|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΚΑΙ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Σικελάγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κίς, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ | And these are they that came to Sikelag, when he yet kept himself close because of Saul the son of Kis; and these were among the mighty, aiding him in war, |
|
2
|
2
|
| καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαοὺλ ἐκ Βενιαμίν· | and using the bow with the right hand and with the left, and slingers with stones, and shooters with bows. Of the brethren of Saul of Benjamin, |
|
3
|
3
|
| ὁ ἄρχων ᾿Αχιέζερ καὶ ᾿Ιωὰς υἱὸς ᾿Ασμὰ τοῦ Γαβαθίτου καὶ ᾿Ιωὴλ καὶ ᾿Ιωφαλὴτ υἱοὶ ᾿Ασμὼθ καὶ Βερχία καὶ ᾿Ιηοὺλ ὁ ᾿Αναθωθὶ | the chief was Achiezer, and Joas son of Asma the Gabathite, and Joel and Jophalet, sons of Asmoth, and Berchia, and Jeul of Anathoth, |
|
4
|
4
|
| καὶ Σαμαΐας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα | and Samaias the Gabaonite a mighty man among the thirty, and over the thirty; |
|
5
|
5
|
| ῾Ιερεμία καὶ ᾿Ιεζιὴλ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιωζαβὰθ ὁ Γαδαραθιίμ, | and Jeremia, and Jeziel, and Joanan, and Jozabath of Gadarathiim, |
|
6
|
6
|
| ᾿Αζαΐ καὶ ᾿Ιαριμοὺθ καὶ Βααλιὰ καὶ Σαμαραΐα καὶ Σαφατίας ὁ Χαραιφιήλ, | Azai and Arimuth, and Baalia, and Samaraia, and Saphatias of Charæphiel, |
|
7
|
7
|
| ῾Ηλκανὰ καὶ ᾿Ιησουνὶ καὶ ᾿Οζριὴλ καὶ ᾿Ιωζαρὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορῖται | Helcana, and Jesuni, and Ozriel, and Jozara, and Sobocam, and the Corites, |
|
8
|
8
|
| καὶ ᾿Ιελία καὶ Ζαβαδία υἱοὶ ᾿Ιραὰμ καὶ οἱ τοῦ Γεδώρ. | and Jelia and Zabadia, sons of Iroam, and the men of Gedor. |
|
9
|
9
|
| καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος τὰ πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει· | And from Gad these separated themselves to David from the wilderness, strong mighty men of war, bearing shields and spears, and their faces were as the face of a lion, and they were nimble as roes upon the mountains in speed. |
|
10
|
10
|
| ᾿Αζὲρ ὁ ἄρχων, ᾿Αβδία ὁ δεύτερος, ᾿Ελιὰβ ὁ τρίτος, | Aza the chief, Abdia the second, Eliab the third, |
|
11
|
11
|
| Μασμανὰ ὁ τέταρτος, ῾Ιερμιὰ ὁ πέμπτος, | Masmana the fourth, Jeremias the fifth, |
|
12
|
12
|
| ᾿Ιεθὶ ὁ ἕκτος, ᾿Ελιὰβ ὁ ἕβδομος, | Jethi the sixth, Eliab the seventh, |
|
13
|
13
|
| ᾿Ιωανὰν ὁ ὄγδοος, ᾿Ελιαζὲρ ὁ ἔνατος, | Joanan the eighth, Eleazer the ninth, |
|
14
|
14
|
| ῾Ιερμιὰ ὁ δέκατος, Μελχαβαναὶ ὁ ἑνδέκατος. | Jeremia the tenth, Melchabanai the eleventh. |
|
15
|
15
|
| οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις. | These were chiefs of the army of the sons of Gad, the least one commander of a hundred, and the greatest one of a thousand. |
|
16
|
16
|
| οὗτοι οἱ διαβάντες τὸν ᾿Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. | These are the men that crossed over Jordan in the first month, and it had overflowed all its banks; and they drove out all the inhabitants of the valleys, from the east to the west. |
|
17
|
17
|
| καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ᾿Ιούδα εἰς βοήθειαν τοῦ Δαυίδ, | And there came some of the sons of Benjamin and Juda to the assistance of David. |
|
18
|
18
|
| καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾿ ἑαυτὴν ἐφ᾿ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο. | And David went out to meet them, and said to them, If ye are come peaceably to me, let my heart be at peace with you: but if ye are come to betray me to my enemies unfaithfully, the God of your fathers look upon it, and reprove it. |
|
19
|
19
|
| καὶ πνεῦμα ἐνέδυσε τὸν ᾿Αμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπε· πορεύου καὶ ὁ λαός σου Δαυὶδ υἱὸς ᾿Ιεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου, ὅτι ἐβοήθησέ σοι ὁ Θεὸς σου. καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων. | And the Spirit came upon Amasai, a captain of the thirty, and he said, Go, David, son of Jesse, thou and thy people, peace, peace be to thee, and peace to thy helpers, for thy God has helped thee. And David received them, and made them captains of the forces. |
|
20
|
20
|
| καὶ ἀπὸ Μανασσῆ προσεχώρησαν πρὸς Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων· ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς κύριον αὐτοῦ Σαούλ· | And some came to David from Manasse, when the Philistines came against Saul to war: and he helped them not, because the captains of the Philistines took counsel, saying, With the heads of those men will he return to his master Saul. |
|
21
|
21
|
| ἐν τῷ πορευθῆναι τὸν Δαυὶδ εἰς Σικελὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ ᾿Εδνὰ καὶ ᾿Ιωζαβὰθ καὶ Ρωδιὴλ καὶ Μιχαὴλ καὶ ᾿Ιωσαβαὶθ καὶ ᾿Ελιμοὺθ καὶ Σεμαθί, ἀρχηγοὶ χιλιάδων εἰσὶ τοῦ Μανασσῆ. | When David was going to Sikelag, there came to him of Manasse, Edna and Jozabath, and Rodiel, and Michael, and Josabaith, and Elimuth, and Semathi: these are the captains of thousands of Manasse. |
