|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΚΑΙ τοῖς υἱοῖς ᾿Ισσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ ᾿Ιασοὺβ καὶ Σεμερών, τέσσαρες. | And as to the sons of Issachar, they were Thola, and Phua, and Jasub, and Semeron, four. |
|
2
|
2
|
| καὶ υἱοὶ Θωλά· ᾿Οζί, Ραφαΐα καὶ ᾿Ιεριὴλ καὶ ᾿Ιαμαΐ καὶ ᾿Ιεβασὰμ καὶ Σαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλά, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. | And the sons of Thola; Ozi, Raphaia, and Jeriel, and Jamai, and Jemasan, and Samuel, chiefs of their fathers' houses belonging to Thola, men of might according to their generations; their number in the days of David was twenty and two thousand and six hundred. |
|
3
|
3
|
| καὶ υἱοὶ ᾿Οζί· ᾿Ιεζραΐα καὶ υἱοὶ ᾿Ιεζραΐα· Μιχαήλ, ᾿Αβδιοὺ καὶ ᾿Ιωὴλ καὶ ᾿Ιεσία, πέντε, ἄρχοντες πάντες. | And the sons of Ozi; Jezraia: and the sons of Jezraia; Michael, Abdiu, and Joel, and Jesia, five, all rulers. |
|
4
|
4
|
| καὶ ἐπ᾿ αὐτῶν κατὰ γενέσεις αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. | And with them, according to their generations, according to the houses of their families, were men mighty to set armies in array for war, thirty and six thousand, for they had multiplied their wives and children. |
|
5
|
5
|
| καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς ᾿Ισσάχαρ καὶ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων. | And their brethren among all the families of Issachar, also mighty men, were eighty-seven thousand—this was the number of them all. |
|
6
|
6
|
| υἱοὶ Βενιαμίν· Βαλὲ καὶ Βαχὶρ καὶ ᾿Ιαδιήλ, τρεῖς. | The sons of Benjamin; Bale, and Bachir, and Jediel, three. |
|
7
|
7
|
| καὶ υἱοὶ Βαλέ· ᾿Ασεβὼν καὶ ᾿Οζὶ καὶ ᾿Οζιὴλ καὶ ᾿Ιεριμὼθ καὶ Οὐρί, πέντε, ἄρχοντες οἴκων πατριῶν ἰσχυροὶ δυνάμει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριακοντατέσσαρες. | And the sons of Bale; Esebon, and Ozi, and Oziel, and Jerimuth, and Uri, five; heads of houses of families, mighty men; and their number was twenty and two thousand and thirty-four. |
|
8
|
8
|
| καὶ υἱοὶ Βαχίρ· Ζεμιρὰ καὶ ᾿Ιωὰς καὶ ᾿Ελιέζερ καὶ ᾿Ελιθενὰν καὶ ᾿Αμαρία καὶ ᾿Ιεριμὼθ καὶ ᾿Αβιοὺδ καὶ ᾿Αναθὼθ καὶ ᾿Ελμεμέθ· πάντες οὗτοι υἱοὶ Βαχίρ. | And the sons of Bachir; Zemira, and Joas, and Eliezer, and Elithenan, and Amaria, and Jerimuth, and Abiud, and Anathoth, and Eleemeth: all these were the sons of Bachir. |
|
9
|
9
|
| καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι. | And their number according to their generations, (they were chiefs of their fathers' houses, men of might), was twenty thousand and two hundred. |
|
10
|
10
|
| καὶ υἱοὶ ᾿Ιαδιήλ· Βαλαάν. καὶ υἱοὶ Βαλαάν· ᾿Ιαοὺς καὶ Βενιαμὶν καὶ ᾿Αὼθ καὶ Χανανὰ καὶ Ζαιθὰν καὶ Θαρσὶ καὶ ᾿Αχισαάρ. | And the sons of Jediel; Balaan: and the sons of Balaan; Jaüs, and Benjamin, and Aoth, and Chanana, and Zæthan, and Tharsi, and Achisaar. |
|
11
|
11
|
| πάντες οὗτοι υἱοὶ ᾿Ιαδιήλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν. | All these were the sons of Jediel, chiefs of their families, men of might, seventeen thousand and two hundred, going forth to war with might. |
