Завантаження...
Старий Заповіт

• Бут.

Порівняти:

Глvа, м~ѕ”
Κεφάλαιο 46
1
1
Въста'в же і^ил~ь, и^ вс^е е^го прїиде къ кла'дязю кля'твеномђ, и^ положи` же'ртвђ б~ђ эTц~а свое^го і^саа'ка”
ΑΠΑΡΑΣ δὲ ᾿Ισραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ.
2
2
Речеy бг~ъ къ і^ил~ю, въ видњ'нїи в нощи` гл~я. і^а'кове і^а'кове, се'й же рече чт^о е^сть,
εἶπε δὲ ὁ Θεὸς τῷ ᾿Ισραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· ᾿Ιακώβ, ᾿Ιακώβ, ὁ δὲ εἶπε· τί ἐστιν;
3
3
ѓ%н же реq” А@зъ е^смь бг~ъ эTц~ъ твоиX, не бо'ися и^ти` въ е^гљ=петъ, въ ја^зы'къ б^о ве'лїи сътворю` т$я та'мо,
ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ,
4
4
и^ а'зъ и^дђ` с тобо'ю въ е^гљ=петъ, а%з же възведђ т^я до кон#ца`. і^ѓ'сифъ возложи'тъ рђцњ свои` на ѓ%чи твои`”
καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ ᾿Ιωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου.
5
5
Въста'в же і^а'ковъ эT кла'дязя кля'твенаго, и^ взя'ша сн~ве і^ил~я эTц~а свое^го и^ стяжа'нїе иX и^ же'ны и^хъ на ко'ла, ја%же посла` і^ѓ'сиf въздви'гнђти иX,
ἀνέστη δὲ ᾿Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ᾿Ιωσὴφ ἆραι αὐτόν,
6
6
и^ възе'мше и^мњнїе свое`, и^ вс^е притя'жанїе е^же притяжа'ша в земли` ханаа'ньстњи” И$ прїиде же і^а'ковъ въ е^гљ=петъ, и^ вс^е сњмя е^го с ни'мъ
καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, ᾿Ιακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ,
7
7
и^ сн~ве е^го и^ сн~ве сн~овъ е^го с ниM, и^ дще'ри е^го, и^ дще'ри дще'рїи е^го и^ вс^е сњмя е^го с ни'мъ въни'де въ е^гљ=петъ”
υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
8
8
Си^ и^мена` сн~въ і^и~левъ пришеDшихъ въ е^гљ=петъ съ і^а'ковомъ эTц~емъ и^хъ. с^и же сн~ове е^го” Пръвене'цъ і^а'ковль рђви'мъ,
Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα ᾿Ιακὼβ τῷ πατρὶ αὐτῶν. ᾿Ιακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος ᾿Ιακὼβ Ρουβήν.
9
9
сн~ове же рђви'мли е^но'хъ и^ фа'люсъ, а^сро'нъ, и^ а^хармїи,
υἱοὶ δὲ Ρουβήν· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼν καὶ Χαρμί.
10
10
сн~ове же симеѓ'ни, е^мђ'илъ, и^ а^ми'нъ, и^ а^ѓ'дъ, и^ а^хи'нъ, и^ саа'ръ, и^ саё'лъ. сн~ъ ханаа'нитяны.
υἱοὶ δὲ Συμεών· ᾿Ιεμουὴλ καὶ ᾿Ιαμεὶν καὶ ᾿Αὼδ καὶ ᾿Ιαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος.
11
11
сн~ве же левги'ни, герсо'нъ, ка'џъ, и^ мера'ри.
υἱοὶ δὲ Λευΐ· Γηρσών, Καὰθ καὶ Μεραρί.
12
12
Сн~ове же і^ё'дины, и^ръ, и^ а^нъна'нъ, силоM, и^ фаре'съ, и^ за'ра. ё^мро'ша же и^ръ и^ а^нъна'нъ в земли` ханаа`ни” Бы'ша же сн~ове фаре'сђ, і^ а^сро'нъ, и^ е^мђи'лъ”
υἱοὶ δὲ ᾿Ιούδα· ῍Ηρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ ῍Ηρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· ᾿Εσρὼν καὶ ᾿Ιεμουήλ.
