|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΥΙΟΙ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. | The sons of Levi: Gedson, Caath, and Merari. |
|
2
|
2
|
| καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενὶ καὶ Σεμεΐ. | And these are the names of the sons of Gedson; Lobeni, and Semei. |
|
3
|
3
|
| υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ. | The sons of Caath; Ambram, and Issaar, Chebron, and Oziel. |
|
4
|
4
|
| υἱοὶ Μεραρί· Μοολὶ καὶ ῾Ομουσί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν. | The sons of Merari; Mooli and Musi: and these are the families of Levi, according to their families. |
|
5
|
5
|
| τῷ Γεδσών· τῷ Λοβενὶ υἱῷ αὐτοῦ ᾿Ιὲθ υἱὸς αὐτοῦ, Ζαμμὰ υἱὸς αὐτοῦ, | To Gedson—to Lobeni his son—were born Jeth his son, Zammath his son, |
|
6
|
6
|
| ᾿Ιωὰχ υἱὸς αὐτοῦ, ᾿Αδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, ᾿Ιεθρὶ υἱὸς αὐτοῦ. | Joab his son, Addi his son, Zara his son, Jethri his son. |
|
7
|
7
|
| υἱοὶ Καάθ· ᾿Αμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, ᾿Ασὴρ υἱὸς αὐτοῦ. | The sons of Caath; Aminadab his son, Core his son, Aser his son; |
|
8
|
8
|
| ῾Ελκανὰ υἱὸς αὐτοῦ, ᾿Αβισὰφ υἱὸς αὐτοῦ, | Helcana his son, Abisaph his son, Aser his son: |
|
9
|
9
|
| Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, ᾿Οζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. | Thaath his son, Uriel his son, Ozia his son, Saul his son. |
|
10
|
10
|
| καὶ υἱοὶ ῾Ελκανά, ᾿Αμασὶ καὶ ᾿Αχιμώθ, | And the sons of Helcana; Amessi, and Achimoth. |
|
11
|
11
|
| ῾Ελκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ, | Helcana his son, Suphi his son, Cainaath his son; |
|
12
|
12
|
| ᾿Ελιὰβ υἱὸς αὐτοῦ, ῾Ιερεὰμ υἱὸς αὐτοῦ, ῾Ελκανὰ υἱὸς αὐτοῦ. | Eliab his son, Jeroboam his son, Helcana his son. |
|
13
|
13
|
| υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανὶ καὶ ᾿Αβιά. | The sons of Samuel; the first-born Sani, and Abia. |
|
14
|
14
|
| υἱοὶ Μεραρί· Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ, ᾿Οζὰ υἱὸς αὐτοῦ, | The sons of Merari; Mooli, Lobeni his son, Semei his son, Oza his son; |
|
15
|
15
|
| Σαμαὰ υἱὸς αὐτοῦ, ᾿Αγγία υἱὸς αὐτοῦ, ᾿Ασαΐας υἱὸς αὐτοῦ. | Samaa his son, Angia his son, Asaias his son. |
|
16
|
16
|
| καὶ οὗτοι, οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ἆδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, | And these were the men whom David set over the service of the singers in the house of the Lord when the ark was at rest. |
|
17
|
17
|
| καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν ῾Ιερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. | And they ministered in front of the tabernacle of witness playing on instruments, until Solomon built the house of the Lord in Jerusalem; and they stood according to their order for their services. |
|
18
|
18
|
| καὶ οὗτοι οἱ ἑστηκότες καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς ᾿Ιωήλ, υἱοῦ Σαμουήλ, | And these were the men that stood, and their sons, of the sons of Caath: Æman the psalm singer, son of Joel, the son of Samuel, |
|
19
|
19
|
| υἱοῦ ῾Ελκανά, υἱοῦ ῾Ιερεβὰμ υἱοῦ ᾿Ελιὴλ υἱοῦ Θοοὺ | the son of Helcana, the son of Jeroboam, the son of Eliel, the son of Thoas, |
|
20
|
20
|
| υἱοῦ Σοὺφ υἱοῦ ῾Ελκανὰ υἱοῦ Μαὰθ υἱοῦ ᾿Αμαθὶ | the son of Suph, the son of Helcana, the son of Maath, the son of Amathi, |
|
21
|
21
|
| υἱοῦ ῾Ελκανὰ υἱοῦ ᾿Ιωὴλ υἱοῦ ᾿Αζαρία υἱοῦ Σαφανία | the son of Helcana, the son of Joel, the son of Azarias, the son of Japhanias, |
|
22
|
22
|
| υἱοῦ Θαὰθ υἱοῦ ᾿Ασὴρ υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορὲ | the son of Thaath, the son of Aser, the son of Abiasaph, the son of Core, |
|
23
|
23
|
| υἱοῦ ᾿Ισάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ υἱοῦ ᾿Ισραήλ. | the son of Isaar, the son of Caath, the son of Levi, the son of Israel. |
|
24
|
24
|
| καὶ ὁ ἀδελφὸς αὐτοῦ ᾿Ασὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· ᾿Ασὰφ υἱὸς Βαραχία υἱοῦ Σαμαὰ | And his brother Asaph, who stood at his right hand; Asaph the son of Barachias, the son of Samaa, |
|
25
|
25
|
| υἱοῦ Μιχαὴλ υἱοῦ Βαασία υἱοῦ Μελχία | the son of Michael, the son of Baasia, the son of Melchia, |
|
26