|
12
|
12
|
| καὶ Σαπφὶν καὶ ᾿Απφὶν καὶ υἱοὶ Ραώμ· υἱὸς αὐτοῦ ᾿Αέρ. | And Sapphin, and Apphin, and the sons of Or, Asom, whose son was Aor. |
|
13
|
13
|
| υἱοὶ Νεφθαλί· ᾿Ιασιήλ, Γωνὶ καὶ ᾿Ισσιὴρ καὶ Σαλλούρ, υἱοὶ Βαλαά. | The sons of Nephthali; Jasiel, Goni, and Aser, and Sellum, his sons, Balam his son. |
|
14
|
14
|
| υἱοὶ Μανασσῆ· ᾿Ασεριήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ. | The sons of Manasse; Esriel, whom his Syrian concubine bore; and she bore to him also Machir the father of Galaad. |
|
15
|
15
|
| καὶ Μαχὶρ ἔλαβε γυναῖκα τῷ ᾿Αμφὶν καὶ Μαμφίν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπαάδ, καὶ ἐγεννήθησαν τῷ Σαλπαὰδ θυγατέρες. | And Machir took a wife for Apphin and Sapphin, and his sister's name was Moöcha; and the name of the second son was Sapphaad; and to Sapphaad were born daughters. |
|
16
|
16
|
| καὶ ἔτεκε Μοωχὰ γυνὴ Μαχὶρ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σόρος· υἱοὶ αὐτοῦ Οὐλὰμ καὶ Ροκόμ. | And Moöcha the wife of Machir bore a son, and called his name Phares; and his brother's name was Surus; his sons were Ulam, and Rocom. |
|
17
|
17
|
| καὶ υἱοὶ Οὐλάμ, Βαδάν. οὗτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ. | And the sons of Ulam; Badam. These were the sons of Galaad, the son of Machir, the son of Manasse. |
|
18
|
18
|
| καὶ ἡ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχὲθ ἔτεκε τὸν ᾿Ισαδὲκ καὶ τὸν ᾿Αβιέζερ καὶ τὸν Μαελά. | And his sister Malecheth bore Isud, and Abiezer, and Maela. |
|
19
|
19
|
| καὶ ἦσαν υἱοὶ Σεμιρά· ᾿Ιααὶμ καὶ Συχὲμ καὶ Λαχὶμ καὶ ᾿Ανιάν. | And the sons of Semira were, Aim, and Sychem, and Lakim, and Anian. |
|
20
|
20
|
| καὶ υἱοὶ ᾿Εφραίμ· Σωθαλὰ καὶ Βαρὰδ υἱὸς αὐτοῦ καὶ Θαὰθ υἱὸς αὐτοῦ, ᾿Ελεαδὰ υἱὸς αὐτοῦ, Νομεὲ υἱὸς αὐτοῦ, | And the sons of Ephraim; Sothalath, and Barad his son, and Thaath his son, Elada his son, Saath his son, |
|
21
|
21
|
| Ζαβὲδ υἱὸς αὐτοῦ, Σωθελὲ υἱὸς αὐτοῦ καὶ ᾿Αζὲρ καὶ ᾿Ελεάδ. καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν. | and Zabad his son, Sothele his son, and Azer, and Elead: and the men of Geth who were born in the land slew them, because they went down to take their cattle. |
|
22
|
22
|
| καὶ ἐπένθησεν ᾿Εφραὶμ ὁ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν. | And their father Ephraim mourned many days, and his brethren came to comfort him. |
|
23
|
23
|
| καὶ εἰσῆλθε πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βαραγά, ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου. | And he went in to his wife, and she conceived, and bore a son, and he called his name Beria, because, said he, He was afflicted in my house. |
|
24
|
24
|
| καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ ᾿Οζάν· Σεηρά, | And his daughter was Saraa, and he was among them that were left, and he built Bæthoron the upper and the lower. And the descendants of Ozan were Seera, |
|
25
|
25
|
