|
Psalm 21
|
Κεφάλαιο 21
|
|
1
|
1
|
| For the end, concerning the morning aid, a Psalm of David. | Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυΐδ. |
|
2
|
2
|
| O God, my God, attend to me: why hast thou forsaken me? the account of my transgressions is far from my salvation. | Ο ΘΕΟΣ, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. |
|
3
|
3
|
| O my God, I will cry to thee by day, but thou wilt not hear: and by night, and it shall not be accounted for folly to me. | ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. |
|
4
|
4
|
| But thou, the praise of Israel, dwellest in a sanctuary. | σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ ᾿Ισραήλ. |
|
5
|
5
|
| Our fathers hoped in thee; they hoped, and thou didst deliver them. | ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς· |
|
6
|
6
|
| They cried to thee, and were saved: they hoped in thee, and were not ashamed. | πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. |
|
7
|
7
|
| But I am a worm, and not a man; a reproach of men, and scorn of the people. | ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. |
|
8
|
8
|
| All that saw me mocked me: they spoke with their lips, they shook the head, saying, | πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· |
|
9
|
9
|
| He hoped in the Lord: let him deliver him, let him save him, because he takes pleasure in him. | ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. |
|
10
|
10
|
| For thou art he that drew me out of the womb; my hope from my mother's breasts. | ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· |
|
11
|
11
|
| I was cast on thee from the womb: thou art my God from my mother's belly. | ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· |
|
12
|
12
|
| Stand not aloof from me; for affliction is near; for there is no helper. | μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. |
|
13
|
13
|
| Many bullocks have compassed me: fat bulls have beset me round. | περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· |
|
14
|
14
|
| They have opened their mouth against me, as a ravening and roaring lion. | ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. |
|
15
|
15
|
| I am poured out like water, and all my bones are loosened: my heart in the midst of my belly is become like melting wax. | ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· |
|
16
|
16
|
| My strength is dried up like a potsherd; and my tongue is glued to my throat; and thou hast brought me down to the dust of death. | ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. |
|
17
|
17
|
| For many dogs have compassed me: the assembly of the wicked doers has beset me round: they pierced my hands and my feet. | ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. |
|
18
|
18
|
| They counted all my bones; and they observed and looked upon me. | ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. |
|
19
|
19
|
| They parted my garments among themselves, and cast lots upon my raiment. | διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. |
|
20
|
20
|
| But thou, O Lord, remove not my help afar off: be ready for mine aid. | σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿ ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες. |
|
21
|
21
|
| Deliver my soul from the sword; my only-begotten one from the power of the dog. | ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· |
|
22
|
22
|
| Save me from the lion's mouth; and regard my lowliness from the horns of the unicorns. | σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. |
|
23
|
23
|
| I will declare thy name to my brethren: in the midst of the church will I sing praise to thee. | διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. |
|
24
|
24
|
| Ye that fear the Lord, praise him; all ye seed of Jacob, glorify him: let all the seed of Israel fear him. | οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα ᾿Ιακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα ᾿Ισραήλ, |
|
25
|
25
|
| For he has not despised nor been angry at the supplication of the poor; nor turned away his face from me; but when I cried to him, he heard me. | ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. |
|
26
|
26
|
| My praise is of thee in the great congregation: I will pay my vows before them that fear him. | παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. |
|
27
|
27
|
| The poor shall eat and be satisfied; and they shall praise the Lord that seek him: their heart shall live for ever. | φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. |
|
28
|
28
|
| All the ends of the earth shall remember and turn to the Lord: and all the kindreds of the nations shall worship before him. | μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, |
|
29
|
29
|
| For the kingdom is the Lord's; and he is the governor of the nations. | ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. |
|
30
|
30
|
| All the fat ones of the earth have eaten and worshipped: all that go down to the earth shall fall down before him: my soul also lives to him. | ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, |
|
31
|
31
|
| And my seed shall serve him: the generation that is coming shall be reported to the Lord. | καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, |
|
32
|
32
|
| And they shall report his righteousness to the people that shall be born, whom the Lord has made. | καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.