|
Κεφάλαιο 26
|
Chapter 26
|
|
1
|
1
|
| ΕΝ τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι. | Blessed is the man that hath a virtuous wife, for the number of his days shall be double. |
|
2
|
2
|
| τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.— | A virtuous woman rejoiceth her husband, and he shall fulfil the years of his life in peace. |
|
3
|
3
|
| ᾿Εν νεότητι οὐ συναγήοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου; | A good wife is a good portion, which shall be given in the portion of them that fear the Lord. |
|
4
|
4
|
| ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. | Whether a man be rich or poor, if he have a good heart toward the Lord, he shall at all times rejoice with a cheerful countenance. |
|
5
|
5
|
| ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. | There be three things that mine heart feareth; and for the fourth I was sore afraid: the slander of a city, the gathering together of an unruly multitude, and a false accusation: all these are worse than death. |
|
6
|
6
|
| στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.— | But a grief of heart and sorrow is a woman that is jealous over another woman, and a scourge of the tongue which communicateth with all. |
|
7
|
7
|
| ᾿Εννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν· | An evil wife is a yoke shaken to and fro: he that hath hold of her is as though he held a scorpion. |
|
8
|
8
|
| μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ· | A drunken woman and a gadder abroad causeth great anger, and she will not cover her own shame. |
|
9
|
9
|
| μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων· | The whoredom of a woman may be known in her haughty looks and eyelids. |
|
10
|
10
|
| ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ᾿ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον· | If thy daughter be shameless, keep her in straitly, lest she abuse herself through overmuch liberty. |
|
11
|
11
|
| φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται; [ | Watch over an impudent eye: and marvel not if she trespass against thee. |
|
12
|
12
|
| φόβος Κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ, πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ]. | She will open her mouth, as a thirsty traveller when he hath found a fountain, and drink of every water near her: by every hedge will she sit down, and open her quiver against every arrow. |
|
13
|
13
|
| Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός· | The grace of a wife delighteth her husband, and her discretion will fatten his bones. |
|
14
|
14
|
| πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν. | A silent and loving woman is a gift of the Lord; and there is nothing so much worth as a mind well instructed. |
|
15
|
15
|
| οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ. | A shamefaced and faithful woman is a double grace, and her continent mind cannot be valued. |
|
16
|
16
|
| συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. | As the sun when it ariseth in the high heaven; so is the beauty of a good wife in the ordering of her house. |
|
17
|
17
|
| πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος. | As the clear light is upon the holy candlestick: so is the beauty of the face in ripe age. |
|
18
|
18
|
| ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ ἀκούσας ἀνεστέναξε πικρά. | As the golden pillars are upon the sockets of silver; so are the fair feet with a constant heart. |
|
19
|
|
| μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ. | |
|
20
|
|
| ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. | |
|
21
|
|
| μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς. | |
|
22
|
|
| ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. | |
|
23
|
|
| καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς. | |
|
24
|
|
| ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι᾿ αὐτὴν ἀποθνήσκομεν πάντες. | |
|
25
|
|
| μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ ἐξουσίαν. | |
|
26
|
|
| εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.