|
22
|
22
|
| καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει· | And they fought on the side of David against a troop, for they were all men of might; and they were commanders in the army, because of their might. |
|
23
|
23
|
| ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις τοῦ Θεοῦ. | For daily men came to David, till they amounted to a great force, as the force of God. |
|
24
|
24
|
| καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου. | And these are the names of the commanders of the army, who came to David to Chebron, to turn the kingdom of Saul to him according to the word of the Lord. |
|
25
|
25
|
| υἱοὶ ᾿Ιούδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως. | The sons of Juda, bearing shields and spears, six thousand and eight hundred mighty in war. |
|
26
|
26
|
| τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν. | Of the sons of Symeon mighty for battle, seven thousand and a hundred. |
|
27
|
27
|
| τῶν υἱῶν Λευὶ τετρακισχίλιοι καὶ ἑξακόσιοι. | Of the sons of Levi, four thousand and six hundred. |
|
28
|
28
|
| καὶ ᾿Ιωδαὲ ὁ ἡγούμενος τῷ ᾿Ααρὼν καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι. | And Joadas the chief of the family of Aaron, and with him three thousand and seven hundred. |
|
29
|
29
|
| καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο. | And Sadoc, a young man mighty in strength, and there were twenty-two leaders of his father's house. |
|
30
|
30
|
| καὶ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ. | And of the sons of Benjamin, the brethren of Saul, three thousand: and still the greater part of them kept the guard of the house of Saul. |
|
31
|
31
|
| καὶ ἀπὸ υἱῶν ᾿Εφραὶμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ, ἄνδρες ὀνομαστοὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν. | And of the sons of Ephraim, twenty thousand and eight hundred mighty men, famous in the houses of their fathers. |
|
32
|
32
|
| καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ δεκαοκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ. | And of the half-tribe of Manasse, eighteen thousand, even those who were named by name, to make David king. |
|
33
|
33
|
| καὶ ἀπὸ τῶν υἱῶν ᾿Ισσάχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι ᾿Ισραὴλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾿ αὐτῶν. | And of the sons of Issachar having wisdom with regard to the times, knowing what Israel should do, two hundred; and all their brethren with them. |
|
34
|
34
|
| καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσι σκεύεσι πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως. | And of Zabulon they that went out to battle, with all weapons of war, were fifty thousand to help David, not weak-handed. |
|
35
|
35
|
| καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι καὶ μετ᾿ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασι τριακονταεπτὰ χιλιάδες. | And of Nephthali a thousand captains, and with them men with shields and spears, thirty-seven thousand. |
|
36
|
36
|
| καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἰκοσιοκτὼ χιλιάδες καὶ ὀκτακόσιοι. | And of the Danites men ready for war twenty-eight thousand and eight hundred. |
|
37
|
37
|
| καὶ ἀπὸ τοῦ ᾿Ασὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες. | And of Aser, they that went out to give aid in war, forty thousand. |
|
38
|
38
|
| καὶ ἐκ πέραν τοῦ ᾿Ιορδάνου ἀπὸ Ρουβὴν καὶ Γαδδὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσι σκεύεσι πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες. | And from the country beyond Jordan, from Ruben, and the Gadites, and from the half-tribe of Manasse, a hundred and twenty thousand, with all weapons of war. |
|
39
|
39
|
| πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα ᾿Ισραήλ· καὶ ὁ κατάλοιπος ᾿Ισραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ. | All these were men of war, setting the army in battle array, with a peaceful mind towards him, and they came to Chebron to make David king over all Israel: and the rest of Israel were of one mind to make David king. |
|
40
|
40
|
| καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἰ ἀδελφοὶ αὐτῶν. | And they were there three days eating and drinking, for their brethren had made preparations. |
|
41
|
41
|
| καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως ᾿Ισσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν ᾿Ισραήλ. | And their neighbours, as far as Issachar and Zabulon and Nephthali, brought to them upon camels, and asses, and mules, and upon calves, victuals, meal, cakes of figs, raisins, wine, and oil, calves and sheep abundantly: for there was joy in Israel. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.