Завантаження...
Старий Заповіт

• Бут.

Порівняти:

Глvа, г~”
Κεφάλαιο 3
1
1
ѕмїи же бя'ше мђдрњи'ши всњ'хъ звњ'рїи сђщихъ на земли` и^же сътвори` г~ь б~ъ” И$ ре'че ѕмїй женњ`, чт^о ја%ко реq б~ъ, да не ја%сте эT вся'каго дре'ва и%же въ раи`.
Οδὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;
2
2
И$ ре'че жена` эT плода дре'ва сђщаго, въ раи` да ја%мы и&.
καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα,
3
3
эT плода` же дре'ва и^же е^сть посредњ` ра'я реq б~ъ, да не ја%сте эT него ни'же прикосне'теся е^мђ да не ё%мрете”
ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ, οὐ δὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.
4
4
И$ ре'че ѕмїи женњ`, не сме'ртїю ё%мрете,
καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ ἀποθανεῖσθε·
5
5
вњдяше б^о б~ъ ја^ко въньже дн~ь а%ще снњсте эT него, эTве'рзђтся ѓ%чи ваши, и^ бђ'дете ја%ко бѕ~и, вњ'дяще добро` и^ зло`”
ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν.
6
6
И$ ви'дњ жена` ја%ко добро` дре'во въ снњдь, І$ ја%ко ё^го'дно ѓ%чи'ма ви'дњти, и^ кра'сно е^сть е%же разђмњти, и^ възеMши эT плода` е^го и^ я^де`, и^ да'стъ и& мђ'жђ свое^мђ съ собо'ю и^ ја^до'ста”
καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς, καὶ ἔφαγον.
7
7
И$ эTверзо'стася ѓ%чи ѓ^бњма, и^ разђмњша ја^ко на'зи бњша” И$ съши'ста ли'ствїе смоко'вное, и^ сътвори'ста се'бњ препоя^са'нїя”
καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
8
8
И$ слы'шаста глsа г~а б~а ходя'ща въ раи` въ полђ'дн~е, и^ съкры'стася а^дамъ же и^ жена` е^го, эT лица` г~а б~а посредњ` дре'ва ра'искаго”
Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.
9
9
И$ призва` б~ъ а^дама, и^ ре'че е^мђ. А$да'ме а^да'ме, гдњ` б^њ”
καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν ᾿Αδὰμ καὶ εἶπεν αὐτῷ· ᾿Αδάμ, ποῦ εἶ;
10
10
И$ ре'че гла'са твое^го слы'шаX ходя'ща въ раи` и^ ё^боя'хся, ја%ко на'гъ е^смь и^ съкры'хся”
καὶ εἶπεν αὐτῷ· τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.
11
11
И$ ре'че е^мђ б~ъ, кто възвњсти` тебњ` ја%ко на'гъ е^си, А$ще не бы` эT дре'ва е^гоже заповњда'хъ тебњ`, сего е^ді'наго не ја%сти эT него'же ја%лъ е^си”
καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες;
12
12
И$ ре'че а^да'мъ, жена` ю%же ми дасть съ мно'ю, та' м^и даде` эT дре'ва и^ ја^доX.
καὶ εἶπεν ὁ ᾿Αδάμ· ἡ γυνή, ἣν ἔδωκας μετ᾿ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.
13
13
И$ ре'че б~ъ женњ`, чт^о се` сътвори'ла е^си`” И$ ре'че жена`, ѕмїи прельсти` м^я и^ я^до'хъ”
καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον.
14
14
И$ реq г~ь б~ъ змїю, ја%ко сътвори'лъ е^си се`, прокля'тъ ты` эT всњхъ ско'тъ, и^ эT всњ'хъ звњрїи зе'мных#, и^ на пе'рсех# твои^хъ і^ чре'вњ да пресмыка'ешися, и^ зеMлю ја%си вся дн~и живота` свое^го”
καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
15
15
И$ вра'ждђ положђ` по'средњ тебе`, и^ посредњ жены`, и^ посредњ сњменеM твои^мъ, и^ посредњ` тоя`. то` тебњ` блюдеT главђ, и^ ты` блюде'ши е^мђ` пятђ`”
καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
16
16
И$ женњ` ре'че. ё^мно'жа ё^мно'жђ печа'ли твоя', и^ въздыханїя твоя`, въ болњзнех# роди'ши ча'да, и^ къ мђ'жђ твое^мђ възвраще'нїе твое`, и^ тои тя` ѓ^блада'етъ”
καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.
17
17
И$ а^да'мђ ре'че, ја%ко послђшалъ е^си гла'са жены` твое'я, и^ ја%лъ е^си эT дре'ва е^го'же заповњда'хъ тебњ` сего е^ді'наго не ја%сти эT него'же ја%лъ е^си`. прокля'та земля` въ дњ'лехъ твоиX, въ печ'лехъ снњ'си т^ђ вся` дн~и живота` твое^го”
τῷ δὲ ᾿Αδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
18
18
И$ те'рнїе и^ влъче'цъ възрастиT тебњ`, и^ ја%си травђ` се'лнђю,
ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ.
19
19
и^ въ по'тњ лица` твое^го снњ'си хлњ'бъ тво'и, донелиже възврати'шися въ зе'млю эT неја%же взя'тъ бы'сть, ја^ко земля` е^си и^ въ зе'млю по'идеши”
ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·
20
20
И$ нарече` а^даM и%мя женњ` свое'и жи'знь, ја%кота` мт~и всњмъ живђщим#”
καὶ ἐκάλεσεν ᾿Αδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.
21
21
И$ сътвори` г~ь б~ъ а^да'мђ и^ женњ` е^го ризы ко'жаны, и^ ѓ^блече` иX”
Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς.
22
22
И$ ре'че б~ъ, с^е а^да'мъ бы'сть ја%ко е^ді'нъ эT на'съ, е^же разђмњва'ти добро` и^ лђка'во” И$ нн~њ да не когда` простреT рђ'кђ, и^ възметъ эT дре'ва жи'зни и^ снњсть, и^ жи'въ бђ'детъ въ вњкы”
καὶ εἶπεν ὁ Θεός· ἰδοὺ ᾿Αδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.
23
23
И$згна` е^го г~ъ б~ъ и^з ра'я пи'ща, дњлати зе'млю эT неја%же взяT бы'сть”
καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη.
24
24
І$ и^зя'ть а^да'ма, и^ всели е^го пря'мо ра'ю пи'ща” И$ приста'ви херђви'мъ и^ пла'менно ѓ^рђжїе, ѓ^бращаю^щее^ся храни'ти пђть дре'ва жи'зни”
καὶ ἐξέβαλε τὸν ᾿Αδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ρομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.

Старий Заповіт

• Бут.