|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
2
|
2
|
| λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτοῦς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν, | Speak to the children of Israel, and thou shalt say to them, When ye are come into the land of your habitation, which I give to you, |
|
3
|
3
|
| καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν ἢ καθ’ ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπό τῶν προβάτων, | and thou wilt offer whole-burnt-offerings to the Lord, a whole-burnt-offering or a meat-offering to perform a vow, or a free-will offering, or to offer in your feasts a sacrifice of sweet savour to the Lord, whether of the herd or the flock: |
|
4
|
4
|
| καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν· | then he that offers his gift to the Lord shall bring a meat-offering of fine flour, a tenth part of an ephah mingled with oil, even with the fourth part of a hin. |
|
5
|
5
|
| καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ Κυρίῳ. | And for a drink-offering ye shall offer the fourth part of a hin on the whole-burnt-offering, or on the meat-offering: for every lamb thou shalt offer so much, as a sacrifice, a smell of sweet savour to the Lord. |
|
6
|
6
|
| καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ, τὸ τρίτον τοῦ ἴν· | And for a ram, when ye offer it as a whole-burnt-offering or as a sacrifice, thou shalt prepare as a meat-offering two tenths of fine flour mingled with oil, the third part of a hin. |
|
7
|
7
|
| καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. | And ye shall offer for a smell of sweet savour to the Lord wine for a drink-offering, the third part of a hin. |
|
8
|
8
|
| ἐὰν δέ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλῦναι εὐχήν, ἢ εἰς σωτήριον Κυρίῳ, | And if ye sacrifice a bullock from the herd for a whole-burnt-offering or for a sacrifice, to perform a vow or a peace-offering to the Lord, |
|
9
|
9
|
| καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν | then the worshipper shall offer upon the calf a meat-offering, three tenth deals of fine flour mingled with oil, even the half of a hin. |
|
10
|
10
|
| καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἴν, κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ. | And wine for a drink-offering the half of a hin, a sacrifice for a smell of sweet savour to the Lord. |
|
11
|
11
|
| οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν· | Thus shalt thou do to one calf or to one ram, or to one lamb of the sheep or kid of the goats. |
|
12
|
12
|
| κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε, οὕτως ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν. | According to the number of what ye shall offer, so shall ye do to each one, according to their number. |
|
13
|
13
|
| πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα, προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. | Every native of the country shall do thus to offer such things as sacrifices for a smell of sweet savour to the Lord. |
|
14
|
14
|
| ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ. | And if there should be a stranger among you in your land, or one who should be born to you among your generations, and he will offer a sacrifice, a smell of sweet savour to the Lord—as ye do, so the whole congregation shall offer to the Lord. |
|
15
|
15
|
| νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν, νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν· ὡς ὑμεῖς καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου. | There shall be one law for you and for the strangers abiding among you, a perpetual law for your generations: as ye are, so shall the stranger be before the Lord. |
|
16
|
16
|
| νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν. | There shall be one law and one ordinance for you, and for the stranger that abides among you. |
|
17
|
17
|
| Καί ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
18
|
18
|
| λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, 9καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν | Speak to the sons of Israel, and thou shalt say to them, When ye are entering into the land, into which I bring you, |
|
20
|
20
|
| ἄρτον ἀφοριεῖτε ἀφαίρεμα αὐτό· ὡς ἀφαίρεμα ἀπὸ ἅλω, οὕτως ἀφελεῖτε αὐτόν, | Ye shall offer your bread a heave-offering: as a heave-offering from the threshing-floor, so shall ye separate it, |
|
21
|
21
|
| ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν. | even the first-fruits of your dough, and ye shall give the Lord a heave-offering throughout your generations. |
|
22
|
22
|
| ῞Οταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησε Κύριος πρὸς Μωυσῆν, | But whensoever ye shall transgress, and not perform all these commands, which the Lord spoke to Moses; |
|
23
|
23
|
| καθὰ συνέταξε Κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας, ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν, | as the Lord appointed you by the hand of Moses, from the day which the Lord appointed you and forward throughout your generations, |
|
24
|
24
|
| καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. | then it shall come to pass, if a trespass be committed unwillingly, unknown to the congregation, then shall all the congregation offer a calf of the herd without blemish for a whole-burnt-offering of sweet savour to the Lord, and its meat-offering and its drink-offering according to the ordinance, and one kid of the goats for a sin-offering. |
|
25
|
25
|
| καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν ᾿Ισραήλ, καὶ ἀφεθήσεται αὐτοῖς· ὅτι ἀκούσιόν ἐστι, καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν. | And the priest shall make atonement for all the congregation of the children of Israel, and the trespass shall be forgiven them, because it is involuntary; and they have brought their gift, a burnt-offering to the Lord for their trespass before the Lord, even for their involuntary sins. |
|
26
|
26
|
| καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον. | And it shall be forgiven as respects all the congregation of the children of Israel, and the stranger that is abiding among you, because it is involuntary to all the people. |
|
27
|
27
|
| ἐάν τε ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας, | And if one soul sin unwillingly, he shall bring one she-goat of a year old for a sin-offering. |
|
28
|
28
|
| καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ. | And the priest shall make atonement for the soul that committed the trespass unwillingly, and that sinned unwillingly before the Lord, to make atonement for him. |
|
29
|
29
|
| τῷ ἐγχωρίῳ ἐν υἱοῖς ᾿Ισραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως. | There shall be one law for the native among the children of Israel, and for the stranger that abides among them, whosoever shall commit a trespass unwillingly. |
|
30
|
30
|
| καὶ ψυχή, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, | And whatever soul either of the natives or of the strangers shall do any thing with a presumptuous hand, he will provoke God; that soul shall be cut off from his people, |
|
31
|
31
|
| ὅτι τὸ ρῆμα Κυρίου ἐφαύλισε καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ. | for he has set at nought the word of the Lord and broken his commands: that soul shall be utterly destroyed, his sin is upon him. |
|
32
|
32
|
| Καὶ ἦσαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων. | And the children of Israel were in the wilderness, and they found a man gathering sticks on the sabbath-day. |
|
33
|
33
|
| καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραήλ. | And they who found him gathering sticks on the sabbath-day brought him to Moses and Aaron, and to all the congregation of the children of Israel. |
|
34
|
34
|
| καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν. | And they placed him in custody, for they did not determine what they should do to him. |
|
35
|
35
|
| καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· θανάτῳ θανατούσθω ὁ ἄνθρωπος, λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή. | And the Lord spoke to Moses, saying, Let the man be by all means put to death: do ye all the congregation, stone him with stones. |
|
36
|
36
|
| καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. | And all the congregation brought him forth out of the camp; and all the congregation stoned him with stones outside the camp, as the Lord commanded Moses. |
|
37
|
37
|
| Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
38
|
38
|
| λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον. | Speak to the children of Israel, and thou shalt tell them; and let them make for themselves fringes upon the borders of their garments throughout their generations: and ye shall put upon the fringes of the borders a lace of blue. |
|
39
|
39
|
| καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφθαλμῶν ὑμῶν, ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, | And it shall be on your fringes, and ye shall look on them, and ye shall remember all the commands of the Lord, and do them: and ye shall not turn back after your imaginations, and after the sight of your eyes in the things after which ye go a whoring; |
|
40
|
40
|
| ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν. | that ye may remember and perform all my commands, and ye shall be holy unto your God. |
|
41
|
41
|
| ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγωγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. | I am the Lord your God that brought you out of the land of Egypt, to be your God: I am the Lord your God. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.