Завантаження...
Старий Заповіт

• Бут.

Порівняти:

Глvа, л~а”
Κεφάλαιο 31
1
1
Слы'шав же і^а'ковъ рњ'чь сн~въ лава'новъ гл~ющихъ, вз^я і^а'ковъ вс^е эTц~а нашего, и^ эTц~емъ на'шиM, сътвори` себњ вс^ю сла'вђ
ΗΚΟΥΣΕ δὲ ᾿Ιακὼβ τὰ ρήματα τῶν υἱῶν Λάβαν λεγόντων· εἴληφεν ᾿Ιακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.
2
2
свою`” И$ ё^зрњ і^а'ковъ лице` ла'ване, и^ с^е не бя'ше къ немђ`, ја^ко вчера` и^ тре'тїемъ дн~и”
καὶ εἶδεν ᾿Ιακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.
3
3
Рече' же г~ь къ і^а'ковђ, възврати'ся въ зе'млю эTц~а твое^го в роD тво'и и^ бђ'дђ с тобо'ю”
εἶπε δὲ Κύριος πρὸς ᾿Ιακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.
4
4
Посла' же і^а'ковъ и^ възва` ли'ю и^ рахи'ль на' поле, и^дњже стада бя'хђ,
ἀποστείλας δὲ ᾿Ιακὼβ ἐκάλεσε Λείαν καὶ Ραχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια.
5
5
и^ рече и%ма ви'ждђ а%зъ лице` эTц~а ва'шего, ја%ко нsњ къ мн^њ, ја%ко вчера` и^ тре'тїемъ дн~и” Се' же б~ъ эTц~а мое^го съ мно'ю е^сть,
καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ.
6
6
и^ в^ы вњсте ја%ко все'ю си'лою рабо'тахъ эTц~ђ ва'шемђ.
καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.
7
7
эTц~ъ же ва'шъ ѓ^би'ди мя, и^змњни б^о мъздђ` мою` де'сять а%гнеw н^о не да'сть е^мђ б~ъ эTц~а мое^го зл^а сътвори'ти мнњ`”
ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με.
8
8
А/ще ё^ботако речеT пе'стрыя` да бђдеT твоя` мзда` родяT вся ѓ^вца` пе'стра” А/ще ли речетъ та'ко бњ'лыя да бђ'деть т^и мзда`. родяT вс^я ѓ^вца` бњ'ло
ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά·
9
9
эTја% б~ъ весь ско'т# эTц~а ва'шего, и^ да'стъ мн^њ е^го”
καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά.
10
10
И$ быs е^гда` ѓ%вца зачина'ющи въ' чревњ, ви'дњхъ въ снњ ѓ^чи'ма свои'ма с^е ко'зли гоня'хђ ѓ^вца` и^ ко'зы бњ'лы и^ пе'стры и^ разли'чны во'лны”
καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί.
11
11
И$ рече ми а%гг~лъ бж~їи въ снњ`, і^а'кове а%з же рњхъ чт^о е^сть”
καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾿ ὕπνον· ᾿Ιακώβ· ἐγὼ δὲ εἶπα· τί ἐστι;
12
12
И$ рече въ'зри ѓ^чима твои'ма и^ ви'ждь. ко'злы гоняща ѓ^вца` и^ коZлы бњ'лыя и^ пе'стрыя`, и^ вс^њ разно'лич#ны, ви'дњхъ б^о коли'коти лава'нъ сътвори`”
καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ·
13
13
б^о е^смь б~ъ тво'и ја%ви'выися тебњ на мњстњ бж~їи, е^же пома'за ти м^и тамо столпъ, и^ моли'ся мн^њ тамо мл~твою`” И$ нн~њ ё^бо въста'ни. і^ и^зы'ди эT земля` се'я, і^ и^ди` в зе'млю рожде'нїа твое^го, и^ бђдђ с то'бою”
ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
14
14
И$ эTвњща'вши рахи'ль и^ ли'я реко'ста е^мђ. нsњ ли нама еще ча'сти ни прїа'тїя въ домђ` эTц~а нашего
καὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
15
15
ја%ко чђж'ди быхомъ е^мђ” Прода бо н^ы и^ ја%де'нїемъ снњ'сть цњнђ нашђ.
οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν.
16
16
вс^е богаTство и^ сла'вђ ю^же эTја%тъ б~ъ эT ѓ^ц~а на'шего на'ма бђ'детъ и^ чадом# нашиM, нн~њ ё^бо е^ли'коти гл~а б~ъ твори' ти”
πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.
17
17
Въста'в же і^а'ковъ поя` жены свои и^ дњти своа всади` ѓ^бњ на веlблю'ды,
᾿Αναστὰς δὲ ᾿Ιακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους.
18
18
и^ забра` вс^е и^мњ'нїе сво'е, и^ вс^я и^мњ'нїа ја^же притяжа` въ междорњчїи, и^ вс^е свое` ја%коже эTити` къ і^саа'кђ эTц~ђ свое^мђ, въ зе'млю ханааnскђю”
καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν.
19
19
лава'нь же эTи^де стрещи` ѓ^ве'цъ своиX, и^ ё^кра'де рахи'ль и^долы эTц~а свое^го,
Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ραχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
20
20
і^а'ков# же потаи` лава'нђ сљ=ринђ, не повњ'дати е^мђ ја%ко эTхо'дитъ”
ἔκρυψε δὲ ᾿Ιακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει.
21
21
эTи'де же і^а'ковъ съ всњмъ своиM, и^ пре'иде рњкђ`, и^ възы'иде на горђ` галаа'дъ.
καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.
22
22
и^ повњ'даша лава'нђ сљ=ринђ. тре'тїи дн~ь ја%ко побњже і^а'ковъ,
ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα ᾿Ιακώβ,
23
23
и^ поя вс^ю бра'тїю свою` съ собо'ю. гна же въ слDњ пђти` е^го се'дмь дн~їи. и^ ѓбы'иде е^го на горњ галааD”
καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθ᾿ ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.
24
24
Прїиде же а%гг~лъ къ лава'нђ сљ=ринђ нощїю въ снњ, и^ рече е^мђ сънабди'ся самъ, да не възгл~еши е^мђ зл^њ”
ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ᾿ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ· φύλαξε σεαυτόν, μήποτε λαλήσῃς μετὰ ᾿Ιακὼβ πονηρά.
25
25
И$ пости'же лава'нъ і^а'кова, і^а'ковъ же потъкнђ` кђщђ свою въ горњ`. лава'н же раста'ви братїю свою` въ горњ` галаа'дъ”
καὶ κατέλαβε Λάβαν τὸν ᾿Ιακώβ· ᾿Ιακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.
26
26
Рече же лава'нъ къ і^а^ковђ. чт^о се` сътвори`, въскђ'ю эти'де и^ ѓ^кра'де мя и^ эTведе` дще'ри моя` ја%ко плњ'нъниць ѓ^рђ'жїемъ.
εἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
27
27
н^о а%ще бы ми повњдаl эTпђсти'лъ т^я быхъ съ весе'лїе^мъ, съ тимпаны и^ гђ'сльми.
καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας,
28
28
не бы'хъ лї а подо'бенъ цњлова'ти дњти, н^и дще'рїю моею`” Нн~њ же несмы'сльнњ сътвори`,
καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας.
29
29
нн~њ б^о рђка моя` мо'жетъ вреди'ти т^я. н^о б~ъ эTц~а твое^го вчера` рече къ мн^њ гл~я съхрани'ся самъ, е^гда' възгл~еши къ і^а'ковђ зл^њ”
καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· φύλαξε σεαυτόν, μή ποτε λαλήσῃς μετὰ ᾿Ιακὼβ πονηρά.
30
30
Нн~њ ё^бо и^ди`, помышле'нїемъ б^о помы'сли эTи^ти' въ до'м# эTц~а твое^го, въскђ'ю же ё^кра'де бо'гы моя`.
νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;
31
31
эTвњщаv же і^а'ковъ рече къ лава'нђ, рXњ б^о да не эTи^меши дще'ри своя` эT мене`, и^ вс^я моя`”
ἀποκριθεὶς δὲ ᾿Ιακὼβ εἶπε τῷ Λάβαν· ὅτι ἐφοβήθην· εἶπα γάρ· μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ᾿ ἐμοῦ καὶ πάντα τὰ ἐμά.
