|
Κεφάλαιο 32
|
Chapter 32
|
|
1
|
1
|
| ΚΑΙ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβὴν καὶ τοῖς υἱοῖς Γάδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν ᾿Ιαζὴρ καὶ τὴν χώραν Γαλαάδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσι. | And the children of Ruben and the children of Gad had a multitude of cattle, very great; and they saw the land of Jazer, and the land of Galaad; and the place was a place for cattle: |
|
2
|
2
|
| καὶ προσελθόντες οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες· | and the children of Ruben and the children of Gad came, and spoke to Moses, and to Eleazar the priest, and to the princes of the congregation, saying, |
|
3
|
3
|
| ᾿Αταρὼθ καὶ Δαιβὼν καὶ ᾿Ιαζὴρ καὶ Ναμρὰ καὶ ᾿Εσεβών, καὶ ᾿Ελεαλὴ καὶ Σεβαμὰ καὶ Ναβαὺ καὶ Βαιάν, | Ataroth, and Dæbon, and Jazer, and Namra, and Esebon, and Eleale, and Sebama, and Nabau, and Bæan, |
|
4
|
4
|
| τὴν γῆν ἣν παραδέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, γῆ κτηνοτρόφος ἐστί, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει. | the land which the Lord has delivered up before the children of Israel, is pasture land, and thy servants have cattle. |
|
5
|
5
|
| καὶ ἔλεγον· εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν ᾿Ιορδάνην. | And they said, If we have found grace in thy sight, let this land be given to thy servants for a possession, and do not cause us to pass over Jordan. |
|
6
|
6
|
| καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ρουβήν· οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ; | And Moses said to the sons of Gad and the sons of Ruben, Shall your brethren go to war, and shall ye sit here? |
|
7
|
7
|
| καὶ ἱνατί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν ᾿Ισραὴλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν Κύριος δίδωσιν αὐτοῖς; | And why do ye pervert the minds of the children of Israel, that they should not cross over into the land, which the Lord gives them? |
|
8
|
8
|
| οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Κάδης Βαρνὴ κατανοῆσαι τὴν γῆν; | Did not your fathers thus, when I sent them from Cades Barne to spy out the land? |
|
9
|
9
|
| καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν ᾿Ισραήλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκε Κύριος αὐτοῖς. | and they went up to the valley of the cluster, and spied the land, and turned aside the heart of the children of Israel, that they should not go into the land, which the Lord gave them. |
|
10
|
10
|
| καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσε λέγων· | And the Lord was very angry in that day, and sware, saying, |
|
11
|
11
|
| εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὴν γῆν ἣν ὤμοσα τῷ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου, | Surely these men who came up out of Egypt from twenty years old and upward, who know good and evil, shall not see the land which I sware to give to Abraam and Isaac and Jacob, for they have not closely followed after me: |
|
12
|
12
|
| πλὴν Χάλεβ υἱὸς ᾿Ιεφοννὴ ὁ διακεχωρισμένος καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή, ὅτι συνεπηκολούθησαν ὀπίσω Κυρίου. | save Caleb the son of Jephonne, who was set apart, and Joshua the son of Naue, for they closely followed after the Lord. |
|
13
|
13
|
| καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν ᾿Ισραὴλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου. | And the Lord was very angry with Israel; and for forty years he caused them to wander in the wilderness, until all the generation which did evil in the sight of the Lord was extinct. |
|
14
|
14
|
| ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύντριμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ ᾿Ισραήλ, | Behold, ye are risen up in the room of your fathers, a combination of sinful men, to increase yet farther the fierce wrath of the Lord against Israel. |
|
15
|
15
|
| ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην. | For ye will turn away from him to desert him yet once more in the wilderness, and ye will sin against this whole congregation. |
|
16
|
16
|
| καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον· ἐπαύλεις προβάτων οἰκοδομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν, | And they came to him, and said, We will build here folds for our cattle, and cities for our possessions; |
|
17
|
17
|
| καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν ᾿Ισραήλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν. | and we will arm ourselves and go as an advanced guard before the children of Israel, until we shall have brought them into their place; and our possessions shall remain in walled cities because of the inhabitants of the land. |
|
18
|
18
|
| οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν, ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ ᾿Ισραήλ, ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ· | We will not return to our houses till the children of Israel shall have been distributed, each to his own inheritance. |
|
19
|
19
|
| καὶ οὐκέτι κληρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν ἀνατολαῖς. | And we will not any longer inherit with them from the other side of Jordan and onwards, because we have our full inheritance on the side beyond Jordan eastward. |
|
20
|
20
|
| καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς· ἐὰν ποιήσητε κατὰ τὸ ρῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον | And Moses said to them, If ye will do according to these words, if ye will arm yourselves before the Lord for battle, |
|
21
|
21
|
| καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν ᾿Ιορδάνην ἔναντι Κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ | and every one of you will pass over Jordan fully armed before the Lord, until his enemy be destroyed from before his face, |
|
22
|
22
|
| καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῷοι ἔναντι Κυρίου καὶ ἀπὸ ᾿Ισραήλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου. | and the land shall be subdued before the Lord, then afterwards ye shall return, and be guiltless before the Lord, and as regards Israel; and this land shall be to you for a possession before the Lord. |
|
23
|
23
|
| ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά. | But if ye will not do so, ye will sin against the Lord; and ye shall know your sin, when afflictions shall come upon you. |
|
24
|
24
|
| καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε. | And ye shall build for yourselves cities for your store, and folds for your cattle; and ye shall do that which proceeds out of your mouth. |
|
25
|
25
|
| καὶ εἶπαν οἱ υἱοὶ Ρουβὴν καὶ υἱοὶ Γὰδ πρὸς Μωυσῆν λέγοντες· οἱ παῖδές σου ποιήσουσι καθὰ ὁ Κύριος ἡμῶν ἐντέλλεται· | And the sons of Ruben and the sons of Gad spoke to Moses, saying, Thy servants will do as our lord commands. |
|
26
|
26
|
| ἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσι Γαλαάδ, | Our store, and our wives, and all our cattle shall be in the cities of Galaad. |
|
27
|
27
|
| οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ Κύριος λέγει. | But thy servants will go over all armed and set in order before the Lord to battle, as our lord says. |
|
28
|
28
|
| καὶ συνέστησεν αὐτοῖς Μωυσῆς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ ᾿Ιησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν ᾿Ισραήλ, | And Moses appointed to them for judges Eleazar the priest, and Joshua the son of Naue, and the chiefs of the families of the tribes of Israel. |
|
29
|
29
|
| καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς· ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθ’ ὑμῶν τὸν ᾿Ιορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει· | And Moses said to them, If the sons of Ruben and the sons of Gad will pass over Jordan with you, every one armed for war before the Lord, and ye shall subdue the land before you, then ye shall give to them the land of Galaad for a possession. |
|
30
|
30
|
| ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι Κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χαναάν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χαναάν. | But if they will not pass over armed with you to war before the Lord, then shall ye cause to pass over their possessions and their wives and their cattle before you into the land of Chanaan, and they shall inherit with you in the land of Chanaan. |
|
31
|
31
|
| καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ λέγοντες· ὅσα ὁ Κύριος λέγει τοῖς θεράπουσιν, οὕτω ποιήσωμεν ἡμεῖς· | And the sons of Ruben and the sons of Gad answered, saying, Whatsoever the Lord says to his servants, that will we do. |
|
32
|
32
|
| διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χαναάν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου. | We will go over armed before the Lord into the land of Chanaan, and ye shall give us our inheritance beyond Jordan. |
|
33
|
33
|
| καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ρουβὴν καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν ᾿Ιωσήφ, τὴν βασιλείαν Σηὼν βασιλέως ᾿Αμορραίων καὶ τὴν βασιλείαν ῍Ωγ βασιλέως τῆς Βασάν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ. | And Moses gave to them, even to the sons of Gad and the sons of Ruben, and to the half tribe of Manasse of the sons of Joseph, the kingdom of Seon king of the Amorites, and the kingdom of Og king of Basan, the land and its cities with its coasts, the cities of the land round about. |
|
34
|
34
|
| Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν καὶ τὴν ᾿Αταρὼθ καὶ τὴν ᾿Αροὴρ | And the sons of Gad built Dæbon, and Ataroth, and Aroer, |
|
35
|
35
|
| καὶ τὴν Σοφὰρ καὶ τὴν ᾿Ιαζὴρ καὶ ὕψωσαν αὐτάς, | and Sophar, and Jazer, and they set them up, |
|
36
|
36
|
| καὶ τὴν Ναμρὰμ καὶ τὴν Βαιθαράν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων. | and Namram, and Bætharan, strong cities, and folds for sheep. |
|
37
|
37
|
| καὶ οἱ υἱοὶ Ρουβὴν ᾠκοδόμησαν τὴν ᾿Εσεβὼν καὶ ᾿Ελεάλην καὶ Καριαθὰμ | And the sons of Ruben built Esebon, and Eleale, and Kariatham, |
|
38
|
38
|
| καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ τὴν Σεβαμὰ καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν. | and Beelmeon, surrounded with walls, and Sebama; and they called the names of the cities which they built, after their own names. |
|
39
|
39
|
| καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσῆ εἰς Γαλαὰδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσε τὸν ᾿Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ. | And a son of Machir the son of Manasse went to Galaad, and took it, and destroyed the Amorite who dwelt in it. |
|
40
|
40
|
| καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ. | And Moses gave Galaad to Machir the son of Manasse, and he dwelt there. |
|
41
|
41
|
| καὶ ᾿Ιαΐρ ὁ τοῦ Μανασσῆ ἐπορεύθη καὶ ἔλαβε τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ᾿Επαύλεις ᾿Ιαΐρ. | And Jair the son of Manasse went and took their villages, and called them the villages of Jair. |
|
42
|
42
|
| καὶ Ναβαὺ ἐπορεύθη καὶ ἔλαβε τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβὼθ ἐκ τοῦ ὀνόματος αὐτοῦ. | And Nabau went and took Caath and her villages, and called them Naboth after his name. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.