|
Κεφάλαιο 44
|
Chapter 44
|
|
1
|
1
|
| ΓΑΥΡΙΑΜΑ ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. | Let us now praise famous men, and our fathers that begat us. |
|
2
|
2
|
| ἥλιος ἐν ὀπτασίᾳ διαγγέλων ἐν ἐξόδῳ, σκεῦος θαυμαστόν, ἔργον ῾Υψίστου. | The Lord hath wrought great glory by them through his great power from the beginning. |
|
3
|
3
|
| ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; | Such as did bear rule in their kingdoms, men renowned for their power, giving counsel by their understanding, and declaring prophecies: |
|
4
|
4
|
| κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς. | leaders of the people by their counsels, and by their knowledge of learning meet for the people, wise and eloquent in their instruction: |
|
5
|
5
|
| μέγας Κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν.— | such as found out musical tunes, and recited verses in writing: |
|
6
|
6
|
| Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος. | rich men furnished with ability, living peaceably in their habitations: |
|
7
|
7
|
| ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας. | all these were honoured in their generations, and were the glory of their times. |
|
8
|
8
|
| μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων. | There be of them that have left a name behind them, that their praises might be reported. |
|
9
|
9
|
| κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις Κυρίου· | And some there be, which have no memorial; who are perished, as though they had never been; and are become as though they had never been born; and their children after them. |
|
10
|
10
|
| ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν. | But these were merciful men, whose righteousness hath not been forgotten. |
|
11
|
11
|
| ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ· | With their seed shall continually remain a good inheritance, and their children are within the covenant. |
|
12
|
12
|
| ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ῾Υψίστου ἐτάνυσαν αὐτό.— | Their seed standeth fast, and their children for their sakes. |
|
13
|
13
|
| Προστάγματι αὐτοῦ κατέσπευσε χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ. | Their seed shall remain for ever, and their glory shall not be blotted out. |
|
14
|
14
|
| διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά· | Their bodies are buried in peace; but their name liveth for evermore. |
|
15
|
15
|
| ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσε νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης· | The people will tell of their wisdom, and the congregation will shew forth their praise. |
|
16
|
16
|
| καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι πνεύσεται νότος. | Enoch pleased the Lord, and was translated, being an example of repentance to all generations. |
|
17
|
17
|
| φωνὴ βροντῆς αὐτοῦ ὠδίνησε γῆν καὶ καταιγὶς Βορέου καὶ συστροφὴ πνεύματος. | Noah was found perfect and righteous; in the time of wrath he was taken in exchange for the world; therefore was he left as a remnant unto the earth, when the flood came. |
|
18
|
18
|
| ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασς αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. | An everlasting covenant was made with him, that all flesh shall perish no more by the flood. |
|
19
|
19
|
| καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα. | Abraham was a great father of many people: in glory was there none like unto him; |
|
20
|
20
|
| ψυχρὸς ἄνεμος Βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ᾿ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. | who kept the law of the most High, and was in covenant with him: he established the covenant in his flesh; and when he was proved, he was found faithful. |
|
21
|
21
|
| καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ. | Therefore he assured him by an oath, that he would bless the nations in his seed, and that he would multiply him as the dust of the earth, and exalt his seed as the stars, and cause them to inherit from sea to sea, and from the river unto the utmost part of the land. |
|
22
|
22
|
| ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.— | With Isaac did he establish likewise, for Abraham his father's sake, the blessing of all men, and the covenant, |
|
23
|
23
|
| Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους. | and made it rest upon the head of Jacob. He acknowledged him in his blessing, and gave him an heritage, and divided his portions; among the twelve tribes did he part them. |
|
24
|
|
| οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν. | |
|
25
|
|
| καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν. | |
|
26
|
|
| δι᾿ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται πάντα. | |
|
27
|
|
| Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλεια λόγων· τὸ πᾶν ἐστιν αὐτός. | |
|
28
|
|
| δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. | |
|
29
|
|
| φοβερὸς Κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. | |
|
30
|
|
| δοξάζοντες Κύριον ὑψώσατε, καθόσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύϊ· μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. | |
|
31
|
|
| τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστι; | |
|
32
|
|
| πολλὰ ἀπόκρυφά ἐστι μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ· | |
|
33
|
|
| πάντα γὰρ ἐποίησεν ὁ Κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.