Завантаження...
Співпраця: admin.vira@ukr.net
Наші Телеграм-канали:
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.

• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.

• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.

• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Глава 43 з 52
Κεφάλαιο 43
Главa м7г
1
1
(Μασ. ΛΣΤ´) ΕΝ τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἐγενήθη λόγος Κυρίου πρός με λέγων·
И# бhсть, є3гдA престA їеремjа глаг0лz къ лю1демъ вс‰ словесA гDнz, ±же послA гDь къ ни6мъ,
2
2
λάβε σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ ᾿Ιούδα καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφ’ ἡμερῶν ᾿Ιωσία βασιλέως ᾿Ιούδα καὶ ἕως τῆς ἡμέρας ταύτης·
и3 речE ґзарjа сhнъ маасeевъ и3 їwанaнъ сhнъ карjевъ и3 вси2 мyжіе през0рливіи ко їеремjи, глаг0люще: лжeши, не послa тz къ нaмъ гDь бGъ нaшъ глаг0лати: не входи1те во є3гЂпетъ жи1ти тaмw:
3
3
ἴσως ἀκούσεται ὁ οἶκος ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
но варyхъ сhнъ нирjинъ под8ущaетъ тS на нaсъ, да нaсъ вдaси въ рyцэ халдє1йстэ ўмори1ти нaсъ и3 превести2 нaсъ въ вавmлHнъ.
4
4
καὶ ἐκάλεσεν ῾Ιερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος ῾Ιερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐχρημάτισε πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.
И# не послyша їwанaнъ и3 вси2 воевHды си1лы и3 вси2 лю1діе (не послyшаша) глaса гDнz, є4же жи1ти на земли2 їyдинэ.
5
5
καὶ ἐνετείλατο ῾Ιερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.
И# взS їwанaнъ и3 вси2 воевHды си1лы вс‰ њстaвшыz ї{дины, возвращє1ныz t всёхъ kзhкwвъ, ѓможе разсёzни бhша, є4же жи1ти на земли2 їyдинэ,
6
6
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς ᾿Ιούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν ἀναγνώσῃ αὐτοῖς·
мyжы си6льныz и3 жєны2, и3 младeнцы и3 дщє1ри царє1вы, и3 дyшы, ±же њстaви навузардaнъ воев0да си1лы со годолjемъ сhномъ ґхікaмовымъ сhна сафaнова, и3 їеремjю прbр0ка, и3 варyха сhна нирjина,
7
7
ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
и3 внид0ша во є3гЂпетъ, ћкw не послyшаша глaса гDнz, и3 внид0ша во тафнaсъ.
8
8
καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ ῾Ιερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου.
И# бhсть сл0во гDне ко їеремjи во тафнaсэ гlz:
9
9
καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ ᾿Ιωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐνάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν ῾Ιερουσαλὴμ καὶ οἶκος ᾿Ιούδα.
возми2 себЁ кaмєни вели6ки и3 скрhй | пред8 враты2 д0му фараHнz во тафнaсэ пред8 nчи1ма мужeй їyдиныхъ, и3 речeши къ ни6мъ:
10
10
καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους ῾Ιερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
тaкw гlетъ гDь си1лъ, бGъ ї}левъ: сE, ѓзъ послю2 и3 приведY навуходон0сора царS вавmлHнска рабA моего2, и3 постaвитъ прест0лъ св0й на кaменіихъ си1хъ, и5хже скрhлъ є3си2, и3 воздви1гнетъ nрyжіе своE на нS,
11
11
καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου·
и3 вни1детъ и3 порази1тъ зeмлю є3гЂпетску: и5хже на смeрть, на смeрть, и3 и5хже на преселeніе, на преселeніе, ґ и5хже под8 мeчь, под8 мeчь:
12
12
καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, ᾿Ελισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ ᾿Ελνάθαν υἱὸς ᾿Ακχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς ᾿Ανανίου καὶ πάντες οἱ ἄρχοντες,
и3 пожжeтъ nгнeмъ д0мы богHвъ и4хъ, и3 пожжeтъ |, и3 пресели1тъ |, и3 покрhетъ зeмлю є3гЂпетскую, ћкоже покрывaетсz пастyхъ ри1зою своeю: и3 и3зhдетъ tтyду съ ми1ромъ
13
13
καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.
и3 сокруши1тъ столпы2 и3ліуп0лz [с0лнечнагw грaда], и4же во є3гЂптэ, и3 д0мы богHвъ є3гЂпетскихъ пожжeтъ nгнeмъ.
14
καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου τὸν ᾿Ιουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσί, λέγοντες· τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.
15
καὶ εἶπαν αὐτῷ· πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.
16
καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπον· ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους.
17
καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες· πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους;
18
καὶ εἶπε Βαρούχ· ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι ῾Ιερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.
19
καὶ εἶπον τῷ Βαρούχ· βάδισον καὶ κατακρύβηθι σὺ καὶ ῾Ιερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.
20
καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ ᾿Ελισαμά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους.
21
καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Ιουδὶν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου ᾿Ελισαμά· καὶ ἀνέγνω ᾿Ιουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.
22
καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
23
καὶ ἐγενήθη ἀναγινώσκοντος ᾿Ιουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.
24
καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.
25
καὶ ᾿Ελνάθαν καὶ Γοθολίας καὶ Γαμαρίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον.
26
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ῾Ιερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραίᾳ υἱῷ ᾿Εσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν ῾Ιερεμίαν· καὶ κατεκρύβησαν.
27
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος ῾Ιερεμίου λέγων·
28
πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς ᾿Ιωακείμ.
29
καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων· διατί ἔγραψας ἐπ’ αὐτῷ λέγων· εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπ’ αὐτῆς ἄνθρωπος καὶ κτήνη;
30
διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα· οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυίδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός·
31
καὶ ἐπισκέψομαι ἐπ’ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ’ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν γῆν ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.
32
καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ’ αὐτῷ ἀπὸ στόματος ῾Ιερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν ᾿Ιωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.

Глава 43 з 52
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.

• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.

• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.

• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.