Завантаження...
Старий Заповіт

• Бут.

Порівняти:

Глvа, к~з”
Κεφάλαιο 27
1
1
Бы'сть же ја%ко състарњся и^саа'къ, и^ ѓ^слњпо'ста ѓ%чи е^мђ въ не видњ'нїе” И$ възва` и^са'ва сн~а свое^го старњ'ишаго, и^ рече е^мђ сн~е мой, эTвњщаv и^саv к немђ` с^е а^зъ,
ΕΓΕΝΕΤΟ δὲ μετὰ τὸ γηράσαι τὸν ᾿Ισαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
2
2
рече' же е^мђ, с^е аZ съста'рњхся, и^ не вњмъ дн~и сконча'нїю мое^мђ,
καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
3
3
нн~њ ё^бо възми` съсђд# свой тђл же и^ лђкъ, и^зы'ди на' поле, и^ ё^лови' ми звњ'рь,
νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν
4
4
и^ сътвори' ми я'дь ја^коже люблю`, и^ принеси' ми да я'мъ, да блsвит# тя дш~а моя` пре'жде даже не ё^мрђ`,
καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
5
5
реве'ка же слы'шавши гл~ща і^саа'ка къ сн~ђ свое^мђ и^са'вђ, і^ и^де и^са'въ на' поле ловиT ло'вђ эTц~ђ свое^мђ”
Ρεβέκκα δὲ ἤκουσε λαλοῦντος ᾿Ισαὰκ πρὸς ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ ῾Ησαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ·
6
6
Рече' же реве'ка къ і^а'ковђ сн~ђ свое^мђ меншемђ, с^е а^зъ слы'шаX эTц~а твоеh къ и^са'вђ бра'тђ твое^мђ гл~юща,
Ρεβέκκα δὲ εἶπε πρὸς ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς ῾Ησαῦ τὸν ἀδελφόν σου λέγοντος·
7
7
принеси' ми звњри'нђ, и^ сътвори' ми я%дь, да я'дше и^ блsвлю' тя преD бм~ъ пре'жде не'жели ё^мрђ`”
ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
8
8
Нн~њ ё^бо послђ'шаи мене` сн~е мой, ја%коже ти а^зъ повелю`.
νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι.
9
9
ше'дъ въ ѓ^вца` пои^ми` эT нихъ дв^а ко'злища ю%на, и^ добра` и^ сътворю` я%дь эTц~ђ твое^мђ, ја^коже лю'бить,
καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ,
10
10
и^ вънесе'ши эTц~ђ твое^мђ и^ бђдеть ја%сти, и^ блsвит# тя эTц~ъ твой пре'жде даже не ё'мреT”
καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
11
11
Рече же і^а'ковъ реве'цњ мт~ри свое'й, бра'тъ мой е^сть мђ'жь косма'тъ, а^ а'з же мђ'жь
εἶπε δὲ ᾿Ιακὼβ πρὸς Ρεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν ῾Ησαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
12
12
го'лъ е^гда` ѓ^бы'щеть мя ѓ^ц~ъ мо'й, и^ бђдђ пред ни'мъ ја%ко ѓ^би'длив#, и^ принесђ` на' ся кля'твђ а^ не блsвенїе”
μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
13
13
Реq же е^мђ мт~и на мн^њ кля'тва твоя` ча'до, то'чїю послђ'шай гла'са мое^го, и^ шеD принеси' ми,
εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι.
14
14
шеD же поя` и^ принесе` ма'тери, и^ сътвори` е^мђ мт~и я%дь, ја%коже любля'ше эTц~ъ е^го.
πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.
15
15
възе'мши y реве'ка ри'зы и^са'вля, сн~а своего старњ'ишаго кра'сны, ја%же бя'хђ ё^ нея` в домђ`, и^ ѓ^блече` сн~а свое^го ме'ншаго
καὶ λαβοῦσα Ρεβέκκα τὴν στολὴν ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
16
16
і^а'кова, и^ козли'нама ко'злищю ѓ^бви` е^мђ рђцњ`. и^ наго'е ши'я е^го.
καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ
17
17
и^ вда` я'дь, и^ хлњбы ја%же сътвори`, в рђцњ і^а'ковли сн~а свое^го”
καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας ᾿Ιακὼβ τοῦ υἱοῦ αὐτῆς.
18
18
И$ принесе` эTц~ђ свое^мђ, и^ рече эTч~е, се'й же рече с^е а^зъ кт^о е^си т^ы ча'до,
καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον;
19
19
и^ рече і^а'ковъ эTц~ђ а^зъ е^смь и^са'въ прьвенеw твой, сътвориX ја%коже ми гл~а, въста'вши ся'ди, да ја^си ловитвђ мою`, да блsвиT мя дш~а твоя`”
καὶ εἶπεν ᾿Ιακὼβ τῷ πατρί· ἐγὼ ῾Ησαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
20
20
Реq же і^сааk сн~ђ свое^мђ, что` с^е ја%ко ско'ро ѓ^брњте. эO ча'до, се'й же реq, е^же вда` г~ь б~ъ твои преD лицеM моиM
εἶπε δὲ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.
21
21
Реq же і^сааk къ і^а'ковђ, пристђпи` ча'до ко мнњ` да' тя ѓ^сяжю, а^ще ты' е^си сн~ъ мо'й і^саv и^л^и ни`.
εἶπε δὲ ᾿Ισαὰκ τῷ ᾿Ιακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ ἢ οὔ.
22
22
пристђпиy і^а'коv къ эTц~ђ свое^мђ и^ ѓ^сяза и`, и^ реq с^е глsа ја%ко гласъ і^а'ковль, рђцњ же ја^ко рђцњ иса'вовњ,
ἤγγισε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ ᾿Ιακώβ, αἱ δὲ χεῖρες χεῖρες ῾Ησαῦ.
23
23
и^ не позна е^го, бњста бо рђцњ е^го ја%ко рђцњ и^савовњ бра'та е^го косма'тњ” Блsви же е^мђ
καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν
24
24
и^ реq ты' ли е^си сн~ъ мой и^саv, ѓ'н же реq а^зъ е^смь.
καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ; ὁ δὲ εἶπεν· ἐγώ.
25
25
и^ реq принеси' ми да я'мъ лови'твђ твою` ча'до, да блsвить т^я дш~а моя`, и^ принесе` е^мђ і^ я'сть, и^ принесе` е^мђ вино` и^ п^и”
καὶ εἶπε· προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε.
26
26
Рече же е^мђ і^саа'къ эTц~ъ е^го, пристђпи` къ мн^њ. да м^я лобыжеши ча'до,
καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον.
27
27
пристђпи'в же и^ лобза` и&” и^ ѓ^боня` воню ри'зъ е^го, и^ блsви е^мђ и^ реq с^е въня` сн~а мое^го, ја%ко въня` ни'въ по'льныX, е^мђже блsви г~ь,
καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.
28
28
да да'сть тебњ г~ь эT росы` нбsныа`, и^ эT вла'гы земны'я” Мно'жество` пшени'чно и^ ви'нно, и^ да ти`
καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου.
29
29
рабо'таю^ть ја%зы'цы, и^ да покло'нят# ти ся кн~ѕи, и^ бђ'ди гдsнъ братђ твое^мђ, да ти ся покланя'ють сн~ве эTц~а твое^го, проклиная т^я бђ'деT про'кляT, и^ блsвя'й т^я бђ'деть блsвенъ”
καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.
30
30
И$ бы'сть ја%ко сконча` и^саа'къ блsвя і^а'кова сн~а свое^го и^ ја%ко ѓ^ты'де і^а'коv эT лица` і^саа'ка эTц~а свое^го” И$са'въ братъ е^го прїиде з лови'твы,
Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι ᾿Ισαὰκ εὐλογοῦντα ᾿Ιακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ προσώπου ᾿Ισαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ῾Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.
31
31
сътвори' же и^ се'и ја%дь, и^ принесе` эTц~ђ свое^мђ, и^ рече въстани эTч~е мой і^ ја%ждь эT лови'твы сн~а свое^го, да блsви'ть мя дш~а твоя`,
καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
32
32
рече же е^мђ і^саа'къ эTц~ъ е^го, кто` е^си т^ы, и^са'въ же рече а%зъ е^смь сн~ъ твой прьве'нецъ и^са'въ”
καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος ῾Ησαῦ.
33
33
Чюди' же ся і^саа'къ чю'днњ вельми ѕњло, кт^о ё^бо лови'твђ принесе` м^и. и^ ја%доX эT него`, преD прише'ствїемъ твои'мъ, и^ блsвихъ е^мђ, и^ блsвенъ е^сть”
ἐξέστη δὲ ᾿Ισαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται.
34
34