32
32
И$ рече і^а'ковъ ё^ негоже а%ще ѓ^бря'щеши бо'ги твоя`, да не бђ'детъ т^и живъ преD бра'тїею на'шею`. сеже мое` вс^е и^щи` и^ познава'и, и^ чт^о е^сть твое^го ё^ мене` възми`. и^ не позна ё^ него ничто'же, не вњ'дњ бо і^а'ковъ ја^ко рахи'ль жена е^го ё^краде я&”
καὶ εἶπεν ᾿Ιακώβ· παρ᾿ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρ᾿ ἐμοὶ τῶν σῶν καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐδέν. οὐκ ᾔδει δὲ ᾿Ιακώβ, ὅτι Ραχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
33
33
Вни'де же лава'нъ въ кђщ'ђ лі'инђ и^зыска` и^мњнїе ея`, и^ не ѓ^брњте. и^зъше'дъ же эT кђщи ли'ины, и^зыска` кђщђ і^а'ковлю. и^ кђщ'ђ ѓ^бою` рабы'ню и^ не ѓ^брњте” Прїиде же въ кђщ'ђ рахи'линђ, рахи'ль
εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας καὶ ἠρεύνησε τὸν οἶκον ᾿Ιακὼβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ραχήλ.
34
34
же възе'мши и%долы, и^ поDложї е` поD сњдло вельбђ'же, и^ сњ'де връхђ иX”
Ραχὴλ δὲ ἔλαβε τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς.
35
35
Рече эTц~ђ свое^мђ не и^мњ'и с^и тя'жка гдsне не могђ` б^о въста'ти преD тобо'ю ја%ко ве'щъ же'ньска ми е^сть. и^ска же лава'нъ въ все'и кђщи и^ не ѓ^брњте и%долъ”
καὶ εἶπε τῷ πατρὶ αὐτῆς· μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ᾿ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρε τὰ εἴδωλα.
36
36
Разгнњва же ся і^а'коv. и^ свари` лава'нђ” И$ эTвњща'в же і^а'ковъ рече лава'нђ, чт^о ли пра'вда моя, чт^о ли грXњ мои`, ја^ко жене'ши въ слDњ мене`,
ὠργίσθη δὲ ᾿Ιακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν· ἀποκριθεὶς δὲ ᾿Ιακὼβ εἶπε τῷ Λάβαν· τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου
37
37
и^ ја%ко и^зыска` вс^я съсђ'ды моя`. чт^о ѓ^брњте эT всего` съсђда до'мђ твое^го” Положи` здњ преD бра'тїею` твоею`, и^ бра'тїею моею`, и^ да разъсђ'дятъ междђ ѓ^бњма нама
καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θές ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
38
38
с^е, к~, лњтъ а^зъ е^смь с тобо'ю ѓ^вца твоя` и^ ко'зы твоа` не бы'ша бес плода`. ѓ^ве'нъ твоиX ста'дъ нњсмь и^зъя'лъ,
ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον·
39
39
звњроја%дины не принесохъ к тебњ” А/зъ напоlнихъ т^и татьбины' дн~ьныя` и^ нощъныя,
θηριάλωτον οὐκ ἐνήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ᾿ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός·
40
40
быхъ дн~ью` жего'мъ зно'емъ, а^ стђденїю в нощи`, и^ эTхожа'ше соn эT ѓ^чїю моею`” Си
ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου.
41
41
мн^њ, к~. лњтъ, а%зъ бњхъ въ домђ твое^мъ рабо'таX т^и, д~і, лњтъ, двою` ради дще'рїю твоею. и^ ѕ~, лњтъ за ѓ^вца твои`, и^ преѓ^би`дњ мздђ` мою, і~, а%гнецъ.
ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκιίᾳ σου· ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.
42
42
а%ще не бы` б~ъ эTц~а мое^го а^враа'ма и^ страхъ і^саа'ковъ не бысть мн^њ, нн~њ ё^ботща бы м^я эTпђсти'лъ, на смире'нїе мое и^ трђдъ рђ'кђ моею` ё^ви'дњвъ б~ъ, и^ наказа м^я вчера`”
εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου ῾Αβραὰμ καὶ ὁ φόβος ᾿Ισαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς καὶ ἤλεγξέ σε ἐχθές.
