|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΚΑΙ κατέλυσεν ᾿Ισραὴλ ἐν Σαττείν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ. | And Israel sojourned in Sattin, and the people profaned itself by going a-whoring after the daughters of Moab. |
|
2
|
2
|
| καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν. | And they called them to the sacrifices of their idols; and the people ate of their sacrifices, and worshipped their idols. |
|
3
|
3
|
| καὶ ἐτελέσθη ᾿Ισραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ ᾿Ισραήλ. | And Israel consecrated themselves to Beel-phegor; and the Lord was very angry with Israel. |
|
4
|
4
|
| καὶ εἶπε Κύριος τῷ Μωυσῇ· λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ ᾿Ισραήλ. | And the Lord said to Moses, Take all the princes of the people, and make them examples of judgment for the Lord in the face of the sun, and the anger of the Lord shall be turned away from Israel. |
|
5
|
5
|
| καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς ᾿Ισραήλ· ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ. | And Moses said to the tribes of Israel, Slay ye every one his friend that is consecrated to Beel-phegor. |
|
6
|
6
|
| Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν ᾿Ισραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. | And, behold, a man of the children of Israel came and brought his brother to a Madianitish woman before Moses, and before all the congregation of the children of Israel; and they were weeping at the door of the tabernacle of witness. |
|
7
|
7
|
| καὶ ἰδὼν Φινεὲς υἱὸς ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ | And Phinees the son of Eleazar, the son of Aaron the priest, saw it, and rose out of the midst of the congregation, and took a javelin in his hand, |
|
8
|
8
|
| εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν ᾿Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν ᾿Ισραήλ. | and went in after the Israelitish man into the chamber, and pierced them both through, both the Israelitish man, and the woman through her womb; and the plague was stayed from the children of Israel. |
|
9
|
9
|
| καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες. | And those that died in the plague were four and twenty thousand. |
|
10
|
10
|
| Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
11
|
11
|
| Φινεὲς υἱὸς ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν ᾿Ισραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ ζήλῳ μου. | Phinees the son of Eleazar the son of Aaron the priest has caused my wrath to cease from the children of Israel, when I was exceedingly jealous among them, and I did not consume the children of Israel in my jealousy. |
|
12
|
12
|
| οὕτως εἶπον· ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, | Thus do thou say to him, Behold, I give him a covenant of peace: |
|
13
|
13
|
| καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ’ ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν ᾿Ισραήλ. | and he and his seed after him shall have a perpetual covenant of priesthood, because he was zealous for his God, and made atonement for the children of Israel. |
|
14
|
14
|
| τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ υἱὸς Σαλώ, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών· | Now the name of the smitten Israelitish man, who was smitten with the Madianitish woman, was Zambri son of Salmon, prince of a house of the tribe of Symeon. |
|
15
|
15
|
| καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους ᾿Ομμώθ, οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ. | And the name of the Madianitish woman who was smitten, was Chasbi, daughter of Sur, a prince of the nation of Ommoth: it is a chief house among the people of Madiam. |
|
16
|
16
|
| Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· | And the Lord spoke to Moses, saying, Speak to the children of Israel, saying, |
|
17
|
17
|
| ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, | Plague the Madianites as enemies, and smite them, |
|
18
|
18
|
| ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ. | for they are enemies to you by the treachery wherein they ensnare you through Phogor, and through Chasbi their sister, daughter of a prince of Madiam, who was smitten in the day of the plague because of Phogor. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.