|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
|
ΜΗ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων, μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν.
|
The Lord created man of the earth, and turned him into it again.
|
|
2
|
2
|
|
ἐὰν πληθύνωσι, μὴ εὐφραίνου ἐπ᾿ αὐτοῖς, εἰ μή ἐστι φόβος Κυρίου μετ᾿ αὐτῶν.
|
He gave them few days, and a short time, and power also over the things therein.
|
|
3
|
3
|
|
μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ.
|
He endued them with strength by themselves, and made them according to his image,
|
|
4
|
4
|
|
ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.
|
and put the fear of man upon all flesh, and gave him dominion over beasts and fowls.
|
|
5
|
6
|
|
πολλὰ τοιαῦτα ἑώρακα ἐν ὀφθαλμοῖς μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοε τὸ οὖς μου.
|
Counsel, and a tongue, and eyes, ears, and a heart, gave he them to understand.
|
|
6
|
7
|
|
ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.
|
Withal he filled them with the knowledge of understanding, and shewed them good and evil.
|
|
7
|
8
|
|
οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύϊ αὐτῶν·
|
He set his eye upon their hearts, that he might shew them the greatness of his works;
|
|
8
|
10
|
|
οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·
|
and they shall praise his holy name, that they may search out his marvellous works.
|
|
9
|
11
|
|
οὐκ ἠλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξῃρμένους ἐν ἁμαρτίαις αὐτῶν·
|
Beside this he gave them knowledge, and the law of life for an heritage.
|
|
10
|
12
|
|
καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.
|
He made an everlasting covenant with them, and shewed them his judgments.
|
|
11
|
13
|
|
κἂν ᾖ εἷς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθωωθήσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτῷ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν.
|
Their eyes saw the majesty of his glory, and their ears heard his glorious voice.
|
|
12
|
14
|
|
κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρίνει.
|
And he said unto them, Beware of all unrighteousness; and he gave every man commandment concerning his neighbour.
|
|
13
|
15
|
|
οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερήσῃ ὑπομονὴν εὐσεβοῦς.
|
Their ways are ever before him, and shall not be hid from his eyes.
|
|
14
|
17
|
|
πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει. [
|
For in the division of the nations of the whole earth he set a ruler over every people; but Israel is the Lord's portion:
|
|
15
|
19
|
|
Κύριος ἐσκλήρυνε Φαραὼ μὴ εἰδέναι αὐτόν, ὅπως ἂν γνωσθῇ ἐνεργήματα αὐτοῦ τῇ ὑπ’ οὐρανόν.
|
Therefore all their works are as the sun before him, and his eyes are continually upon their ways.
|
|
16
|
20
|
|
πάσῃ τῇ κτίσει τὸ ἔλεος αὐτοῦ φανερόν, καὶ τὸ φῶς αὐτοῦ καὶ τὸ σκότος ἐμέρισε τῷ ἀδάμαντι].
|
None of their unrighteous deeds are hid from him, but all their sins are before the Lord.
|
|
17
|
22
|
|
μὴ εἴπῃς, ὅτι ἀπὸ Κυρίου κρυβήσομαι, μὴ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει;
|
The alms of a man is as a signet with him, and he will keep the good deeds of man as the apple of the eye, and give repentance to his sons and daughters.
|
|
18
|
23
|
|
ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ.
|
Afterwards he will rise up and reward them, and render their recompence upon their heads.
|
|
19
|
24
|
|
ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται,
|
But unto them that repent, he granted them return, and comforted those that failed in patience.
|
|
20
|
25
|
|
καὶ ἐπ᾿ αὐτοῖς οὐ διανοηθήσεται καρδία· καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται;
|
Return unto the Lord, and forsake thy sins, make thy prayer before his face, and offend less.
|
|
21
|
26
|
|
καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις.
|
Turn again to the most High, and turn away from iniquity: for he will lead thee out of darkness into the light of health, and hate thou abomination vehemently.
|
|
22
|
27
|
|
ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη.
|
Who shall praise the most High in the grave, instead of them which live and give thanks?
|
|
23
|
28
|
|
ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά.
|
Thanksgiving perisheth from the dead, as from one that is not: the living and sound in heart shall praise the Lord.
|
|
24
|
29
|
|
῎Ακουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου.
|
How great is the lovingkindness of the Lord our God, and his compassion unto such as turn unto him in holiness!
|
|
25
|
30
|
|
ἐκφανῶ ἐν σταθμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην.
|
For all things cannot be in men, because the son of man is not immortal.
|
|
26
|
31
|
|
ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπ᾿ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν.
|
What is brighter than the sun? yet the light thereof faileth: and flesh and blood will imagine evil.
|
|
27
|
32
|
|
ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·
|
He vieweth the power of the height of heaven; and all men are but earth and ashes.
|
|
28
|
|
|
ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψε, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσι τοῦ ρήματος αὐτοῦ.
|
|
|
29
|
|
|
καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ·
|
|
|
30
|
|
|
ψυχὴν παντὸς ζῴου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.
|
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.
• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.
• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.
• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.