Бы'сть же ја%ко слы'ша и^са'въ рњчь і^саа'ка эTц~а свое^го, и^ възопи` гласомъ велїе'мъ, и^ го'ркымъ ѕњло, и^ рече блsви и^ мене` эTч~е,
ἐγένετο δέ, ἡνίκα ἤκουσεν ῾Ησαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ, πάτερ.
35
35
речеy е^мђ пришеD братъ твой съ ле'стїю взятъ блsве'нїе твое`”
εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.
36
36
И$ рече і^са'въ поправдњ прозва` и%мя е^мђ і^а'ковъ, прельсти б^о мя с^е втори'цею, и^ прьве'ньство мое взя`, и^ нн~њ взя` блsвенїе мое`, рече же і^са'въ эTц~ђ своемђ, нsњ л^и ѓ^ста'ло мн^њ эTч~е блsвенїа
καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν ῾Ησαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;
37
37
эTвњща'в же і^саа'къ рече і^са'вђ, ё^же гднsа е^го сътвори'хъ тебњ` и^ вс^ю бра'тїю сътвориX рабы` емђ, пшени'цею и^ виноM ё^твердиX е^го, тебњ же чт^о сътворю` ча'до”
ἀποκριθεὶς δὲ ᾿Ισαὰκ εἶπε τῷ ῾Ησαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;
38
38
Рече же і^са'въ эTц~ђ свое^мђ, е^да` е^ді'но е^сть блsвенїе ё^ тебе` эTч~е, блsви ё^бо и^ мене` эTч~е. съмили' же ся і^саа'къ, и^ възопи` гла'сомъ ве'лїимъ і^са'въ, и^ въспла'кася.
εἶπε δὲ ῾Ησαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ ᾿Ισαὰκ ἀνεβόησε φωνῇ ῾Ησαῦ καὶ ἔκλαυσεν.
39
39
эTвњща'в же і^саа'къ эTц~ъ е^го рече` е^мђ, се эT вла'ги земны'я бђ'ди ти вселе'нїе, и^ эT росы` нбsныя` съвы'ше,
ἀποκριθεὶς δὲ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.
40
40
и^ мече'мъ своимъ жи'въ бђди, и^ бра'тђ своемђ да поработа'е^ши” Бђ'дет же часъ е^гда` рас#сы'плеши, и^ эTрњши'ши ја^ре'мъ е^го, эT вы'я свое'я” Съпротивля'ше
καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
41
41
же ся і^са'въ і^а'ковђ, ѓ^ блsве'нїи` и^же блsви` эTц~ъ е^го, и^ рече і^са'въ въ ё^мњ своеM, а^ще быша приспњ'ли дн~їе см~рти эTц~а мое^го. да бы'хъ ё^би'лъ і^а'кова брата свое^го”
Καὶ ἐνεκότει ῾Ησαῦ τῷ ᾿Ιακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ ῾Ησαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω ᾿Ιακὼβ τὸν ἀδελφόν μου.
42
42
Възвњще'на же быша реве'цњ словеса` сн~а ея` старњ'ишаго, и послаv призва` і^а'кова сн~а свое^го ю^нњ'ишаго, и^ рече е^мђ с^е і^са'въ братъ твой хощеT ё^би'ти т^я”
ἀπηγγέλη δὲ Ρεβέκκᾳ τὰ ρήματα ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ· ἰδοὺ ῾Ησαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε·
43
43
Нн~њ ё^бо ча'до послђшай гла'са мое^го. въста'в же бњжи` в междорњ'чїе, къ лава'нђ братђ мое^мђ въ хара'нъ,
νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν.
44
44
и^ бђ'ди с нимъ нњколико дн~їи, до'ндеже минеT лютость и^ гнњ'въ брата твое^го эT тебе`,
καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινάς,
45
45
и^ забђдетъ е^же е^мђ сътвори'лъ е^си, и^ посла'въ приведђ тя эTтђ'дђ, да не когда` бесча'дђ бђ'дђ ѓ^бою` ва'ю въ е^ді'н# дн~ь.
ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ. καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
46
46
Рече же реве'ка къ і^саа'кђ. стђжи'хъ с^и жи'знїю свое'ю, дще'рей ра'ди сн~овъ хеTџе'ѓ^въ, а^ще пои'метъ і^а'ковъ женђ` эT дще'рей земля` сея`, т^о въскђ'ю ми е^сть жи'ти”
Εἶπε δὲ Ρεβέκκα πρὸς ᾿Ισαάκ· προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται ᾿Ιακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;

Старий Заповіт

• Бут.