ υἱὸς ᾿Εμιούδ· | Of the tribe of Symeon, Salamiel the son of Semiud. |
|
21
|
21
|
| τῆς φυλῆς Βενιαμὶν ᾿Ελδὰδ υἱὸς Χασλών· | Of the tribe of Benjamin, Eldad the son of Chaslon. |
|
22
|
22
|
| τῆς φυλῆς Δὰν ἄρχων Βακχὶρ υἱὸς ᾿Εγλί· | Of the tribe of Dan the prince was Bacchir the son of Egli. |
|
23
|
23
|
| τῶν υἱῶν ᾿Ιωσὴφ φυλῆς υἱῶν Μανασσῆ ἄρχων ᾿Ανιὴλ υἱὸς Σουφί· | Of the sons of Joseph of the tribe of the sons of Manasse, the prince was Aniel the son of Suphi. |
|
24
|
24
|
| τῆς φυλῆς υἱῶν ᾿Εφραὶμ ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν· | Of the tribe of the sons of Ephraim, the prince was Camuel the son of Sabathan. |
|
25
|
25
|
| τῆς φυλῆς Ζαβουλὼν ἄρχων ᾿Ελισαφὰν υἱὸς Φαρνάχ· | Of the tribe of Zabulon, the prince was Elisaphan the son of Pharnac. |
|
26
|
26
|
| τῆς φυλῆς υἱῶν ᾿Ισσάχαρ ἄρχων Φαλτιὴλ υἱὸς ᾿Οζᾶ· | Of the tribe of the sons of Issachar, the prince was Phaltiel the son of Oza. |
|
27
|
27
|
| τῆς φυλῆς υἱῶν ᾿Ασὴρ ἄρχων ᾿Αχιὼρ υἱὸς Σελεμί· | Of the tribe of the children of Aser, the prince was Achior the son of Selemi. |
|
28
|
28
|
| τῆς φυλῆς Νεφθαλὶ ἄρχων Φαδαὴλ υἱὸς ᾿Ιαμιούδ. | Of the tribe of Nephthali, the prince was Phadael the son of Jamiud. |
|
29
|
29
|
| τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν γῇ Χαναάν. | These did the Lord command to distribute the inheritances to the children of Israel in the land of Chanaan. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.