|
26
|
| υἱοῦ ᾿Αθανὶ υἱοῦ Ζαραΐ υἱοῦ ᾿Αδαΐ | the son of Athani, the son of Zaarai, |
|
27
|
27
|
| υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεΐ | the son of Adai, the son of Ætham, the son of Zammam, the son of Semei, |
|
28
|
28
|
| υἱοῦ ᾿Ιεὲθ υἱοῦ Γεθσὼν υἱοῦ Λευί. | the son of Jeeth, the son of Gedson, the son of Levi. |
|
29
|
29
|
| καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰν υἱὸς Κισὰ υἱοῦ ᾿Αβαΐ υἱοῦ Μαλὼχ | And the sons of Merari their brethren on the left hand: Ætham the son of Kisa, the son of Abai, the son of Maloch, |
|
30
|
30
|
| υἱοῦ ᾿Ασεβὶ υἱοῦ ᾿Αμεσία υἱοῦ Χελκίου | the son of Asebi, |
|
31
|
31
|
| υἱοῦ ᾿Αμασαΐ υἱοῦ Βανὶ υἱοῦ Σεμὴρ | the son of Amessias, the son of Bani, the son of Semer, |
|
32
|
32
|
| υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ υἱοῦ Λευί. | the son of Mooli, the son of Musi, the son of Merari, the son of Levi. |
|
33
|
33
|
| καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ. | And their brethren according to the houses of their fathers, were the Levites who were appointed to all the work of ministration of the tabernacle of the house of God. |
|
34
|
34
|
| καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ. | And Aaron and his sons were to burn incense on the altar of whole-burnt-offerings, and on the altar of incense, for all the ministry in the holy of holies, and to make atonement for Israel, according to all things that Moses the servant of the Lord commanded. |
|
35
|
35
|
| καὶ οὗτοι υἱοὶ ᾿Ααρών· ᾿Ελεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, ᾿Αβισοὺ υἱὸς αὐτοῦ, | And these are the sons of Aaron; Eleazar his son, Phinees his son, Abisu his son, |
|
36
|
36
|
| Βωκαὶ υἱὸς αὐτοῦ, ᾿Οζὶ υἱὸς αὐτοῦ, Ζαραΐα υἱὸς αὐτοῦ, | Bokki his son, Ozi his son, Saraia his son, |
|
37
|
37
|
| Μαριὴλ υἱὸς αὐτοῦ, ᾿Αμαρία υἱὸς αὐτοῦ, ᾿Αχιτὼβ υἱὸς αὐτοῦ, | Mariel his son, Amaria his son, Achitob his son, |
|
38
|
38
|
| Σαδὼκ υἱὸς αὐτοῦ, ᾿Αχιμάας υἱὸς αὐτοῦ. | Sadoc his son, Achimaas his son. |
|
39
|
39
|
| καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς ᾿Ααρὼν τῇ πατριᾷ τοῦ Κααθὶ —ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος— | And these are their residences in their villages, in their coasts, to the sons of Aaron, to their family the Caathites: for they had the lot. |
|
40
|
40
|
| καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ ᾿Ιούδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς· | And they gave them Chebron in the land of Juda, and its suburbs round about it. |
|
41
|
41
|
| καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ ᾿Ιεφοννή. | But the fields of the city, and its villages, they gave to Chaleb the son of Jephonne. |
|
42
|
42
|
| καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Εσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς | And to the sons of Aaron they gave the cities of refuge, even Chebron, and Lobna and her suburbs round about, and Selna and her suburbs, and Esthamo and her suburbs, |
|
43
|
43
|
| καὶ τὴν ᾿Ιεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς | and Jethar and her suburbs, and Dabir and her suburbs, |
|
44
|
44
|
| καὶ τὴν ᾿Ασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς. | and Asan and her suburbs, and Bæthsamys and her suburbs: |
|
45
|
45
|
| καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαὲ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν. | and of the tribe of Benjamin Gabai and her suburbs, and Galemath and her suburbs, and Anathoth and her suburbs: all their cities were thirteen cities according to their families. |
|
46
|
46
|
| καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κλήρῳ πόλεις δέκα. | And to the sons of Caath that were left of their families, there were given out of the tribe, namely, out of the half-tribe of Manasse, by lot, ten cities. |
|
47
|
47
|
| καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς ᾿Ισσάχαρ, ἐκ φυλῆς ᾿Ασήρ, ἀπὸ φυλῆς Νεφθαλί, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. | And to the sons of Gedson according to their families there were given thirteen cities of the tribe of Issachar, of the tribe of Aser, of the tribe of Nephthali, of the tribe of Manasse in Basan. |
