|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβε τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων. | And it came to pass afterwards, that David smote the Philistines, and routed them, and took Geth and its villages out of the hand of the Philistines. |
|
2
|
2
|
| καὶ ἐπάταξε τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυὶδ φέροντες δῶρα. | And he smote Moab; and the Moabites became servants to David, and tributaries. |
|
3
|
3
|
| καὶ ἐπάταξε Δαυὶδ τὸν ᾿Αδρααζὰρ βασιλέα Σουβὰ ῾Ημάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην. | And David smote Adraazar king of Suba of Emath, as he was going to establish power toward the river Euphrates. |
|
4
|
4
|
| καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. | And David took of them a thousand chariots, and seven thousand horsemen, and twenty thousand infantry: and David houghed all the chariot horses, but there were reserved of them a hundred chariots. |
|
5
|
5
|
| καὶ ἦλθε Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι ᾿Αδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. | And the Syrian came from Damascus to help Adraazar king of Suba; and David smote of the Syrian army twenty and two thousand men. |
|
6
|
6
|
| καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυὶδ εἰς παῖδας φέροντας δῶρα, καὶ ἔσωζε Κύριος Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. | And David put a garrison in Syria near Damascus; and they became tributary servants to David: and the Lord delivered David wherever he went. |
|
7
|
7
|
| καὶ ἔλαβε Δαυὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας ᾿Αδρααζάρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς ῾Ιερουσαλήμ. | And David took the golden collars that were on the servants of Adraazar, and brought them to Jerusalem. |
|
8
|
8
|
| καὶ ἐκ τῆς μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν ᾿Αδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ. | And David took out of Matabeth, and out of the chief cities of Adraazar very much brass: of this Solomon made the brazen sea, and the pillars, and the brazen vessels. |
|
9
|
9
|
| καὶ ἤκουσε Θωὰ βασιλεὺς ῾Ημὰθ ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν ᾿Αδρααζὰρ βασιλέως Σουβά, | And Thoa king of Emath heard that David had smitten the whole force of Adraazar king of Suba. |
|
10
|
10
|
| καὶ ἀπέστειλε τὸν ᾿Αδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν ᾿Αδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωὰ ἦν τῷ ᾿Αδρααζάρ. | And he sent Aduram his son to king David to ask how he was, and to congratulate him because he had fought against Adraazar, and smitten him; for Thoa was the enemy of Adraazar. |
|
11
|
11
|
| καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ ᾿Ιδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν ᾿Αμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ ᾿Αμαλήκ. | And all the golden and silver and brazen vessels, even these king David consecrated to the Lord, with the silver and the gold which he took from all the nations; from Idumæa, and Moab, and from the children of Ammon, and from the Philistines, and from Amalec. |
|
12
|
12
|
| καὶ ᾿Αβεσσὰ υἱὸς Σαρουΐας ἐπάταξε τὴν ᾿Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτωκαίδεκα χιλιάδας. | And Abesa son of Saruia smote the Idumeans in the valley of Salt, eighteen thousand. |
|
13
|
13
|
| καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ ᾿Ιδουμαῖοι παῖδες Δαυίδ. καὶ ἔσωζε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. | And he put garrisons in the valley; and all the Idumæans became David's servants: and the Lord delivered David wherever he went. |
|
14
|
14
|
| καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα ᾿Ισραὴλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ. | So David reigned over all Israel; and he executed judgment and justice to all his people. |
|
15
|
15
|
| καὶ ᾿Ιωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλοὺδ ὑπομνηματογράφος | And Joab the son of Saruia was over the army, and Josaphat the son of Achilud was recorder. |
|
16
|
16
|
| καὶ Σαδὼκ υἱὸς ᾿Αχιτὼβ καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ ἱερεῖς καὶ Σουσὰ γραμματεὺς | And Sadoc son of Achitob, and Achimelech son of Abiathar, were the priests; and Susa was the scribe; |
|
17
|
17
|
| καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τοῦ Χερεθθὶ καὶ ἐπὶ τοῦ Φελεθθὶ καὶ υἱοὶ Δαυὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως. | and Banæas the son of Jodae was over the Cherethite and the Phelethite, and the sons of David were the chief deputies of the king. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.