| καὶ Ραφὴ υἱοὶ αὐτοῦ, Σαρὰφ καὶ Θαλεὲς υἱοὶ αὐτοῦ, Θαὲν υἱὸς αὐτοῦ. | and Raphe his son, Saraph and Thalees his sons, Thaen his son. |
|
26
|
26
|
| τῷ Λααδὰν υἱῷ αὐτοῦ υἱὸς ᾿Αμιούδ, ᾿Ελισαμαΐ υἱὸς αὐτοῦ, | To Laadan his son was born his son Amiud, his son Helisamai, his son |
|
27
|
27
|
| Νοὺμ υἱὸς αὐτοῦ, ᾿Ιησουὲ υἱὸς αὐτοῦ. | Nun, his son Jesue, these were his sons. |
|
28
|
28
|
| καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατ᾿ ἀνατολὰς Νοαράν, πρὸς δυσμαῖς Γαζὲρ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς. | And their possession and their dwelling were Bæthel and her towns, to the east Noaran, westward Gazer and her towns, and Sychem and her towns, as far as Gaza and her towns. |
|
29
|
29
|
| καὶ ἕως ὁρίων υἱῶν Μανασσῆ· Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαανὰχ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδὼ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν υἱοὶ ᾿Ιωσὴφ υἱοῦ ᾿Ισραήλ. | And as far as the borders of the sons of Manasse, Bæthsaan and her towns, Thanach and her towns, Mageddo and her towns, Dor and her towns. In this the children of Joseph the son of Israel dwelt. |
|
30
|
30
|
| υἱοὶ ᾿Ασήρ· ᾿Ιεμνὰ καὶ Σουΐα. καὶ ᾿Ισουΐ καὶ Βεριὰ καὶ Σορὲ ἀδελφὴ αὐτῶν. | The sons of Aser; Jemna, and Suia, and Isui, and Beria, and Sore their sister. |
|
31
|
31
|
| καὶ υἱοὶ Βεριά· Χάβερ καὶ Μελχιήλ, οὗτος πατὴρ Βερζαΐθ. | And the sons of Beria; Chaber, and Melchiel; he was the father of Berthaith. |
|
32
|
32
|
| καὶ Χάβερ ἐγέννησε τὸν ᾿Ιαφλὴτ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰμ καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν. | And Chaber begot Japhlet, and Samer, and Chothan, and Sola their sister. |
|
33
|
33
|
| καὶ υἱοὶ ᾿Ιαφλήτ· Φασὲκ καὶ Βαβαὴλ καὶ ᾿Ασίθ· οὗτοι υἱοὶ ᾿Ιαφλήτ. | And the sons of Japhlet; Phasec, and Bamael, and Asith: these are the sons of Japhlet. |
|
34
|
34
|
| καὶ υἱοὶ Σεμμήρ· ᾿Αχιουραογὰ καὶ ᾿Οβὰ καὶ ᾿Αρὰμ | And the sons of Semmer; Achir, and Rooga, and Jaba, and Aram. |
|
35
|
35
|
| καὶ Βανηελάμ· ἀδελφοὶ αὐτοῦ Σοφὰ καὶ ᾿Ιμανὰ καὶ Σελλὴς καὶ ᾿Αμάλ. | And the sons of Elam his brother; Sopha, and Imana, and Selles, and Amal. |
|
36
|
36
|
| υἱοὶ Σωφά· Σουὲ καὶ ᾿Αρναφὰρ καὶ Σουδὰ καὶ Βαρὶν καὶ ᾿Ιμρὰν | The sons of Sopha; Sue, and Arnaphar, and Suda, and Barin, and Imran, |
|
37
|
37
|
| καὶ Σοβὰλ καὶ ῍Ωδ καὶ Σεμμὰ καὶ Σαλισὰ καὶ ᾿Ιεθρὰν καὶ Βεηρά. | and Basan, and Oa, and Sama, and Salisa, and Jethra, and Beëra. |
|
38
|
38
|
| καὶ υἱοὶ ᾿Ιεθήρ· ᾿Ιεφινὰ καὶ Φασφὰ καὶ ᾿Αρά. | And the sons of Jether, Jephina, and Phaspha, and Ara. |
|
39
|
39
|
| καὶ υἱοὶ ῾Ωλά· ᾿Ορέχ, ᾿Ανιὴλ καὶ Ρασιά. | And the sons of Ola; Orech, Aniel, and Rasia. |
|
40
|
40
|
| πάντες οὗτοι υἱοὶ ᾿Ασήρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ὁ ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἰκοσιὲξ χιλιάδες. | All these were the sons of Aser, all heads of families, choice, mighty men, chief leaders: their number for battle array—their number was twenty-six thousand men. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.