13
13
Сн~ове же и^саха'ри, џо'ля, и^ фђа', и^ а^сђ'въ, замвраn”
υἱοὶ δὲ ᾿Ισσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ ᾿Ιασοὺβ καὶ Ζαμβράμ.
14
14
Сн~ове же заё^лони, сере'дъ, а^лло'нъ, и^ е^и'ль,
υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ ᾿Αλλὼν καὶ ᾿Αχοήλ.
15
15
сїи сн~ове лїи'ни ја%же роди` і^а'ковђ въ междорњчїи сљ=рьстњмъ, и^ ди'нђ дще'рь е^го. всњхъ же дш~ъ сн~овъ и^ дщерїи л~г”
οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ ᾿Ιακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.
16
16
Сн~ове же га'лъ, сафо'нъ, и^ а^ннъги'съ, и^ санънисъ џасованъ, а^и^дисъ и^ а^ди'съ, і^ѓ^ди'съ и^ а^реи'лисъ”
υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ ᾿Αγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ ᾿Αηδεὶς καὶ ᾿Αροηδεὶς καὶ ᾿Αρεηλείς.
17
17
Сїи` же сн~ове а^си'ровы, е^мна`, і^ е^сђя', и^ е^ё'ль, и^ варїя`, и^ са'рра сестра и^хъ. сн~ове же варїи'ни, хово'ръ, мелхїи'лъ”
υἱοὶ δὲ ᾿Ασήρ· ᾿Ιεμνά, ᾿Ιεσσουὰ καὶ ᾿Ιεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χοβόρ καὶ Μελχιίλ.
18
18
Сїи` сн~ове зе'лфины, ја%же далъ лава'нъ дще'ри свое'и лїи, е^же роди` і^а'ковђ дш~ъ, ѕ~і”
οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ ᾿Ιακὼβ δεκαὲξ ψυχάς.
19
19
сн~ове же рахи'лини жены`, і^а'ковля, і^ѓ'сифъ и^ вениа^ми'нъ”
υἱοὶ δὲ Ραχὴλ γυναικὸς ᾿Ιακώβ· ᾿Ιωσὴφ καὶ Βενιαμίν.
20
20
Бы'ша же сн~ове і^ѓ'сифли, въ земли` е^гљ=пет#стњи, ја%же роди е^мђ а^се'нџа, дщи` пентефрїина жръца` града слн~чна, манасїю, и^ е^фрњма” Бы'ша же сн~ве манасїины ја%же роди` е^мђ зало'жница сљ=ра, махи'ръ, махи'ръ же роди` галаа^да, сн~ове же е^фрњмли, брата манасїина, сђталамъ, и^ таа'мъ сн~ове же сђталаMли е^де'мъ”
ἐγένοντο δὲ υἱοὶ ᾿Ιωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ ᾿Ασεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως ῾Ηλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν ᾿Εφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ ᾿Εφραΐμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· ᾿Εδέμ.
21
21
Сн~ове же венїа^мини ва'ла и^ хово'ръ, и^ асфиl. Бы'ша же сн~ове ва'ла, ги'ра, и^ ноемаn и^ нъхи'мъ, и^ ро'съ, и^ мамъфи'нъ, и^ ѓ^фими'мъ” Ги'ра же роди а^ра'да”
υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ ᾿Ασβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νεομὰν καὶ ᾿Αγχὶς καὶ Ρὼς καὶ Μαμφὶμ καὶ ᾿Οφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν ᾿Αράδ.
22
22
сїи` же сн~ове рахи'ли, ја%же роди і^а'ковђ всњхъ дш~ъ, и~і”
οὗτοι υἱοὶ Ραχήλ, οὓς ἔτεκε τῷ ᾿Ιακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.
23
23
Сн~ове же да'новы, а^со'мъ,
υἱοὶ δὲ Δάν· ᾿Ασόμ.
24
24
и^ сн~ове же неџали'мли, и^а^силъ, го'нїи, и^саха'ръ, и^ сили'мъ,
