|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| ΚΑΙ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον. | And Chiram king of Tyre sent messengers to David, and cedar timbers, and masons, and carpenters, to build a house for him. |
|
2
|
2
|
| καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ᾿Ισραήλ. | And David knew that the Lord had designed him to be king over Israel; because his kingdom was highly exalted, on account of his people Israel. |
|
3
|
3
|
| Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν ῾Ιερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. | And David took more wives in Jerusalem: and there were born to David more sons and daughters. |
|
4
|
4
|
| καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμὼν | And these are the names of those that were born, who were born to him in Jerusalem; Samaa, Sobab, Nathan, and Solomon, |
|
5
|
5
|
| καὶ ᾿Ιβαὰρ καὶ ᾿Ελισαὲ καὶ ᾿Ελιφαλὲτ | and Baar, and Elisa, and Eliphaleth, |
|
6
|
6
|
| καὶ Ναγὲθ καὶ Ναφὰγ καὶ ᾿Ιαφιὲ | and Nageth, and Naphath, and Japhie, |
|
7
|
7
|
| καὶ ᾿Ελισαμαὲ καὶ ᾿Ελιαδὲ καὶ ᾿Ελιφαλέτ. | and Elisamae, and Eliade, and Eliphala. |
|
8
|
8
|
| Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα ᾿Ισραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς. | And the Philistines heard that David was anointed king over all Israel: and all the Philistines went up to seek David; and David heard it, and went out to meet them. |
|
9
|
9
|
| καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων. | And the Philistines came and assembled together in the giants' valley. |
|
10
|
10
|
| καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ λέγων· εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος· ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου. | And David enquired of God, saying, Shall I go up against the Philistines? and wilt thou deliver them into my hand? And the Lord said to him, Go up, and I will deliver them into thy hands. |
|
11
|
11
|
| καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ· καὶ εἶπε Δαυίδ· διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν. | And he went up to Baal Pharasin, and David smote them there; and David said, God has broken through enemies by my hand like a breach of water: therefore he called the name of that place, the Breach of Pharasin. |
|
12
|
12
|
| καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι, καὶ εἶπε Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί. | And the Philistines left their gods there; and David gave orders to burn them with fire. |
|
13
|
13
|
| καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων. | And the Philistines once more assembled themselves in the giants' valley. |
|
14
|
14
|
| καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ, καὶ εἶπεν αὐτῷ ὁ Θεός· οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων· | And David enquired of God again; and God said to him, Thou shalt not go after them; turn away from them, and thou shalt come upon them near the pear trees. |
|
15
|
15
|
| καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων. | And it shall be, when thou shalt hear the sound of their tumult in the tops of the pear trees, then thou shalt go into the battle: for God has gone out before thee to smite the army of the Philistines. |
|
16
|
16
|
| καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός, καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά. | And he did as God commanded him: and he smote the army of the Philistines from Gabaon to Gazera. |
|
17
|
17
|
| καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη. | And the name of David was famous in all the land; and the Lord put the terror of him on all the nations. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.