|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΣΟΦΙΑ ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν. | When thou wilt do good, know to whom thou doest it; so shalt thou be thanked for thy benefits. |
|
2
|
2
|
| μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ. | Do good to the godly man, and thou shalt find a recompence; and if not from him, yet from the most High. |
|
3
|
3
|
| μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. | There can no good come to him that is always occupied in evil, nor to him that giveth no alms. |
|
4
|
4
|
| ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις. | Give to the godly man, and help not a sinner. |
|
5
|
5
|
| πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. | Do well unto him that is lowly, but give not to the ungodly: hold back thy bread, and give it not unto him, lest he overmaster thee thereby: for else thou shalt receive twice as much evil for all the good thou shalt have done unto him. |
|
6
|
6
|
| πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων. | For the most High hateth sinners, and will repay vengeance unto the ungodly, and keepeth them against the mighty day of their punishment. |
|
7
|
7
|
| πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτίμα. | Give unto the good, and help not the sinner. |
|
8
|
8
|
| πρὶν ἢ ἀκοῦσαι, μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου. | A friend cannot be known in prosperity: and an enemy cannot be hidden in adversity. |
|
9
|
9
|
| περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε. | In the prosperity of a man enemies will be grieved: but in his adversity even a friend will depart. |
|
10
|
10
|
| Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληθυνῇς, οὐκ ἀθωωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς. | Never trust thine enemy: for like as iron rusteth, so is his wickedness. |
|
11
|
11
|
| ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται. | Though he humble himself, and go crouching, yet take good heed and beware of him, and thou shalt be unto him as if thou hadst wiped a looking-glass, and thou shalt know that his rust hath not been altogether wiped away. |
|
12
|
12
|
| ἔστι νωθρὸς καὶ προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ καὶ πτωχείᾳ περισσεύει· καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ. | Set him not by thee, lest, when he hath overthrown thee, he stand up in thy place; neither let him sit at thy right hand, lest he seek to take thy seat, and thou at the last remember my words, and be pricked therewith. |
|
13
|
13
|
| καὶ ἀνύψωσε κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ᾿ αὐτῷ πολλοί. | Who will pity a charmer that is bitten with a serpent, or any such as come nigh wild beasts? |
|
14
|
14
|
| ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί. | So one that goeth to a sinner, and is defiled with him in his sins, who will pity? |
|
17
|
17
|
| δόσις Κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται. | If adversity come upon thee, thou shalt find him there first; and though he pretend to help thee, yet shall he undermine thee. |
|
18
|
18
|
| ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ. | He will shake his head, and clap his hands, and whisper much, and change his countenance. |
|
19
|
|
| ἐν τῷ εἰπεῖν αὐτόν· εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται. | |
|
20
|
|
| στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι. | |
|
21
|
|
| μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ, πίστευε τῷ Κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα. | |
|
22
|
|
| εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ. | |
|
23
|
|
| μὴ εἴπῃς· τίς ἐστί μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά; | |
|
24
|
|
| μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι; | |
|
25
|
|
| ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν· | |
|
26
|
|
| ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ. | |
|
27
|
|
| κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ. | |
|
28
|
|
| πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ. | |
|
29
|
|
| Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου. | |
|
30
|
|
| πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν· | |
|
31
|
|
| τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον. | |
|
32
|
|
| ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει. | |
|
33
|
|
| πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι. | |
|
34
|
|
| ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.