|
48
|
48
|
| καὶ τοῖς υἱοῖς Μεραρί κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβήν, ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δεκαδύο. | And to the sons of Merari according to their families there were given, by lot, twelve cities of the tribe of Ruben, of the tribe of Gad, and of the tribe of Zabulon. |
|
49
|
49
|
| καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· | So the children of Israel gave to the Levites the cities and their suburbs. |
|
50
|
50
|
| καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν ᾿Ιούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾿ ὀνόματος. | And they gave by lot out of the tribe of the children of Juda, and out of the tribe of the children of Symeon, and out of the tribe of the children of Benjamin, these cities which they call by name. |
|
51
|
51
|
| καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς ᾿Εφραίμ. | And to the members of the families of the sons of Caath there were also given the cities of their borders out of the tribe of Ephraim. |
|
52
|
52
|
| καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει ᾿Εφραὶμ καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς | And they gave them the cities of refuge, Sychem and her suburbs in mount Ephraim, and Gazer and her suburbs, |
|
53
|
53
|
| καὶ τὴν ᾿Ιεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς | and Jecmaan and her suburbs, and Bæthoron and her suburbs, |
|
54
|
54
|
| καὶ τὴν ᾿Εγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς | and Ælon and her suburbs, and Gethremmon and her suburbs: |
|
55
|
55
|
| καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν ᾿Ανὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις. | and of the half-tribe of Manasse Anar and her suburbs, and Jemblaan and her suburbs, to the sons of Caath that were left, according to each several family. |
|
56
|
56
|
| τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ασηρὼθ καὶ τὰ περισπόρια αὐτῆς· | To the sons of Gedson from the families of the half-tribe of Manasse they gave Golan of Basan and her suburbs, and Aseroth and her suburbs. |
|
57
|
57
|
| καὶ ἐκ φυλῆς ᾿Ισσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς | And out of the tribe of Issachar, Kedes and her suburbs, and Deberi and her suburbs, and Dabor and her suburbs, |
|
58
|
58
|
| καὶ τὴν Ζαβὼρ καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς· | and Ramoth, and Ænan and her suburbs. |
|
59
|
59
|
| καὶ ἐκ φυλῆς ᾿Ασὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αβδὼν καὶ τὰ περισπόρια αὐτῆς | And of the tribe of Aser; Maasal and her suburbs, and Abdon and her suburbs, |
|
60
|
60
|
| καὶ τὴν ᾿Ακὰκ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροὼβ καὶ τὰ περισπόρια αὐτῆς· | and Acac and her suburbs, and Roob and her suburbs. |
|
61
|
61
|
| καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαΐμ καὶ τὰ περισπόρια αὐτῆς. | And of the tribe of Nephthali; Kedes in Galilee and her suburbs, and Chamoth and her suburbs, and Kariathaim and her suburbs. |
|
62
|
62
|
| τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαλλιὰ καὶ τὰ περισπόρια αὐτῆς, | To the sons of Merari that were left, they gave out of the tribe of Zabulon Remmon and her suburbs, and Thabor and her suburbs: |
|
63
|
63
|
| ἐκ τοῦ πέραν τοῦ ᾿Ιορδάνου τὴν ῾Ιεριχὼ κατὰ δυσμὰς τοῦ ᾿Ιορδάνου· ἐκ φυλῆς Ρουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιασὰ καὶ τὰ περισπόρια αὐτῆς | out of the country beyond Jordan; Jericho westward of Jordan: out of the tribe of Ruben; Bosor in the wilderness and her suburbs, and Jasa and her suburbs, |
|
64
|
64
|
| καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς | and Kadmoth and her suburbs, and Maephla and her suburbs. |
|
65
|
65
|
| καὶ ἐκ φυλῆς Γὰδ τὴν Ραμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναΐμ καὶ τὰ περισπόρια αὐτῆς | Out of the tribe of Gad; Rammoth Galaad and her suburbs, and Maanaim and her suburbs, |
|
66
|
66
|
| καὶ τὴν ᾿Εσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς. | and Esebon and her suburbs, and Jazer and her suburbs. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.