καὶ υἱοὶ Νεφθαλείμ· ᾿Ασιὴλ καὶ Γωυνὶ καὶ ᾿Ισσάαρ καὶ Συλλήμ.
25
25
сн~ове же ва'ллины, ю%же дасть лава'н# рахи'ли дще'ри своей, и^ роди і^а'ковђ
οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ραχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ ᾿Ιακώβ· πᾶσαι αἱ ψυχαὶ ἑπτά.
26
26
всњхъ дш~ъ, з~” Всњхъ дш~ъ ја%же прїидо'ша съ і^а'ковомъ, въ е^гљ=пет#, ја%же и^зыдо'ша и^с чре'слъ е^го, развњ жеn. сн~овъ і^а'ковль, всXњ дш~ъ, ћ~, и^ ѕ~,
πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ ᾿Ιακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν ᾿Ιακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ.
27
27
сн~ове же і^ѓ'сифли е^же быша е^мђ въ земли' е^гљ=петъстњи” И$ всXњ же дш~ъ домђ і^а'ковля, ја%же прїидо'ша с ни'мъ въ е^гљ=петъ,
υἱοὶ δὲ ᾿Ιωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου ᾿Ιακὼβ αἱ εἰσελθοῦσαι μετὰ ᾿Ιακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.
28
28
о~е” І$ё^дђ же посла'ша предъ собо'ю къ і^ѓ'сифђ, срњстї и&, ё^ и^ром#ска града в земли` рацњсїинњ”
Τὸν δὲ ᾿Ιούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς ᾿Ιωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ ῾Ηρώων πόλιν, εἰς γῆν Ραμεσσῆ.
29
29
Въпря'гъ же і^ѓ'сифъ колесницђ свою`, і^ и^зы'де противђ і^ил~я эTц~а свое^го, к афиро'нђ градђ, показа' же ся е^мђ самъ. и^ припаде` на вы'ю е^го, и^ плака'ся много”
ζεύξας δὲ ᾿Ιωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν ᾿Ισραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ ῾Ηρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι.
30
30
Речеy і^и~ль къ і^ѓ^сифђ, да ё^мрђ по семъ, е^лмаже ви'дњхъ лице твое`, е^ще б^оты е^си жи'въ”
καὶ εἶπεν ᾿Ισραὴλ πρὸς ᾿Ιωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.
31
31
Рече же і^ѓ'сифъ къ братїи свое'й шедъши повњмъ фараѓ'нђ, и^ рекђ е^мђ братїа моа`, и^ до'мъ эTц~а мое^го, и^же бњша въ земли` ханаа'ни. прїидоша ко мн^њ.
εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ· οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με·
32
32
сїи же сђть мђжи пастђси`, скотопита'телницы. ско'тъ же и^ воло'ве и^ вс^е и^хъ е^же и^мњша привели сђть съ собо'ю”
οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.
33
33
А/ще възове'тъ в^ы фараѓ'нъ, и^ рече'тъ вамъ, чт^о дњло ва'ше е^сть,
ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν· τί τὸ ἔργον ὑμῶν ἐστίν;
34
34
рцњте скотопи та'тел#ницы е^смы`, и^здњтъска раби` твои` и^ досе'лњ м^ы, и^ эTц~ы наши. да въсели'теся въ зе'млю гесе'млю въ а^равїи, хђ'лно б^о е^гљ=птяномъ е^сть, пастђхъ всякъ ѓ%вчїи”
ἐρεῖτε· ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ ᾿Αραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.

Старий Заповіт

• Бут.