Завантаження...
Старий Заповіт

• Бут. • Вих.

Порівняти:

Глава 31 з 40
Глvа, л~а”
Κεφάλαιο 31
1
1
И$ рече г~ь къ мољ=сїю гл~я,
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2
2
с^е нареко'хъ, и%менемъ, веселеи'ла е^же е'сть ё%ри сн~а ѓ%рова, с племене` і^ё%дина”
ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν ῎Ωρ, ἐκ τῆς φυλῆς ᾿Ιούδα,
3
3
И$ напо'лнихъ и& дх~а бж~їя, и^ премђ'дрости и^ смышле'нїя, и^ ё^мњ'нїя. въ вся'ком# дњлњ, нача'ти
καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι
4
4
древодњ'льством# дњ'лати” Зла'то и^ сребро` и^ мњдь, и^ синетђ`, и^ багряни'цђ, и^ червлени'цђ съпря'денђ, и^ виссо'нъ тка'ныи,
καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν
5
5
и^ ка'менное дњло, и^ разли'чное древодњ'льство въ всњхъ дњлехъ”
καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα.
6
6
б^о дахъ е^мђ е^лїа'ва а^хисама'хова, эT племене` да'нова. и^ семђ` смы'слено срDце, дахъ и^ смы'сл# и^ да дњ'лаютъ и^ творя'тъ вс^е е^ли'ко заповњда'хъ тебњ”
καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν ᾿Ελιὰβ τὸν τοῦ ᾿Αχισαμὰχ ἐκ φυλῆς Δὰν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα ὅσα συνέταξά σοι,
7
7
Хра'мъ свњдњнїя, и^ кїѓ'тъ завњта и^ ѓ^чище'нїе е^же верхђ е^го, ё%тварь
τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ᾿ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς
8
8
храма, и^ потре'бникы и^ трапезђ, и^ вс^я съсђды е^го, и^ свњти'лникъ чи'стыи, и^ вс^я съсђды е^го.
καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς
9
9
и^ ё^мыва'лницђ и^ стоя'ла ея`.
καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
10
10
и^ ри'зы жреческїя, а^аро'на и^ ри'зы сн~овъ е^го жрњти мн^њ.
καὶ τὰς στολάς τὰς λειτουργικὰς ᾿Ααρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι
11
11
и^ ма'сло пома'занїя, и^ џимїя'мъ сложе'нїя въ ст~ыни, по всемђ е^ли'ко повелњхъ тебњ сътворя'тъ”
καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ πάντα, ὅσα ἐγὼ ἐνετειλάμην σοι, ποιήσουσι.
12
12
И$ рече г~ь къ мољ=сїю гл~я,
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
13
13
ты' же гл~и сн~омъ і^и~левымъ, рекїи смотри'те, и^ сђботы моя сънабди'те, е^сть б^о знаменїе междђ мно'ю и^ ва'ми. въ ро'ды ваша, да вњсте ја%ко а%з г~ь, ѓ^сщ~аа
καὶ σὺ σύνταξον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· ὁρᾶτε, καὶ τὰ σάββατά μου φυλάξεσθε· σημεῖόν ἐστι παρ᾿ ἐμοὶ καὶ ἐν ἐμοὶ εἰς τὰς γενεὰς ὑμῶν, ἵνα γνῶτε ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς.
14
14
в^ы” И$ да сънабди'те сђбо'тђ, ја%ко ст~а е^сть г~ђ и^ вамъ. ѓ^скверни'выи б^о смр~тїю ё%мретъ” І$ иже сътвори'тъ в н^ю дњло, потреби'тся дш~а т^а эT среды` людїи свои^хъ,
καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστι Κυρίῳ ὑμῖν· ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ.
15
15
ѕ~, дн~їи да сътвори'те дњлеса`, въ дн~ь же седмы'и сђбо'та. поко'и ст~ъ г~ђ, всяk и^же сътвори'тъ дњ'ло, въ седмы'и дн~ь, смр~тїю ё%мретъ”
ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ· πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, θανατωθήσεται.
16
16
И$ да сънабдя'т# сн~ове і^и~левы сђбо'ты, держа'ти въ ро'ды и^хъ, въ
καὶ φυλάξουσιν οἱ υἱοὶ ᾿Ισραὴλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθήκη αἰώνιος.
17
17
завњтъ вњ'чен# въ мн^њ, и^ въ сн~охъ і^и~левыхъ. знаменїе е^сть вњчное. ја^ко въ ѕ~, днеX сътвори` г~ь нб~о и^ зе'млю, въ сеDмы'и же дн~ь преста` и^ почи`”
ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσε.
18
18
да'сть же б~ъ мољ=сїю е^гда` преста` гл~я е^мђ, на горњ сина'истњи двњ до'сцњ свњдњ'нїя до'сцњ ка'меннњ напи'санњ, прь'стоM бж~їимъ”
Καὶ ἔδωκε Μωυσῇ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ.

Глава 31 з 40
Старий Заповіт

• Бут. • Вих.