|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην· ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων. | And it came to pass as David dwelt in his house, that David said to Nathan the prophet, Behold, I dwell in a house of cedar, but the ark of the covenant of the Lord is under curtains of skins. |
|
2
|
2
|
| καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι Θεὸς μετὰ σοῦ. | And Nathan said to David, Do all that is in thy heart; for God is with thee. |
|
3
|
3
|
| καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν· | And it came to pass in that night, that the word of the Lord came to Nathan, saying, |
|
4
|
4
|
| πορεύου καὶ εἰπὸν πρὸς Δαυὶδ τὸν δοῦλόν μου· οὕτως εἶπε Κύριος· οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ· | Go and say to David my servant, Thus said the Lord, Thou shalt not build me a house for me to dwell in it. |
|
5
|
5
|
| ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν ᾿Ισραήλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι | For I have not dwelt in a house from the day that I brought up Israel until this day, but I have been in a tabernacle and a tent, |
|
6
|
6
|
| ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ ᾿Ισραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ ᾿Ισραήλ, οἷς ἐνετειλάμην τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων, ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον. | in all places through which I have gone with all Israel: did I ever speak to any one tribe of Israel whom I commanded to feed my people, saying, Why is it that ye have not built me a house of cedar? |
|
7
|
7
|
| καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυίδ· τάδε λέγει Κύριος παντοκράτωρ· ἐγὼ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ· | And now thus shalt thou say to my servant David, Thus saith the Lord Almighty, I took thee from the sheepfold, from following the flocks, to be a ruler over my people Israel: |
|
8
|
8
|
| καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύθης, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. | and I was with thee in all places whither thou wentest, and I destroyed all thine enemies from before thee, and I made for thee a name according to the name of the great ones that are upon the earth. |
|
9
|
9
|
| καὶ θήσομαι τόπον τῷ λαῷ μου ᾿Ισραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾿ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾿ ἀρχῆς | And I will appoint a place for my people Israel, and I will plant him, and he shall dwell by himself, and shall no longer be anxious; and the son of iniquity shall no longer afflict him, as at the beginning, |
|
10
|
10
|
| καὶ ἀφ᾿ ἡμερῶν, ὦν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, καὶ ἐταπείνωσα πάντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι Κύριος. | and from the days when I appointed judges over my people Israel. Also I have humbled all thine enemies, and I will increase thee, and the Lord will build thee a house. |
|
11
|
11
|
| καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· | And it shall come to pass when thy days shall be fulfilled, and thou shalt sleep with thy fathers, that I will raise up thy seed after thee, which shall be of thy bowels, and I will establish his kingdom. |
|
12
|
12
|
| αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος. | He shall build me a house, and I will set up his throne for ever. |
|
13
|
13
|
| ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου. | I will be to him a father, and he shall be to me a son: and my mercy will I not withdraw from him, as I withdrew it from them that were before thee. |
|
14
|
14
|
| καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. | And I will establish him in my house and in his kingdom for ever; and his throne shall be set up for ever. |
|
15
|
15
|
| κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ. | According to all these words, and according to all this vision, so spoke Nathan to David. |
|
16
|
16
|
| καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου καὶ εἶπε· τίς εἰμι ἐγὼ Κύριε ὁ Θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος; | And king David came and sat before the Lord, and said, Who am I, O Lord God? and what is my house, that thou hast loved me for ever? |
|
17
|
17
|
| καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ Θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις τοῦ ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ Θεός. | And these things were little in thy sight, O God: thou hast also spoken concerning the house of thy servant for a long time to come, and thou hast looked upon me as a man looks upon his fellow, and hast exalted me, O Lord God. |
|
18
|
18
|
| τί προσθήσει ἔτι Δαυὶδ πρός σε τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας. | What shall David do more toward thee to glorify thee? and thou knowest thy servant. |
|
19
|
19
|
| καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην. | And thou hast wrought all this greatness according to thine heart. |
|
20
|
20
|
| Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν. | O Lord, there is none like thee, and there is no God beside thee, according to all things which we have heard with our ears. |
|
21
|
21
|
| καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου ᾿Ισραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι λαὸν ἑαυτῷ, τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη. | Neither is there another nation upon the earth such as thy people Israel, whereas God led him in the way, to redeem a people for himself, to make for himself a great and glorious name, to cast out nations from before thy people, whom thou redeemedst out of Egypt. |
|
22
|
22
|
| καὶ ἔδωκας τὸν λαόν σου ᾿Ισραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, Κύριε, ἐγενήθης αὐτοῖς εἰς Θεόν. | And thou hast appointed thy people Israel as a people to thyself for ever; and thou, Lord, didst become a God to them. |
|
23
|
23
|
| καὶ νῦν, Κύριε, ὁ λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος. καὶ ποίησον καθὼς ἐλάλησας, | And now, Lord, let the word which thou spokest to thy servant, and concerning his house, be confirmed for ever, and do thou as thou hast spoken. |
|
24
|
24
|
| καὶ πιστωθήτω καὶ μεγαλυνθήτω τὸ ὄνομά σου ἕως αἰῶνος λεγόντων· Κύριε Κύριε, παντοκράτωρ Θεὸς ᾿Ισραήλ, καὶ ὁ οἶκος Δαυὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου. | And let thy name be established and magnified for ever, men saying, Lord, Lord, Almighty God of Israel: and let the house of thy servant David be established before thee. |
|
25
|
25
|
| ὅτι σὺ Κύριος ὁ Θεός μου ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου. | For thou, O Lord my God, hast revealed to the ear of thy servant that thou wilt build him a house; therefore thy servant has found a willingness to pray before thee. |
|
26
|
26
|
| καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς Θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα· | And now, Lord, thou thyself art God, and thou hast spoken these good things concerning thy servant. |
|
27
|
27
|
| καὶ νῦν ἦρξαι τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σύ, Κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα. | And now thou hast begun to bless the house of thy servant, so that it should continue for ever before thee: for thou, Lord, hast blessed it, and do thou bless it for ever. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.