43
43
эTвњща'в же лава'нъ рече къ і^а'ковђ, дщери дще'ри мои`, и^ сн~ове. сн~ове мои`, скотъ, скотъ мои, и^ вс^е е^ли'ко ви'диши мое` е^сть, и^ дщерїю моиX чт^о сътворю` и%ма днsь и^ чадомъ еа`, ја%же роди'ста”
ἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ ᾿Ιακώβ· αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
44
44
Нн~њ ё^бо ходи`, и^ завњща'и завњтъ а^зъ и^ т^ы. и^ бђ'деT в# послђша'нїе междђ мно'ю и^ тобо'ю” И$ рече е^мђ с^е нњсть с нами никого'же, ви'дњ б~ъ и^ по'слђхъ е^сть междђ мно'ю и^ тобо'ю”
νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγώ τε καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἶπε δὲ αὐτῷ· ἰδοὺ οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν, ἰδέ, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
45
45
И$ възе'м же камень і^а'ковъ поствї и& въ стол'пъ,
λαβὼν δὲ ᾿Ιακὼβ λίθον ἔστησεν αὐτὸν στήλην.
46
46
рече же і^а'ков# бра'тїи свое'и, събери'те ка'менїе, и^ събра'ша каменїе и^ сътвори'ша моги'лђ, и^ ја^до'ша же т^ђ ё^ моги'лы” Реq же е^мђ лаваn моги'ла с^и послXђ междђ мно'ю и^ тобо'ю днsь,
εἶπε δὲ ᾿Ιακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ.
47
47
и^ прозва` лаваn моги'ла послђш'ная`, і^а'коv же прозва могила послXђ”
καὶ εἶπεν αὐτῷ Λάβαν· ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
48
48
Рече же лава'нъ къ і^а'ковђ, моги'ла с^и и^ стол'пъ, и^же поста'вилъ е^си межди` мною и^ тобо'ю, по'слђхъ е^сть моги'ла с^и, и^ по'слђх, и^ сто'лпъ с^и по'слђхъ” Сего ради прозва` моги'ла послђшная,
καὶ ἐκάλεσεν αὐτὸν Λάβαν Βουνὸς τῆς μαρτυρίας. ᾿Ιακὼβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς. εἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Βουνὸς μαρτυρεῖ.
49
49
и^ видњ'нїе е^же рече да ви'дњ б~ъ межди мно'ю и^ тобо'ю” А/ще эTвр'ъжевњся дрђгъ эT д'рђга,
καὶ ἡ ῞Ορασις, ἣν εἶπεν· ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀφ᾿ ἑτέρου.
50
50
и^ а'ще съменши` дще'ри мои`, и^ пои'меши жоны` надъ дще'ри мои, ви'ждь нњсть никогоже с нама, ви'ди б~ъ и^ по'слђхъ е^сть междђ мно'ю и^ тобо'ю”
εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήψῃ γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ.
51
51
И$ рече лава'нъ і^а'ковђ с^е моги'ла по'слђхъ и^ сто'лпъ с^и,
καὶ εἶπε Λάβαν τῷ ᾿Ιακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη.
52
52
а%ще ё^бо а%зъ не минђ к тебњ, т^о и^ ты` не мини` къ мн^њ могилы сея`, и^ стлъпа` съ зло'бою,
ἐὰν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ,
53
53
б~ъ а^враа'мль б~ъ нахо'ров# сђди` междђ на'ма, и^ кля'ся і^аковъ по боя'зни эTц~а свое^го і^саа'ка”
ὁ Θεὸς ῾Αβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν.
54
54
И$ сътвори` требђ і^а'ковъ на горњ`. и възва бра'тїю свою ја^до'ша же и^ пиша. и^ спа'ша на горњ”
καὶ ὤμοσεν ᾿Ιακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.
55
55
Въста'в же лаваn заё^тра, цњлова` сн~ы своя` и^ дще'ри своя` и^ блsвї я, и^ възвратися лава'н# эTи'де на мњсто свое”
ἀναστὰς δὲ Λάβαν τὸ πρωΐ κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.

Старий Заповіт

• Бут.